# Annales 296

Michael Glycas, Annales, 296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/296
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/296

δραπετεύει ἐκεῖθεν, τοῖς Πουλγάροις προσέρχεται, ἁδραῖς αὐτοὺς ὑποσχέσεσι καταδεσμεῖ. Ὁθεν καὶ μετὰ πλήθους ἀπείρου πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ διὰ σωλῆνος ὑδροφόρου κλέπτει τὴν εἴσοδον, καὶ οὕτω τῆς βασιλείας αὖ ἐπιδράσσεται, τοῦ Ἀψιμάρου εἰς Ἀπολλωνίδα φυγόντος. Ἔτη οὖν ἑπτὰ κρατήσας τὸν μὲν Ἀψίμαρον μέσῃ τῇ πόλει θριαμβεύσας ἀνεῖλεν, ὡσαύτως καὶ Λεόντιον· τὸν δὲ πατριάρχην Καλλίνικον, ἐπειδήπερ ἀντέστη προλαβὼν αὐτῷ πειρωμένῳ Ἐκκλησίαν χαλάσαι, τυφλώσας ἐξώριζεν ἐν Ῥώμῃ, καὶ ἀντ´ αὐτοῦ προβάλλε ται Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον ὄντα· προηγόρευσε γὸρ αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν. Καὶ ἁπλῶς εἰπεῖν, δίκην βοσκημάτων πάντας ἀπέκτεινε· μαινόμενος γὰρ ἦν. Ὅθεν καὶ διὰ μικροῦ σκάφους ἀπὸ Χερσῶνος ἐπανερχόμενος καὶ κλύδωνι περιπεσὼν τὴν ἐνδομυχοῦσαν αὐτῷ κακίαν δήλην καθίστησιν. Ἐπειδὴ γὰρ τῶν οἰκείων τις αὐτῷ ἔλεγεν· «Ἰδοὺ ἀποθνήσκεις, δέσποτα, καὶ ὑπόσχου τῷ Θεῷ, ἐάν σοι δώσῃ τὴν βασιλείαν, μηδένα τῶν ἐχθρῶν σου λυπῆσαι·» ἔφη· «Ἐνταῦθά με καταποντισάτω Κύριος, εἰ φείσομαί πινος ἐξ αὐτῶν.» Πρὸς τούτοις δὲ καὶ βαλὼν ὁ τύραννος οὗτος κατὰ νοῦν ὅσα οἱ Χερσωνῖται κατ´ αὐτοῦ ἐμελέτων τῷ Ἀψιμάρῳ χαριζόμενοι, πέμπει στρατὸν κατ´ αὐτῶν. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν. Πᾶσαν ἡλικίαν ἐκέλευσεν ἀνηλεῶς ἀποσφάττεσθαι. Καὶ δὴ καὶ ἀποσφάττονται γέροντες, νέοι, γυναῖκες, παῖδες καὶ πάντες ἁπλῶς. Εἶτά τι μαθὼν Ἰουστι. νιανὸς ὅτι τῶν νεογνῶν πάντη βρεφῶν οἱ σταλέντες ἐκεῖνοι ἐφείδοντο, καχλάζει ἐπὶ πλέον τῷ θυμῷ καὶ στόλον ἕτερον ἐκπέμπει, ὡς κολασθῆναι μὲν καὶ τοὺς προαποσταλέντας, ἀναιρεθῆναι δὲ καὶ πᾶσαν βρεφικὴν ἡλικίαν. Καθίστησι δὲ τοῦ στόλου ἡγεμόνα Φι. λιππικὸν τὸν καὶ Βαρδάνην λεγόμενον. Ἀπῆλθον ἐκεῖσε λοιπὸν, καὶ τὴν τοῦ κρατοῦντος μυσαχθέντες ἀπανθρωπίαν, καὶ μὴ φέροντες αἵμασιν ἀδίκοις καταχρανθῆναι, εἰς στάσιν χωροῦσιν, ἄνακτα δὲ καὶ κράτορα Φιλιππικὸν ποιοῦσι. Καιρὸς διῆλθεν ἐπὶ τούτοις ἱκανός. Θροεῖται ὁ βασιλεὺς, μανθάνει ἐκεῖθεν οὐδὲν, ἐξέρχεται στρατὸν οὐκ ὀλίγον ἐπισυρόμενος. Φθάνει ἕως Σινώπης αὐτῆς, ὁρᾷ διὰ θαλάττης ἐρχόμενα πλοῖα. Εὐθὺς ἀνθυποστρέφει καὶ αὐτός. Ἀλλὰ πρῶτος ὁ Φιλιππικὸς τὰ βασίλεια καταλαμθάνει. Ὅθεν καὶ ὑστερήσας ὁ Ἰουστινιανὸς ἐν τοῖς τοῦ Δαμάτρυος ὄρεσι σὺν αὐτῷ συνάγεται τῷ στρατῷ. Ἀποστέλλει πρὸς αὐτὸν ὁ Φιλιππικὸς ἀντιπακειοαλών ἀποτέμνουσι. Κωατεῖ λοιπὸν ὁ Φιλιππικὸς Κέτη δύο. Ἀλλὰ καὶ τοῦτον πάλιν εἰσελθόντες τινὲς ὰτονὸ Θράκης ἐκτυφλοῦσι. Καὶ θασιλεύει Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη δύο, καὶ μετὰ τοῦτον Θεοδόσιος τῶν κάτω ἔτη δύο. Θυτος καὶ ἄκων ἐξέστη τῆς βασιλείας καὶ ἀντὶ πορφύρας

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
