# Annales 291

Michael Glycas, Annales, 291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/291
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/291

δικέφαλον. Λέγουσι δὲ μὴ προσημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τὰ τοιαῦτα τίκτονται. Ἐφάνησαν δὲ καὶ ἐν τῷ Νείλῳ ποταμῷ, ἡλίου ἀνατέλλοντος, ἀνθρωπόμορφα δύο ζῶα, ἀνήρ τε καὶ γυνὴ, ἅπερ καὶ Σειρῆνες προσαγορεύονται, ἡδύφθογγα πάνυ καὶ θανατηφόρα, ἀνθρωποπετεινόμορφα. Ὁ δὲ λαὸς μετὰ τοῦ ἐπάρχου θαυμάζοντες ὥρκιζον αὐτὰ μὴ ἀναχωρῆσαι, πρὶν ἂν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου θέας αὐτῶν. Ὅθεν καὶ μείναντα μέχρις ὥρας θʹκατέδυσαν εἰς τὸν ποταμῷ. Ἐκεῖθεν δὲ κροκόδειλο. ἐξῆλθον, καὶ πολλοὺς τῶν ἀνθρώπων διέφθειραν Ὃ δὲ κροκόδειλος ἰχθυόθηρ μέγας ἐστὶ τετράπους, τὴν μὲν ῥάχιν μέλας, τὴν δὲ γαστέρα λευκὸς, τὸ στόμα φθάνον ἄχρι τῶν ὤμων, τὴν ἄ ω γένυν κινῶν, καὶ τὴν οὐράν τραχύς. Ἀναιρεῖ δὲ τοῦτον πολλάκις ἡ ἰδρὺς λεγομένη, ἐν τῷ αὐτῷ ποταμῷ τυγχάνουσα καὶ μορφὴν ἔχουσα κυνὸς, τοιουτοτρόπως δέ. Τὸ στόμα διανοίγων ὁ κροκόδειλος οὕτω καθεύδει. Ἡ γοῦν Ιδρὺς ἐγκυλισαμένη πηλῷ καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χωρήσασα καὶ ταύτην διαῤῥής ξασα διὰ τῆς ἕδρας ἐξέρχεται, νεκρὸν αὐτὸν ἐντεῦθεν καταλιμπάνουσα. Οὗτος ὁ Μαυρίκιος διετάξατο τὴν Βλαχερνίτισσαν λιτανεύειν κατὰ παρασκευὴν καὶ εἰς τὰ Χαλκοπρατεῖα ἔρχεσθαι. Ὁ τοῦ Μαυρικίου στρατηγὸς παρέδωκε τὸ Ῥωμαϊκὸν φοσσάτον τοῖς βαρβάροις διὰ τὴν ἀνταρσίαν δῆθεν αὐτῶν, ὡσεὶ χιλιάδας ιβʹ· καὶ ζητηθεὶς ὁ Μαυρίκιος ὑπὲρ μιᾶς ἑκάστης ψυχῆς παρὰ Χαγάνου τοῦ τῶν προσακτίων Σκυθῶν· βασιλέως ἀνὰ νομίσματος τὸ ἥμισυ, δοῦναι οὐκ ἐπείσθη, καὶ οὖτω πάντες ὑπὸ τῶν βαρβάρων ἀπεκτάνθησαν. Ἐφ´ ᾧ τῶν κατὰ τόπους μοναχῶν ὁ βασιλεὺς ἐδέετο διὰ τὸ ἁμάρτημα. Κἀκεῖθεν οὖν ἐλθόντος τοῦ Μαγιστριανοῦ ἔμαθεν ὅτι ἡ μὲν ψυχὴ αὐτοῦ σώζεται, μετὰ πόνου δὲ καὶ θλίψεως τῆς βασιλείας ἐκπίπτει. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὄναρ ὁρᾷ φρίκης μεστόν. Αὐτὸν ὁρᾷ τὸν Κύριον ἐπὶ θρόνου καθήμενον, καὶ οὔτω λέγοντα πρὸς αὐτόν· «Ποῦ θέλεις τιμωρηθῆναι, ἀδε ἢ ἐκεῖς» Καὶ ὃς, αὮδε βούλομαι τιμωρηθῆναι» εἶπαν ἀκούει τηνικαῦτα, «Παράδοτε αὐτὸν Φωκᾷ τῷ τυράννῳ.» Καὶ ὁ Μαυρίκιος ἀφυπνισθεὶς, καὶ μαθὼν εἶναι Φωκᾶν τὸν ἐν Δυῤῥαχίῳ φυλάσσοντα, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν βασιλέα χάριν τοῦ λαβεὶν τὰ μηναιορόγια τῶν συστρατιωτῶν αὐτοῦ καὶ τυφθέντα δεινῶς καὶ οὕτως ὅθεν ἦλθεν ὑποστρέψαντα, ἀξίαν ἔγνω τηνικαῦτα τὴν δίκην δοῦναι, εἴ γε τοιούτῳ ὑπὸ Κυρίου παρεδόθη ἀνβρί. Ἐπὶ τούτοις οὖν μεταστέλλεται διὰ τοῦ παρακοιμωμένου τὸν Φιλιππικόν· ἔφθασε γὰρ πολλῶν αὐτὸν ἀξιῶσαι δεινῶν. Γυναικάδελφος ἦν τοῦ Μαυρικίου ὁ Φιλιππικὸς οὗτος εἰς ἐκστρατείαν ἐκ πεμφθεὶς, καὶ νικητὴς ἐπαναζεύξας φθόνου πυρκαῖὰν ἤγειρε καθ´ ἑαυτοῦ, εἴ γε καὶ μᾶλλον ἔφθασε μαθεῖν ὁ Μαυρίκιος ὅτι διαδέξεταί τις αὐτὸν ἔχων τὸ Φ στοιχεῖον ἐν ἀρχὴ τῆς αὐτοῦ κλήσεως, ὡς ἐντεῦθεν εἰπεῖν τὸν Μαυρίκιον, ὥς φασι, μετὰ τὸ ὅραμα, ὅτι

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
