# Annales 315

Michael Glycas, Annales, 315. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/315
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/315

Οὗτος μετὰ θάνατον τοῦ θείου αὐτοῦ Ἀλεξάνδρου νέος ὢν, καὶ τὴν βασιλείαν ὕποπτον Κγων, τὸν Ῥωμανὸν διὰ χρυσοβούλλου φύλακα ἑαυτοῦ ποιεῖ καὶ ἀντὶ πατρὸς ἐκεῖνον ἑαυτῷ καθίστησι, μήπω τινὸς ἐτέρου τούτῳ τιμηθέντος τῷ ἀξιώματι. Μετ´ οὐ πολὺ δὲ Καῖσαρ ἀναγορεύεται καὶ διαδήματι στέφεται. Ἐπίτροπος τοῦ βασιλέως Κωνσταντίνου Ῥωμανὸς ὁ Λακαπηνὸς κρατεῖ ἔτη κεʹ. Πολλὰ καὶ πολλάκις οἱ Βούλγαροι τὸν Συν ἔχοντες ἀρχηγὸν τῆς τῶν Ῥωμαίων χώρας κατέδραμον. Εἶτα πρὸς καταλλαγὰς ἔρχεται. Καὶ κατά γε τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὅ τε διαληφθεὶς Συμεών καὶ ὁ βασιλεὺς Ῥωμανὸς προπροσώπως ἀλλήλους τεθέανται, καὶ ὁμιλοῦσι τὰ φίλια, καὶ οὕτως οἴκαδε πάλιν ὑπονοστοῦσι. Τηνικαῦτα καὶ τέρας τι συμβαίνει γραφῆς ἄξιον. Δύο φασὶν ἀετοὺς τῶν βαΚσιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ ἀλλήλοις συμμίξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾷκην ἀποπτῆναι. Τοῦτο δὲ οἱ περὶ τὰς ἀρνιθοσκοτίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν· διαλυθῆναι γὰρ καὶ αὐθις τὴν αὐτῶν εἰ. ρήνην ἔφησαν. Ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων, καὶ χάσματα γῆς, ἀλλ´ ἐπὶ τοσοῦτον ὥστε πολλὰ χωρία καὶ ἐκ κλησίας αὐτάνδρους καταποθῆναι. Τί τὸ μετὰ ταῦτα; καὶ ποῦ τὰ τῶν ἀετῶν καταντᾷ καὶ ἡ ἐνείνων διαμάχη; Ἰωάννης τις ἀστρονόμος προσελθών τῷ βασιλεῖ ἔφη ὡς Εἰ πέμψας ἀποκόψεις τὴν κεφαλὴν τῆς ἱσταμένης στήλης ἄνωθεν τῆς ἐν Ξηρολόφῳ ἀψῖδος καὶ πρὸς δύσιν βλεπούσης, ἀποθανεῖται ὁ Συμεὼν τηνικαῦτα· αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην ἔλεγεν. Ὁ δὲ τοῖς ἐκείνου λόγοις πεισθεὶς τὴν κεφαλὴν αὐτίκα τῆς στήλης ἀπέτεμε. Καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἐπέγνω σημειωράμενος ὁ βασιλεὺς, ἐν Βουλγαρίᾳ ὁ Συμεὼν τέθνηκε, νόσῳ κατὰ καρδίας ἁλούς. Κατ´ ἐκεῖνο δὲ καιροῦ λίθος ἔπεσεν ἀπὸ τῆς ἐν τῷ φόρῳ ἀψῖδος, ν κομήτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνῬωμανῷ τῷ γέροντι καὶ ἕτερος ἦν υἱὸς, Θεοφύλακτος τοὔνομα, διάκονος. Καὶ ἐπεὶ νέος ὢν οὐ συνεχωρεῖτο εἰς τὸν πατριαρχικὸν ἀναχθῆναι θρόνον, χειροτονεῖται ἀντ´ αὐτοῦ Τρύφων τις ὥστε. διέπειν τὸν θρόνον ἕως ἄν ἡλικίας δεούσης ὁ ΘεοΚφύλακτος γένηται. Τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ἂν ἔθετο, Τρύφων ὁ πατριάρχης οὐκ ἤθελεν ἐκκστῆναι τοῦ θρόνου ὡς ὑπέσχετο, εἰ μὴ καὶ αἰτία τις ἀναφανῇ δικαίως τοῦτον κατάγουσα. Ἀθυμεῖ ἐπὶ τούτοις ὁ βασιλεύς. Προσέρχεται αὐτῷ Θεοφάνης ὁ Καισάριος, ὃν δὴ καὶ χοίρινον ἐκάλουν. Ὑπισχνεῖται

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
