# Annales 339

Michael Glycas, Annales, 339. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/339
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/339

στοατοῦ κατὰ τῶν Τούρκων ἐκπέμπε.. ΓΙολλὰ λοιπὸν ἐντεῦθεν ἀτυχήματα τοῖς Ῥωμαίοις συμβαίνει· πολέμου γάρ που συγκροτηθέντος καὶ αὐτὸς ὁ Μανουήλ κρατεῖται καὶ τοῦ στρατοῦ παντὸς ἀπώλεια Κγίνεται, εἰ καὶ ὁ κατασχὼν αὐτὸν Τοῦρκος διὰ φόβαν τινὰ καὶ ἀποστροφὴν τοῦ σουλτάνου αὐτόμολος μετὰ καὶ Μανουὴλ προσῆλθε τῷ βασιλεῖ. Διὰ γοῦν ταῦτα πάντα πρὸς ἐκστρατείαν ὁ βασιλεὺς καὶ αὖθις χωρεῖ. Διεπεραιοῦτο λοιπὸν εἰς τὰ τῶν ἱερείων παλάτια. Καὶ τηνικαῦτα περιστερά ποθεν ἀναφανεῖσα οὐ πάντη λευκὴ, τὸ πλεῖον δὲ μελάντερος, καὶ τῇ τριήρει τοῦ βασιλέως περιπταμένη, ταῖς αὐτοῦ χερσὶ περιπίπτει. Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα ἐκπέμπει αὐτήν. Οὐ χρηστῆς δὲ ἀποβάσεως ἔδοξεν αὕτη. Ἀπαίρει δ´ ἐκεὶθεν ὁ βασιλεὺς οὐκ ἔν τινι τόπω. διαφανεῖ, ἑλεπόλει δέ τινι, ἢν οἱ ἀγροικότεροι Ἐλεεινοῦ πόλιν καλοῦσιν. Οἰωνὸς δὲ καὶ τοῦτο ἀπαίσιος. Πρὸς τούτοις καὶ ἕτερόν τι τοιοῦτον συμβαίνει· τὸ γὰρ ἐπέχον τὴν βασιλικὴν σκηνὴν ξύλον κατεαγὲν καταπεσεῖν ταύτην πεποίηκεν Χωρεῖ περαιτέρω τῆς ἕω· καὶ δειλαινόμενος τοῖς σημείοις ἐν ὑψηλοτέροις δώμασι τὴν ἀνάπαυσιν ἐποιεῖτο. Ἀλλὰ κἀκεῖ τὰ σημεῖα συντρέχουσι· δω μάτιον γάρ τι, ἐν ᾧ ἀνεπαύετο, πῦρ ἔνθεν κάκεῖθεν περιέλαβεν, ἵππους τε καὶ βασιλικὰς ἐφεστρίδας κατέκαυσε Λιαπεραιοῦται τὸν Ἄλυν, ἐνδότερον γίνεται. Προβαίνουσι πολέμιοι. Ἐπὶ τούτοις καὶ αὐτὸς ὰ τουλτάνος κατὰ τοῦ βασιλέως χωρεῖ. Καὶ ὃς ἑτοιμασθεὶς, ὡς εἰκὸς, τοῦ σουλτάνου κατόπιν διώκει· οὐδὲ γὰρ αὐτὸς τὴν τοῦ βασιλέως ἐπέλευσιν ἔφερεν. Ἐπὶ πολὺ οὖν διώξας ὁ βασιλεὺς ἔστη τῆς πρόσω φορᾶς, μή πως συμβῇ καί τι τῶν ἀδοκήτων, ὀπισθόπους λοιπὸν κυὶ ἡ τοῦ βασιλέως σημασία χωρεῖ Ὁ δὴ καὶ ἰδόντα τὰ τάγματα, καὶ ἧτταν εἶν αι τοῦ βασιλέως τὸ πρᾶγμα λογισάμενα, ἔνθεν κἀκεῖθεν διασκεδάζονται. Ἀνηνέχθη τῷ σουλτάνῳ τὰ περὶ τούτου, καὶ τηνικαῦτα διώκων ὀ διωκόμενος γίνε. ται. Εἶτα τί; Συμπλέκονται πρὸς ἀλλήλους, ἐπιτίθενται καὶ αὐτῷ τῷ βασιλεῖ· καὶ ὃς τὰ πολεμικὰ γενναῖος ὢν ἀνθίσταται τοῖς ἐχθροῖς καὶ διὰ χειρῶν σολλοὺς ἀναιρεῖ. Εἶτα τὴν χεῖρα βάλλεται, ὁ ἴππος αὐτοῦκατακοντίγεται. Ἀλλὰ καὶ πεζεύσας γενναίως ἵσταται. Ἀλλ´ ὢ τοῦ πτώματος! Μετὰ γὰρ ταῦτα κάντα τοῖς ἐχθροῖς ἁλώσιμος γίνεται, τῷ σουλτάνῳ δέσμιος ἄγεται. Καὶ ὃς τοῦ θρόνου ἀνέθορε, καὶ πατήσας τὸν αὐχένα συνήθως αὐτοῦ τῆς γῆς τοῦτον ἀνίστησι, καὶ περιπτυξάμενος, «Μὴ δέδιθ,» ἔφη, «ὥ βασιλεῦ· οὐδὲ γὰρ ἐγκύρσεις κινδύνῳ σωματικῷ, ἀξίως δὲ τιμηθεὶς τῆς τοῦ κράτους ὑπεροχῆς · ἄλογος γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος ὁ μὴ τάς ἀπροόπτους τύχας λογιζόμενός τε καὶ εὐλαβούμενος. » Σύνθρονον οὖν αὐτὸν εἶχε καὶ ὁμοδίαιτον καὶ] ὁμόδοξον, παντοίως αὐτὸν παρακαλῶν μέχρις ἡμερῶν ηʹ. Ἐρωτήσαντος δέ ποτε τοῦ σουλτάνου τὸν βασιλέα, «Τί ἀν ἔδρασας εἰ ἔσχες ἐμὲ ὑποχείριον,» ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκοίν· τδτι Ιολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σουτὸ σῶμα. «Ἀλλ´ ἐγὼ,» φησὶν ὁ σουλτάνος, «οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. Πλὴν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
