# Annales 345

Michael Glycas, Annales, 345. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/345
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/345

ΠυΙ ΠΟναοΙά, εο ἀιοροοε. νάμει τὸ πᾶν ἐπιτρέψαντες. Ἅπαξ καὶ δίς ἐπιβουλαὶ κατ´ αὐτοῦ, τοῦ βασιλέως δηλαδή· πέρας δὲ ταύταις οὐκ ἦν. Τότε δὴ καὶ τὸ τῶν Φράγγων ἔθνος ἔκ τῶν ἑσπερίων τὴν βασιλείαν καταλαμβάνει ὡς ἐκεῖθεν πρὸς ἕι διαπεραιώσασθαι. Ὥν τὴν συγκίνησιν θεόσημόν πι προεμήνυσεν· ἀκρίδων γὰρ ἄπειρον πλῆθος ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχηκὸς καὶ ὡς νέφος ἱππαόμενον ἀπεικάζεσθαι καὶ σκιάζειν τὸν ἥλιον διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑῴαν ὥρμητο, κἀκεῖ κατέπαυσε. Διαπεραιοῦνται οὗν οἱ Φράγγοι, καὶ τὴν Νίκαιαν παρὰ τῶν Τούρκων κατεχόμενοι ἀφαιροῦσι καὶ τῶ βασιλεῖ ταύτην ὤνιον διδόασι. Τότε ἡ τῶν Πωγνομίλων ἀνεφάνη αἵρεσις, ἧς κατῆρχε Βασίλειος ὁ λεγόμενος ἰατρός, Ἑτέρα δὲ πάλιν ἐπανάστασις παρά τινος γέγονε, Κομάνους μὲν ἐφεπομένους ἔχοντος καὶ εἶναι λέγοντος τοῦ προβεβασιλευκότος Διογένους. Ἀναγορεύεται οὖν κατὰ τὴν Θρᾳκίαν ἀπατώμενος, ἀλλὰ κατέχεται καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. Τὸ δὲ ὀρφανοτροφεῖον ἤδη ἐσχολακὸς ἀνακαινίζει ὁδιαληφθείς βασιλεύς. Προφορεῖ καὶ οἴκοθεν κτήματα, τὰ μέντοι φροντιστήρια καὶ τὸ τῶν παίδων διδασκαδεῖον αὐτὸς προσεπιτίθησιν. Ἐτέρα κατὰ αὐτοῦ ἐπιβουλὴ, ἧς κατῆρχεν ὁ Ἀνεμᾶς Μιχαήλ. Ἀλλὰ αὐτίκα διαμηνυθέντες παιδεύονται, ἁλωθέντες τὰς τρίχας τῆς κεφαλῆς οὐ ξυρῷ, ἀλλὰ δρώπακι. Ἡμέντοι τοῦ βασιλέως μήτηρ τὴν βασιλείαν ἅπασαν οἰκονομοῦσαῆν, ἐφ´ ᾧ καὶ ὁ κρατῶν ἠνιᾶτο, ὡς ἔχων μόνον τὸ τῆς βασιλείας ὄνομα. Τοῦτο οὖν ἡ μήτηρ γνοῦσα ἑκοῦσα ἐξέστη, καὶ εἰς τὴν τοῦ παντεπόπτου μονὴν, ἢν αὕτη ἐδείματο, κατοικεῖ. Πρὸς μέντοι τὴν κοινωνὸν τοῦ βίου ὁ κρατῶν οὔτε ἀποστόργως εἶχε πρὶν οὔτε παντοίως ταύτῃ προσέκειτο· ἀφροδισίων γὰρ ἡττώμενος οὐ πάνυ τὰ εἰς εὐνὴν ἐτύγχανε δίκαιος. Ἐπεὶ σ´ ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ ὑπόφορα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε τῇ Αὐγούστῃ πρόσκειται τέλεον καὶ πᾶσαν αὐτῇ πὴν οὐσίαν ἀνατίθησι, ἡνίκα καὶ μᾶλλον ποδαλγῶν κλινοπετὴς ἦν. Αὕτη δέ, τῷ μὲν υἱῷ καὶ βασιλεῖ Ἰωάννῃ μὴ φιλίως προσκειμένη, τὴν διάθεσιν πᾶσαν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
