# Annales 50

Michael Glycas, Annales, 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/50
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/50

ἰδού σοι καὶ ταύτην τὴν βίβλον συντίθημι Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε τοῦτον τὸν κόσμον ὁ Θεὸς, ἐν δὲ τῇ μβδόη κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Ἡδύνατο οὖν ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ θάλατταν, ἰχθύας, τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς τούτοις τὸν ἄνθρωπον. Ἀλλ´ ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ Δημιουργὸς ἡμῶν καὶ Θεὸς, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης φησίν. Εἰ γὰρ καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτό τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦτα εἰς τὸ εἶναι παρήχθησαν. Ἐν ἕξ δὲ καὶ μόναις ἡμέραις, καὶ οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐδόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἑξ ἡμέρας τῆς ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην δοξολογίαν Θεοῦ. Διὰ γὰρ τοῦτο καὶ ὁ Δημιουργὸς ἐν τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν. Εἰ δὲ ὁ Κύριος ἐν Εὐαγγελίοις εὔρηται λέγων, «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» μὴ θαύμαζε. Τότε μὲν γὰρ ὁ Θεὸς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι. κατίπαυσιν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν · μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. Ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ συντηρῶν οὐ δεάλειπεν γὰρ μὴ οὕτω ποιῶν ἥν, οὐκ ἂν ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε], καὶ λίαν εὐλόγως καὶ τήμερον ἐργάζεσθαι λέγεται. Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄναστρον, περὶ οὖ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει αὐτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιὼν, οὕτω φησὶν, «Εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινὴν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.» «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπόρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον. εἶτα τὴν γῆν. Ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶτα´ οὕτως ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐρανόν. Ἀλλὰ μὴ θαύμαζε τούτου ἔνεκεν. Ἐπειδὴ γὰρ πάντα τοῦ Θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν πάντως οὐδὲν, εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγωγῇ τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. Καὶ οὔτω μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέχνης Θεὸς τὸν οὐρανὸν πρότερον παραγαγὼν, εἶτα τὴν γῆν, ἀπόῤῥητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. Ἐπειδὴ γὰρ, ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώρας ἡ γῆ καὶ συσφίγγεται,

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
