# Annales 298

Michael Glycas, Annales, 298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/298
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/298

καὶ τοὺς βασιλεῖς μηδέν τι πράττειν ἄνευ αὐτῶν. Ὁ γοῦν κάκιστος κοινοῦται καὶ τούτοις τὰ τῆς ἀθέου γνώμης αὐτοῦ, καὶ μὴ ἔχων καταπειθεῖς εὑρεῖν αὐναοῦ, καὶ πῦρ ὑφάπτει λιπαρὸν, καὶ πάντα ὁμοῦ καταφλέγει, τούς τε θείους ἐκείνους ἄνδρας καὶ σὺν αὐτοῖς τὰς βίβλους κοαοετναια οἰηχί, κ ἱηεπ [αοῖίο οοοοῖρειοι σΙΙί. ἰαη Δῖνῖηοε ἰειοε Ηοληρε υα ΙΦΓωε. Κατ´ ἐκεῖνο δὲ καιροῦ καὶ πλούσιός τις ἦν ἐλεησ μοσύναις ὁμοῦ καὶ πορνείαις συζῶν, καὶ οὕτω καταγηράσας ἀπέθανε. Γίνεται οὖν στάσις περὶ τοῦ ποῦ ὁ τοιοῦτος τέτακται· οἱ μὲν γὰρ ἔλεγον ἄμωμον εἶναι δεῖ τὴν ἐλεημοσύνην, οἱ δὲ ταύτῃ καθαίρεσθαι τὰ ἁμαρτήματα διισχυρίζοντο. Δεηθέντων οὖν τοῦ πατριάρχου τε Ῥωμανοῦ καὶ τῶν θεοφιλῶν ἐπισκόπων τοῦ Θεοῦ περὶ τούτου, ἀπεκαλύφθη τινὶ ἐγκλείστῳ. Ἐώρα γὰρ ἐντεῦθεν μὲν παράδεισον. ἐκεῖ θεν δὲ φλάγα πυρὸς μεγίστην, μέσον δὲ τὸν τελευτήσαντα ἑστῶτα καὶ μέγα στενάζοντα· πρὸς λι ἄγγελος ἐλθὼν εἶπε· «Τί μέγα στενάζεις; ἡ ἐλεημοσύνη σου ἐῤῥύσατό σε τῆς φλογός.» Μανθάνομεν αν ἐντεῦθεν ὅτι οὐ τοσοῦτον ὡφελήσει τὸ ἀργύριον ἐκ ῥυπαρᾶς χειρὸς διδόμενον. Ἀλλὰ καὶ Ζήνων ὁ βασιλεὺς, ὥς πού φησιν, ἐμίγη γυναικὶ παρθένῳ ἠς ἡ μήτηρ μὴ φέρουσα τὸ συμβὰν τὴν ἀειπάρθενον ἱκέτευε Θεοτόκον ἐκτενῶς ὥστε λαβεῖν ἐκδίκησιν. Καὶ ἤκουσε θείας ἐκεῖθεν φωνῆς οὕτω λεγούσος πρὸς αὐτήν· «Θέλομεν ἐκδικῆσαί σε, ὦ νύναι· ἀλλ´ ἡ δεξιὰ ἐκείνου ποιῆσαί με οὔτως οὐκ ἀφίησι.» Ὃ δὲ Θεολόγος Γρηγόριος πρὸς ἀκρίβειαν νομοθετῶν οὕτως εὕρηται λέγων· «Μίσθωμα πόρνης ἁγνὸς οἰἡ μερίζεται.» Ἐγένετο δὲ καὶ ἐν τῇ Ῥώμῃ τοιοῦτόν τι. Μοναχός τις ἀφορισθείς ὑπὸ Γρηγορίου τοῦ πάπα ὡς παρὰ γνώμην τοῦ ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν τοῦ μοναστηρίου τοῦ αὐτοῦ Γρηγορίου ποιήσας τι, μετ´ ὀλίγας ἐτελεύτησεν ἡμέρας. Ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, διότι ἀπῆλθεν ὁ ἀδελφὸς ἐξαίφνης δεδεμένος ὤν. Κᾶὶ γράψας ἐν χάρτῃ εὐχὴν λύουσαν τῶν δεσμῶν τὸν τεθνεῶτα ἔδωκέ τινι διακόνῳ εἰπών· «Ἄπελθε ἐπὶ τὸν τάφον τοῦ ἀδελφοῦ, Καὶ ἀνάγνωθι αὐτήν.» Καὶ τούτου γενομένου θεωρεῖ ὁ ἡγούμενος κατ´ ὄναρ τὸν ἀδελφὸν, καὶ λέγει αὐτῷ· «Λύπην ἔχομεν, ἀδελφὲ, περὶ ποῆ τι δεδειμένος ἐτελεύτησας· εἰπὲ οὗν ἡμῖν πῶς ἔχει τὰ κατά σε; καὶ ὃς ἀποκριθεὶς εἶπεν· ὄντως, πάτερ, εἰς φυλακὴν ἤμην ἕως χθές· σήμερον δὲ ἀπολέλυμαι.» Καὶ ἐγνώσθη πᾶσιν ὅτι καθ´ ἣν ὥραν ἀνέγνω ὁ διάκονος τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, στοῦ δεσμοῦ παραδόξως ὁ ἀδελφὸς ἠλευθέρωτο. Ὅσα δὲ δύνα ται ὁ παρὰ τῶν ἱερέων ἐπαγόμενος δεσμὸς, δῆς λον ἐντεῦθεν. Ἐν τῇ ἐκκλησιαστικῇ Ἰστορίᾳ τίλωνος

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
