# Annales 287

Michael Glycas, Annales, 287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/287
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/287

Ἡ δὲ τῶν ἁγίων Ἀποστόλων ἐκκλησία δρομικὴ ξυλότρουλος ἐκτίσθη τὸ πρότερον παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ἐμεγαλύνθη δὲ καὶ ὡς ἔχει νῦν κατεσκευάσθη παρὰ Θεοδώρας, γυναικὸς Ἰουστινιανοῦ, Τὸ δὲ ἂγιον βῆμα ἐκεῖσε εἰάθη διὰ τὰ ἐν αὐτῷ κείμενα τίμια λείψανα πατριαρχῶν τε καὶ ἀποστόλων. Γίνωσκε δὲ, ἀγαπητέ, ὅτι κατ´ ἐκεῖνο καιροῦ καὶ ἡ Ὑπαπαντὴ ἑορτάζεσθαι ἤρξατο, ἥτις κατὰ τὸν χρυσοῤῥήμονα Ἰωάννην οὐκ ἔστιν ἐναρίθμιος ταῖς Δεσποτικαῖς ἑορταῖς. Ὡς γὰρ ἐν ἕξ ἡμέραις τὰ πάντα ἐποίησεν, οὔτω καὶ ἐν ἕξ ἑορταῖς τὰ τῆς ἐνσάρκου οἰκονομίας ἐπλήρωσε, τῇ Γεννήσει, τῷ Βαπτίσματι, τῷ Σταυρῷ, τῇ Ἀναστάσει, τῇ Ἀναλήψει καὶ τῇ Πεντηκοστῇ. Λείπεται οὗν ἡ ἑβδόμη, ἐν ᾖ πᾶσα κατάπαυσις. Τότε καὶ ἡ θάλασσα ἐξελθοῦσα τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια τρία πρὸς τὰ μέρη τῆς Θρᾴκης, καὶ πολλὰς χώρας καὶ ἀνθρώπους ἀποπνίξασα ὑπέστρεψε. Τότε δὲ καὶ θανατικὸν ἀνθρώπων ἐν Κωναταντιναι, πόλει γέγονε. Τοσοῦτον δὲ ἦν ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἡμέρας γʹ· οὐδὲ γὰρ ἦν ὁδός διὰ τὸ πλῆθος θάπτεσθαι. Ἐπεκράτει δὲ μῆνας Ἰούλιον καὶ Αὔγουστον. Ἐντεῦθεν καὶ πᾶσα ἡ γῆ απώζεσε διὰ τὰ πτώματα. Τοσοῦτον δὲ τὸ πλῆθος τῶν ἀποθνησκόντων ἦν ὥστε χιλίους κραββάτους τὸν βασιλέα ποιῆσαι χάριν τοῦ ἀποκομίζεσθαι αὐτούς,. Καὶ αὖ τοῦτο μόνον ἀλλὰ καὶ ἁμάξας πλείστας καὶ ἡμιόνους ὡσαύτως ἐκέλευσεν ἐπὶ τῇ μετακομιδῇ αὐτῶν ὑπηρετεῖν. Ἐπιτεινομένης δὲ τῆς θνήσεως εἰς τὸν αἰγιαλὸν τοὺς πλείους ἔῤῥιπτον. Καὶ ἀπλως εἰπεῖν, τόπος οὐκ ἦν ἐν ᾧ οὐκ ἔκειντο νεκροὶ ἀποζοντες. Βρονταὶ δὲ καὶ ἀστραπαὶ τοσοῦτον γεγόνασι φοβεραὶ ὥστε καὶ καθεύδοντάς τινας καυθῆναι. Γέγονε καὶ σεισμὸς παγκόσμιος· πᾶσαι γὰρ πόλεις καὶ χῶραι καταποθῆναι ἐκινδύνευον. Καὶ ἡ θάλασσα μίλια βʹ παρεξέβη. Δεύτερος αὖθις σεισμὸς ἡμέρας δέκα, δι´ ὅλου σείων, ὡς καὶ τὸν βασιλέα χωρὶς στέμματος διελθεῖν τὴν τοῦ Χριστοῦ γεννῶν ἡμέραν. Ἔτερον θανατικὸν ἐκ βουβῶνος διαφθεῖρον ἅπαντας, οὐχ ἧττον τοῦ προτέρου, μῆνας δʹ. Καὶ πάλιν ὲν Ἀντιοχείᾳ σεισμὸς ἐπὶ ὥραν μίαν, καὶ χιλιάδες εʹ συνεπόθησαν, Καὶ εἰ μὴ κατὰ τὸν ὄνειρον ὃν εἶδέ τις, ἔγραψαν ἐν τοῖς προθύροις, «Χριστὸς μεθ´ ἡμῶν, στῆτε,» πᾶσα ἡ πόλις συνεχώθη. Ἐφάνη καὶ κομήτης ἡμέρας κʹ, καὶ μετὰ νρόνοτινὰ γέγονεν ἀστέρων δρόμος ἀφ´ ἑσπέρας ἕως πρω, ὡς πάντας λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. Εἷτα ὁ ἥλιος ἔλαμψε χωρὶς ἀκτίνων, ὥσπερ καὶ ἡ σελήνη. Τότε δὴ καὶ ἄνθρωπος ἦλθεν ἀπὸ δύσεως κωμοδρόμος, ἔχων κύνα ξανθὸν καὶ τυφλὸν, ὃς παρὰ τοῦ κωμοδρόμου κελευόμενος ἐποίει θαυμάσιά τινα. Καὶ ἀθεσμοκοῖταί τινες εὐρεθέντες

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
