# Annales 308

Michael Glycas, Annales, 308. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/308
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/308

συνεφθείρετο. Μανθάνει ταῦτα καὶ ὁ τότε πατριάρχης Ἰγνάτιος· ἐφ´ ᾧ νουθετεῖ, παραινεῖ, καὶ τελευταῖον ἐκδιώκει τῶν ἁγιασμάτων αὐτόν Μαίνεται ὁ Βάρδας, καὶ τὸν μὲν Ἰγνάτιον τῆς ποίμνης ἐξίστησιν, ἀντ´ αὐτοῦ δὲ προχειρίζεται Φώτιον. Ἀλλ´ ἐντεῦθεν οἵοις καὶ ὅσοις ἐβλήθη δει. νοῖς παρὰ Φωτίου ὁ Ἰγνάτιος, ἵν´ ἑκὼν φανείη παραιτούμενος, οὐκ ἔστιν εἰπεῖν. Ἀποῤῥιζοῦσι γὰρ αὐτοῦ τοὺς ὀδόντας, προσεφαπλοῦσι γυμνὸν κοπροΚφέρτῳ τινὶ λάρνακι τὸν τοῦ καταπτύστου Κοπρωνύμου φερούσῃ νεκρόν. Ἀλλ’´ οὐκ ἐπὶ πλέον ἀνέχεται ὁ Θεός· ὁ μὲν γὰρ Φώτιος αὐτίκα τοῦ θρόνου ἐνβάλλεται, ὁ δὲ Βάρδας κακῶς τῶν ὥδε μεθίσταται. Κατὰ γὰρ τοῦτο καὶ σημεῖά τινα τὸν ὄλεθρον αὐτοῦ κατεμήνυον, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι. Ἐλόκει γὰρ ὁ Βάρδας πρὸς τὴν μεγάλην Ἐκκλησίαν ἀπελθεῖν, καὶ τῳ του πατριὰρλου θρόνῳ τὸν κορυφαῖον Πέτρον ἰδεῖν ἐγκαθήμενον καὶ τοῖς ποσὶν αὐτοῦ τὸν ἁγιώτατον Ἰγνάτιον ἐγκυλινδούμενον. κἀκεῖθεν ὧν ἔπαθεν παρὰ γῆς Καἴ σαρο· αἰτοῦντα ἐκδίκησιν. Καὶ ὁ Βάρδα; εὐθέως Ἀώρα ῥομφαίαν διδομένην ὡς ὑπ´ αὐτῆς αὐτὸν μεληδὸν διατμηθῆναι. Οὐ πολὺς διῆλθε καιρὸς, καὶ κατὰ τοῦ Βάρδα θάνατος μελετᾶται παρὰ Μιχαὴλ τὴν ἐκείνου δυναστείαν δεδοικότος. Ξιφήρεις οὖν τοὺς κατ´ αὐτοῦ ἐπιόντας ὁ Βάρδας ἰδὼν τοῖς τοῦ βασιλέως ἑαυτὸν ἐπιῤῥίπτει ποσίν. Ἀλλ´ ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσι. Τὰ δὲ σταιδογόνα. αὐτοῦ μόρια κοντῷ ἀπαιωροῦσι καὶ τῷ λαῷ παραδειγματίζουσι. Μετὰ δὲ ταῦτα φυσικῆς γονῆς ὁ Μιχαὴλ ἀπορῶν, ὥς φησιν ὁ Σκυλίτζης, καὶ τὰ κοινὰ διεξάγειν οὐχ Ρἷός τε ὢν ἅτε τοῦ Βάρδα ἐξ ἀνθρώπων γενομένου, Κεἰσποιεῖται τὸν Βασίλειον εἰς υἱὸν, καὶ τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας διάδημα μετὰ μικρὸν αὐτῷ παρατίθησιν. Εἶθ´ οὕτος ὁ Μιχαὴλ παρὰ Βασιλείου ἐλεγχόμενος ἐφ´ οἷς ἔπραττε, ποιῆσαι τοῦτον ἐκ μέσου ἐφρόντιζε. Τί γοῦν ποιεῖ; Βασιλίσκον τινὰ φιλοτιμήσασθαι γὰρ ἤθελεν αὐτὸν, ὅτι προφθάσας ὕμνησε τὸ κράτος αὐτοῦ ὃιὰ τὸ καλῶς δῆθεν ἡνιοστροφῆσαι εἰς μέσον ἀγαγὼν τὴν πορφύραν αὐτὸν ἐνδύει καὶ τὸ διάδημα, πρὸς τὴν γερουσίαν εἰπών· «Πάλαι μὲν οὖν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν, ἢ τὸν Βασίλειον ἐφ´ ᾧ καὶ μεταμεμέλημαι.» Ἀλλ´ ἐντεῦθεν ἡ τοῦ Μιχαὴλ κατάλυσις λαμβάνει ἀρχὴν, εἰ καὶ μᾶλλον ἀκρατοποτῶν οὐ διέλιπε τοῖς ὑπ´ αὐτὸν πολλὰ κακὰ προξενῶν, ἄλλου μὲν ὧτα κελεύων ἀφαιρεῖσθαι, ἐτέρου δὲ ῥῖνα καὶ κεφαλὴν ἄλλου. Ἀλλ´ ἐν τούτοις ἐμποδίζοντα τὸν Βασίλειον εἶχεν. Ἐφ´ʹ. ᾧ δόλον μελετᾷ κατ´ αὐτοῦ. Ἐνέσκηώε γάρ τινι βέλος ἀφιέναι τῷ δοκεῖν μὲν κατὰ θηρίου, τῇ δὲ ἀληθείᾳ κατὰ Βασιλείου. Καὶ ὃς πάντα ἐννοήσας ἔδρασε μᾶλλον ἐπὶ Μιχαὴλ ὅπερ αὐτὸς ἔμελλε ἀπ´ αὐτοῦ παθεῖν· ἐφ´ ᾧᾠ καὶ φονεύει αὐτὸν κατὰ τὸν ἅγιον Μάμαντα.

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
