# Annales 277

Michael Glycas, Annales, 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/277
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/277

γέγονε, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων οἰκοῦντες Κμοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. Κατῆλθον γὰρ καὶ τοῦ Θεοῦ ἀντελάβοντο, λέγοντες οὕτω πρός γε τοὺς ὑπηρέτας τοῦ βασιλέως· «Εἴπατε τῷ κυρίῳ ἡμῶν βασιλεῖ· Εἴπερ τοσοῦτον σὺ ἐπὶ τῇ χαλκῇ εἰκόνι καταστραφείσῃ ἐδυσχέρανας, πῶς οἴει τὸν Θεὸν ἀρτίως ἔχειν τὴν αὐτοῦ ὁρῶντα εἰκόνα κακῶς οὕτω παρὰ σοῦ πάσχουσαν;» Τηνικαῦτα καὶ ἡ τιμία κεφαλὴ τοῦ Βαπτιστοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη. Ἀλλὰ καὶ τὸν ἐν Ἀλεξανδρείᾳ κτισθέντα ναὸν τοῦ Σαράπιδος καθεῖλε Θεόφιλο. Ἐν τούτῳ δὲ τῷ ναῷ ξόανον ἦν ἀσχέτως ἀπῃωρημένον διὰ γὰρ τοὺς κύκλῳ αὐτοῦ, τοῦ ξοάνου δηλαδὴ. πεπηγμένους σιδήρους καὶ τοὺς καταντικρὶ πούτων ἐγκεκολαμμένους μαγνῆτας μέσον ἐδάφους καὶ ὀρόφου ἐκρέματο. Ἰσοδυνάμως γὰρ τετραμερόθεν ἐλκόμενον, καὶ μὴ ἔχον ὅπου καὶ νεύσειε, μέσον ἐξ ἀνάγκης ἀπῃώρητο. ὰίο εΩρεΙεα Παεϋαι. ἐλα Βανια τειροτο ροιοοι, ποσοσσατίο ὓοιπ π ΠεἝθνη ποθὲν ἄπειρα κατὰ τοῦ μεγάλου ἐγείρονται Θεοδοσίου. Τί τὸ ἐπὶ τούτοις; Γράφει τηνικαῦτα ὁ βασιλεὺς τῷ τῆς Ἀλεξανδρείας προέδρῳ, ἵνα τὸν κατὰ´ Αἴγυπτον μέγαν Σενούφιον ποιήσῃ πρὸς συμμαχίαν τοῦ βασιλέως ἐλθεῖν. Ὁ δ´ οὐ πείθεται, στέλλει δὲ τῷ βασιλεῖ ῥάθδον καὶ μικρὸν αὔτοῦ τριβώνιον, οἷς δὴ καὶ χρησάμενος ὁ βασιλεὺς ἀντὶ κράνους καὶ δόρατος κατὰ τῶν πολεμίων ὁρμᾷ, καὶ διὰ χειρῶν αὐτοῦ κατατροποῦται αὐτούς· τοιαῦτα καὶ γὰρ τὰ τῆς εἰλικρινοῦς πίστεως κατορθώματα. Μετὰ δὲ Θεοδόσιον Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ. ὃς τὸν κίονα τοῦ Σηρολόφου στήσας ἐν αὐτῷ τὸν ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. Ἐφ´´ οὖ ἡ γῆ ἐμυκήσατο ἡμέρας ζʹ, καὶ σεισμὸς γέγονε μέγας τε καὶ πάγκοσμος. Μετὰ μέντοι τὸν Νεκτάριον τοὺς τῆς Ἐκκλησίας οἴακας ὁ χρυσοῤῥήμων Ἰωάννης καὶ λίαν καλῶς ἀναδέχεται. Οὗτος πολὺς ἠν περὶ τὸ λέγειν. ᾯ καὶ Λιβάνιος ὁ διδάσκαλος αὐτοῦ προσεμαρτύρησεν · ἐρωτηθεὶς γὰρ ἀνθ´ ἑαυτοῦ τίνα προβάλλεται διδάσκαλον, Ἰωάννην εἶπεν, εἰ μή πως οἱ Χριστιανοὶ τοῦτον ἀφ´ ἡμῶν ἀπεσύλησαν Ὡν τωκαιδέκατον γὰρ ἔτος ἄγων ἀφηνίασεν ἀπ´ αὐ τοῦ. καὶ ὑπὸ Μελετίου βαπτισθεὶς καὶ χειροτονηθεὶς ἀναγνώατης ἀνοχώρησε καὶ ἀπεκάρη, καὶ τὰ θεῖα διδαχθεὶς ἐκεῖσε πάλιν ὑπέστρεψε. Γίνεται διάκονο;, παρὰ δὸ Φλαβιανοῦ πρεσβύτερος. Διεβάλλετο δὲ ὁ μέγας ὡς ὀφρύϊ κατὰ τῶν ὑπηκόων μείζονι χρώμενος. Ὅθεν ὁ Πηλουσιώτης Ἰσίδωρος καὶ μαθητὴς αὐτοῦ ὑπαραπολογούμενος τοῦ μεγάλου,. αὸν ἄρχοντα ἔλεγεν ὅτι καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν. Τίνος ἕνεκεν; Ὅτι καὶ ἀγαθοὶ καὶ πονηροὶ ἐν τοῖς ἀρχομένοις ὑπάρχουσι, Μετὰ δὲ ταῦτα πρός γε τὴν μεγαλόπολιν ἔρχεται, καὶ εἰς τὸν πατριαρχικὸν θρόνον ὀνάγεται. Ἀνθίσταται τῇ βασι-λίσσῃ Εὐδοξίᾳ, πάσχει πλλὰ διὰ τυῦτο δεινά. Ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τῷ Ἐβδόμῳ ἐλθών χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
