# Annales 323

Michael Glycas, Annales, 323. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/323
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/323

ἀναίνει ὁ πατριάρχης. Γίνεται ταῦτα, καὶ οὐ μόνον ἡ μοιχαλὶς ἀλλὰ καὶ οἱ αὐτόχειρες τοῦ Φωκᾶ τῆς πόλεως ἐκδιώκονται. Ῥήγνυσι δὲ καὶ τὸν τόμον ἄ Τζιμισχῆς, ὃν ἐπὶ συγχύσει τῆς Ἐκκλησίας ὁ Φωκᾶς ἔθετο. Ταύτη τοι καὶ τῷ διαδήματι παρὰ τοῦ Πολυεύκτου στέφεται. Μετὰ δὲ ταῦτα τοὺς Βουλγάρους καταγωνισάμενος χαριστήρια τῶν τροπαίων ἀποδίδωσι τῳ Θεῷ. Ἐφ´ ᾧ καὶ ἄνωθεν τῆς ἀψῖδος τῆς χαλκῆς ναὸν ἀνοικοδομεῖ ἐκ καινῆς. Προστάσσει δὲ καὶ τὴν εἰκόνα τοῦ Σωτῆρος τῷ νομίσματι ἐγγράφεσθαι, μὴ πρότερον τούτου γενομένου. Τηνικαῦτα καὶ κομήτης ἐφάνη ὁ καλούμενος πωγωνίας κατὰ μῆνα Αὕγουστον, καὶ ἐφαίνετο ἄχρις Ὀκτωβρίου, σημαίνων τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς ἐπελευσομένας τοῖς Ῥωμαίοις συμφοράς. Τινές μὲν οὖν τῶν πόλεων, ἃς ὁ Φωκᾶς προλαεὼν ἐπεκτήσατο, τὴν Ῥωμαίων ἐξουσίαν ἀπεσείσαντο. Ἔξεισι λοιπὸν ὁ βασιλεὺς κατ´ αὐτὼν, καὶ ἄπεισι μέχρι Δαμασκοῦ, καὶ πάντα καλῶς πειθοῖ τε καὶ πολέμῳ ἀποκαταστήσας πρὸς τὴν βασιλίδα ὑπέστρεφε. Διερχόμενος οὖν κατά γε τὴν Ἀνάβαρζαν καὶ τὸν Πονδαδὸν, κἀκεῖσε κτήσεις ἰδὼν πολυτελεῖς καὶ χωρία πάμφορα, ἡρώτα τοὺς παρευρημένους τίνος ἂν εἶεν αὖται. Ὡς οὖν ἐμάνθανεν ὅτι Βασιλείου τοῦ παρακοιμωμένου εἰσὶ πᾶσαι, ἀφ´ ὧν αἱ μὲν τῇ Ῥωμαίων προσεκτήθησαν παρὰ Νικηφόρου τοῦ Φωκᾶ, αἱ δὲ τοῦ δομεστίκου καὶ αὗται παρὰ σοῦ, ὧὦ βασιλεῦ, ἐντεῦθεν περααλγὴς γενόμενος(ὰ γὰρ καταλειφθέντα τῷ δημοσίῳ οὐδενδς ἄξια λόγου ἐτύγχανε] καὶ βύθιον στενάξας · «Δεινὸν, ὦ παρόντες, ἔφη, εἰ τὰ δημόσια κασαναλίσκονται κοήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδίχονται κόπους, τὰ δ´ ἐκ τοσούτων προσκτώμενα μόχθων ἐνὸς εὐνούχου γίνονται κτῆμα.» Καὶ ὁ κὲν βασιλεὺς ταῦτα, τίς δὲ τῶν παρόντων τῷ Βασιλείῳ τηνικαῦτα τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἠρέθισε πρὸς ὁργήν, ὑπέρχεται οὖν τὸν οἰνοχοοῦντα τῷ βασιλεῖ, δηλητήριον. κίρνησι. Πλὴν οὐ τῶν δραστικωτέρων ἦν· ἐφ´ ὧ καὶ κατ´´ ὀλίγον νοσηλευόμενος ὁ βασιλεὺς, καὶ τοὺς ἄμους ἀνθρακιάσας, αίματος αὐτοῦ πολλοῦ ῥυέντος διὰ τῶν Κρατεῖ μετ´ αὐτὸν Βασίλειος ὁ πορφυρογέννητος Ητη νʹ, εἰ καὶ τὸ πᾶν τηνικαῦτα παρὰ Μασιλείο. προέδρου ἐνεργούμενον ἦν διά γε τὸ ἁπαλὸν τῆς τοῦ ἄασιλέως νεότητος. Ἔκτοτε οὖν τὰ τοῦ ἀμφυλίου πολέμου κατὰ τὸν προφανέντα κομήτην λαμάνει ἀρχήν. Κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ Κκλειψις ἡλίου γέγονεν, ὤστε καὶ ἄστρα φανῆναι. Πρόσεχε δὲ, ἀγαπητὲ, ὅτι τῶν Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοὶ, Δαυὶδ, Μωσῆς, Ἀαρὼν καὶ Σαμουὴλ, καὶ οὐ διέλιον Κκτοτε πόλεμοί τε πανταχοῦ καὶ σφαγαί. Ἐν ἔτει συσδʹ, Ὀκτωβρίῳ μηνὶ, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοί, καὶ μέρος τῆς σφαίρας τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας, ὅπερ ὁ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
