# Annales 335

Michael Glycas, Annales, 335. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/335
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/335

ἀξιωμάτων καὶ τῶν συνήθων δωρεῶν παρὰ τοῦ βασιλέως τυχεῖν. Ἀλλ´ αὐτοὺς κανοὺς ἐκπέμπει, πλύνας μᾶλλον ὕβρεσιν αὐτούς. Ἐφ´ ᾧ δόντες καὶ λαβόντες ὅρκους ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ καὶ συμφωνήσαντες τὸν Κομνηνὸν ἀναγορεῦσαι βασιλέα αἴκαδε ἀπῄεσαν. Διὰ γοῦν ταῦτα ὁ βασιλεὺς δωρεαῖς μεγίσταις τοὺς πολίτας ἐμπεδοῖ, καὶ ἀραῖς βαρείαις συμφωνοῦντας μὴ προσδέξασθαι τὸν Ἰσαάκιον, τῇ βουλῇ ταύτῃ καὶ ὁμολογίᾳ καὶ αὐτῆς συγκλήτου κατατιθεμένης· τῇ γὰρ ἐξουσίᾳ πειθαρχοῦντες καὶ γραμματείῳ ταῦτα βεβαιοῦσιν. Ἀλλ´ εἰς οὐδὲν ὥνησε ταῦτα· τοῦ γὰρ Ἰσαακίου ἐπιθεμένου,. καὶ τοῦ πατριάρχου συμβουλεύσαντος δῆθεν τῷ βασιλεῖ, αὐτὸς μὲν ἐξίσταται τῆς βασιλείας, ἀναγορεύεται δὲ ὁ βασιλεὺς Ῥωμαίων ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ κρατεῖ ἔτη βʹ. Τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν βασιλείαν ἀναζω.σάμενος, καὶ τῇ ἑαυτοῦ ἀνδρείᾳ τὰ πάντα λογισάμενος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ Θεῷ τὸ πᾶν ἐπιγράψας. Τὸν πατριάρχην τὰ μέγιστα τιμᾷ καὶ τοὺς συναραμένους αὐτῷ. Ἀλλὰ φειδωλίας κατάρχεται, τὰ τῶν φροντιστηρίων περττὰ ἀποκόπτει, μόνα τὰ ἐπαρκοῦντα τούτοις ἀφείς, ἀκτημοσύνην δῆθεν αὐτοὺς ἐκδιδάσκων, καὶ μὴ βίον εὐλακεσμένον ζῇν. Ὁ δὲ πατριάρχης ἐπὶ τῷ βασιλεῖ τὰ πλεῖστα θαῤῥῶν οὐκ αἶχεν ἐπικλινῆ ταῖς αὐτοῦ ἔστιν ὅτε αἰτήσεσι φορτικαῖς ἅτε πολλάκις οὔσαις· οὐκοῦν ἐπιτιμίοις ἀποτροπαίοις ὑποβάλλει αὐτὸν, ναὶ μὴν καὶ ἀπειλαῖς, τὸ δημοκοπούμενον τοῦτο λέγων, «Ἐγώ σε ἔκτισα, φοῦρνε· ἐγώ σε καὶ καταλύσω.» Βουλεύεται δὲ κοκκοβαφῆ περιβαλεῖν πέδιλα, τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος, καὶ δεῖν τούτοις κἀν τῆ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα· ἱερωσύνης γὰρ καὶ βασιλείας τὸ διαφέρον οὐδέν. Ταῦτα μαθὼν ὁ βασιλεὺς, καὶ δέον κρίνας δρᾶσαι μᾶλλον ἢ παθεῖν. ἐξορίζει τὸν πατριάρχην. Ἀλλὰ καὶ τὴν αὐτοῦ καθαίρεσιν μελετῶντος ἐκείνου ὁ πατριάρχης τελευτᾷΤαύτῃ τοι καὶ μετανοίᾳ χρησάμενος ὁ βασιλεὺς ἐντίμως ἐπανάγει αὐτὸν, πάντων ἐκπλακέντων ἐπὶ τῷ συμβεβηκότι τὸτε θαύματι· ἡ γὰρ τοῦ πατριάρχου δεξιὰ χεὶρ σταυροειδῶς σχηματισθεῖσα, ὡς ἡνίκα τὴν εἰρήνην ἐπεφώνει τῷ λαῷ, μεμένηκεν ἄτρεπτος, μὴ συναλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος. Προχειρίζεται δὲ ἀντ´ αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδρος ὁ Λειχούδης, πρωτοβεστιάριος ὥν· οὗ τῆς μεγαλοδώρου χειρὸς καὶ ἱκανῆς προνοίας οὐδεὶς ἔξω μεμένηκι Μετὰ δὲ ταῦτα ταράσσεται τὸ Οὐγγρικόν. Ἐξέρχεται κατ´ αὐτῶν ὁ βασιλεὺς, καὶ πάντες μὲν σηένδονται, μέρος δέ τι Πατζινακικὸν χεῖρας δοῦναι

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
