# Annales 297

Michael Glycas, Annales, 297. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/297
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/297

τὸ μέλαν ἠμφιάσατο. Ὁ γὰρ ἐξ Ἰσαυρίας Ἀέων, πατρίκιος τηνικαῦτα ὤν καὶ στρατάρχης τῆς ἕω, μελετᾷ κατὰ Θεοδοσίου ἀποστασίαν, ἔχων εἰς τοῦτο συμπράκτορα καὶ ἄνδρα τινὰ τῶν περιδόξων, ᾠ ἦν ὄνομα Ἀρτάβασδος. ᾯ δὴ καὶ τὴν αὐτοῦ θυγατέρα χάριν ἀνταμοιβῆς μετὰ τὸ κρατῆσαι δίδωσιν, εἰ καὶ βάναυσος πρότερον ἦν. Ἡνίκα γὰρ τοῖς Ἰουδαίοις ἐκεῖνος ἐνέτυχε παρὰ πηγῇ, κατάφορτον ἐλαύνων ὀνάριον ἦν. Ἀλλὰ τοῖς χωράρχαις γνωρισθεὶς, κἀντεῦθεν τὸ τολμηροκάρδιον ἐκφήνας, κατὰ μικρὸν πατρίκιος καθίσταται κἀντεῦθεν βασιλεὺς ἀναγορεύεται, Κρατεῖ τοίνυν ὁ Λέων οὗτος ὃς καὶ Κόνων ἔτη κγʹ. Οὕτος ἐξ Ἰσαυρίας μὲν ὥρμητο. τὸ ἐπιτήδευμα δὲ βάναυσος ἦν, Κόνων δὲ παρὰ τῆς μητρὸς αὐτοῦ παιδόθεν ἐλέγετο. Ὅθεν καὶ τοῦ ἀγίου τηνικαῦτα Γερμανοῦ πρὸς αὐτὸν, ἡνίκα τὴν τῆς εἰκονομαχίας κόνιν εἰς ὕψος πάντων κατέχεεν, εἰπόντος · «Μὴ ταῦτα, ὧ βασιλεῦ· τὴν γὰρ εἰκονομαχίαν Κόνων ἐγεῖραι λέγεται,» ἔφη· «Ἐγώ εἰμι ὁ Κόνων.» Τούτῳ τῷ βασιλεῖ πενιχρῷ ὄντι περὶ βασιλείας προεῖπον Ἰουδαῖοι μάντεις τινές ἑνωθέντες αὐτῷ κατὰ τύχην ἔν τινι πηγῇ ἀναψύξεως χάριν· ἐφ´ ᾧ καὶ ὑπέσχετο μεθ´ ὅρκου ἀμείψασθαι αὐτούς. Ὅθεν καὶ βασιλεύοντι αὐτῷ ἐπέστησαν οὗτοι, λέγοντες ὅτι ἐὰν τὴν εἰκόνα τοῦ Θεοῦ καὶ πάντων τῶν ἀγίων ἐκ μέσου ποιήσῃ, ἔσται τὸ σκῆπτρον αὐτοῦ διαρκοῦν κατὰ νενεὰν εἰς ἐνιαυτοὺς ρʹ. Οὗτος τοσοῦτον ἐμηχανήσατο κατὰ τῶν εἰκόνων, ὡς καὶ τὸν μέγαν Γερμανὸν πολλὰ διαλεξάμενον ἐκδιῶξαι τοῦ θρόνου. Προὐβάλλετο δὲ ὁ πατριάρχης τὴν διὰ Θαδδαίου κυριακὴν ἐκτύπωσιν πρὸς Αὔγαρὸν σταλεῖσαν καὶ τῇ Ἐδέσσῃ ἐναποκειμένην. Εἰς μέσον δὲ ἔφερε καὶ τὴν παρὰ Λουκᾶ μὲν τοῦ ἀποστόλου ἱστορηθεῖσαν εἰκόνα, ἐν Ῥώμῃ δὲ πρὸς Θεόφιλον σταλεῖσαν, ὡσαύτως καὶ τὰ δύο χαλκᾶ ἐκτυπώματα, ἅπερ ἡ αἱμοῤῥοοῦσα ἐκ πόθου ἀνεστηλώσατο, ὧν τὸ ἓν ἐπικλινὲς πρὸς γῆν εἰς τύπον αὐτῆς καὶ τὴν εὐλογίαν παρὰ θατέρου δεχόμενον· τοῦ Χριστοῦ γὰρ ἦν. Τότε καὶ Γρηγόριος ὁ πάπας Ῥώμης γράφει πρὸς τὸν βασιλέα Λέοντα περὶ τῶν εἰκόνων. Ἀλλὰ τὸν Αἰθίοπα σμῆξαι μὴ δυνηθεὶς τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώλυσε τελεῖσθαι πρὸς τὸν βασιλέα, καὶ τὴν ὅλην δὲ χώραν αὐτῶν τῆς ἐξουσίας ταύτης ἀπέστησε. Δεῖγμα δὲ τῆς τοῦ Λέοντος κακοπραγίας πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. Ἐγγὺς τοῦ τεμένους τῆς ἁγίας τοῦ Θεοῦ Σοφίας οἷκος δεδόμητο λαμπρὸς, ἐν ᾧ βίβλοι τεθησαυρισμέναι ἦσαν, τὸν ἀριθμὸν ὡσεὶ τρισμύριαι ἐξακισχίλιαι πρὸς ἄλλαις πεντακοσίαις, ἔχουσαι φύλακά τε καὶ προῖστάμενον ἄνδρα τίμιον καὶ σοφόν. Ἢσαν δὲ καὶ ὑπ´ αὐτὸν ἕτεροι ἄνδρες θαυ μαστοί, ὡσεὶ ιβʹ, ἀμισθὶ τοὺς θέλοντας ἐκπαιδεύοντες · τοσοῦτον δὲ τὴν ἀρετὴν ἦσαν περιώνυμοι ὡς

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
