# Annales 318

Michael Glycas, Annales, 318. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/318
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/318

τὴν χειροθεσίαν ποιήσασθαι. Ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρίψαντι καὶ χειροτονήσαντι μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειροθισίαν. Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾷν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, κἂν τὸ ἐγχείρημα πέρας οὐκ ἔλαβε· τὸν γὰρ δηλητηριῶδες φάρμακον περιτραπὲν καὶ τύχη τινὶ χυθὲν διὰ τὴν ὀλιγότητα θανατῶσαι τοῦτον οὐκ ἴσχυσεν. Ἐγκοτῶν μὲν οὗν τῷ πατριάρχῃ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος τελευτᾷ. Πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἐπί τινα χρόνον συχνὸν ἑαπέρας καταλαμβανούσης λίθοι ἄνωθεν καταφερόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων. σύν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. Πολλὰ δὲ συντηρήσας οὐκ ἐπέγνω πόθεν οὶ λίθοι καὶ παρὰ τίνος ἐβάλλοντο· ἐκ θείας γὰρ, ὡς ἔοικεν, οὺτοι ὀργῆς Διαδέχεται τοίνυν αὐτὸν Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ, κρατήσας ἔτη τρία. Καὶ τὴν μὲν ἐξουσίαν πᾶσαν Ἰωσὴφ ἀνατίθησι τῷ πραιποσίτῳ, αὐτὸς δὲ μετὰ βεβήλων ἀνδραρίων συνδιῆγε καὶ τὰ χείριστα συνεπράττετο. Τοίνυν καὶ κληρικόν τινα ἐκτομίαν ὄντα, διά τινας ἀσέμνοος πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βααιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα κἀντεῦθεν κρυπτόμενον, ὡς ἤδη ἐπελάβετο τῆς ἀρχῆς, τὸ μοναχικὸν μὲν αὐτὸν ἐκδιδύσκει ἀμφίον, καὶ τὸ τῶν κληρικῶν σχῆμα μετενδύσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξεν, Ὁ μέντοι Πολύευκτος ζήλου πλησθεὶς ἠνάγκαζε τὸν βασιλέα τοῦτον ἀπώσασθαι. Ὡς δὲ ἐκεῖνος ἀνθίστασο μὴ τὸ μοναχικὸν ἐπάγγελμα μετ´ εὐχῆς δέξααθαι, διὰ φόβον δὲ τοῦ βασιλέως, τούτου χάριν ἀφίαται. Νικηφόρον μὲν οὖν τὸν Φωκᾶν, δομέστικον τηνικαῦτα ὄντα τῶν σχολῶν καὶ πολλὰ τρόπαια στησάμενον κατὰ τῶν ἑῴων Σαρακηνῶν, καὶ κατʹ´ αὐπῶν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
