# Annales 56

Michael Glycas, Annales, 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/56
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/56

οόσου του οὐρανοῦ.» Αὐτὸ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἑν τῷ εἰκοστῷ αὐτοῦ κεφαλαίῳ παρίστησι, τρεῖς εἶναι λέγων οὐρανοὺς, αὐτίκα τὸν ἐξ οὐκ ὄντων ἐξ ἀρχῆς παραχθέντα, τὸν ἐξ ὑδάτων τε λαβόντα τὴν σύστασιν καὶ αὐτὸν τὸν ἀέρα. Καὶ δηλοῖ τοῦτο ἡ Γραφὴ λέγουσα «τὰ πετεινὰ τοῦ οὐρανοῦ.» Πρόσεχε οὖν. Ὁ πρῶτος μὲν γὰρ οὐρανὸς, ὁ ὑπὲρ κεφαλῆς ἡμῖν ὑφηπλωμένος ἀὴρ, δεύτερος αὐτὸ τὸ στερέωμα, καὶ τρίτος ὁ ἐξ οὐκ ὄντων κατ´ ἀρχὰς γεγονὼς, εἰς ὃν δὴ καὶ ὁ πάμμεγας ἡρπάγη Παῦλος. Εἰ δὲ καὶ πλείους οὐρανοὺς ὁ Δαβὶδ ὑπευοαίνει λέ γων «Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,» μὴ θαύμαζε· ἡ γὰρ Ἑβραΐς γλῶττα πληθυντικῶς ἐκφέρειν εἴωθε τὰ ἑνικὰ, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φηο σίν. Οὕτω μὲν οὗν νοήσεις καὶ ἔνθα λέγει «Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιοέσει··ν μία γὰρ ἐκεῖσε διαίοεσις γέγονε, καὶ οὐ πολλαί. Καλεῖ δὲ τὸν δεύτερον οὐρανὸν στερέωμα ἡ Γραφὴ, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου οὐρανοῦ καὶ αὐτοῦ τοῦ ὕδατος· εἰκὸς γὰρ τὸν ἐκεῖνον λεπτομερέστερον σῶμα τυγχάνειν καὶ εἰλικρινέστερον. Καὶ δῆλον ἐξ] ὧν ὁ Ἠσαΐας φησὶν «Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν.» Ὡσαύτως καὶ τὸ ὕδωρ αὐτὸ ἀραιόν τε καὶ μαλακὸν πρὸς αὐτὸ συγκρινόμενον τὸ στερέωμα. Ὁ μὲν οὖν Ἰώσηπος ἐν τῇ κατ´ αὐτὸν ἀρχαιολογίᾳ φησὶν ὅτι τὸ στερέωμα παραγαγὼν ὁ Θεὸς κρύσταλλον αὐτῷ περιέπηξε, νότιόν τι καὶ ὑετῶδες πρὸς τὴν ἀπὸ τῶν δρόσων ὡφέλειαν ἁρμοδίως αὐτὸ τῇ γῇ ἐμηχανήσατο. Οὐκ ἔχει δὲ καὶ τὰ τῆς ἀληθείας, ὡς οἰμαι, κατὰ τὸν ἐκείνου σκοπόν. Τίνος ἕνεκεν· Ὅτι δρόσοι καὶ ὑετοὶ πάχναι τε καὶ χάλαζαι καὶ χιόνες ἐξ ἀναθυμιάσεως λέγονται τῶν περὶ γῆν ὑδάτων συνίστασθαι. Καὶ πρόσεχε τῷ μεγάλῳ Βασιλείῳ περὶ τούτων οὕτως ἐν τῇ Ἐξαημέρῳ αὐτοῦ διεξιόντι· «Καλὴ μὲν οὖν ἡ θάλασσά ἐστι, καὶ ὅτι τοῖς ἀερίοις ὕδασιν ἀρχή τίς ἐστι καὶ πηγὴ, θαλπομένη μὲν τῆ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν· ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέσθαι τῆς ἀπὸ τοῦ κδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψῦξιν ἐπιτεινούσης, ὑετὸς γίνεται καὶ πιαίνει τὴν γῆν.» Καὶ μάρτυς τῶν λεγομένων ὁ προφήτης Ἀμώς λέγων· «Κύριος ὁ ποιῶν πάντα καὶ μετασκευάζων, ὁ ἀνάγων τὰ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς.» Ὅτι δὲ τὸ λεπτότερόν τε καὶ ποτιμώτερον ἐκ τῆς θαλάττης ἀνάγεται τῇ τοῦ ἡλίου θερμότητι, οὐδεὶς ὅν ἀπιστήσειεν τοὺς ὑποκαιομένους λέβητας ἐννοήΖας, οἱ πλήρεις ὄντες ὑγροῦ πολλάκις κενοὶ κατελείφθησαν, εἰς ἀτμὸν πάντως τοῦ ἑψομένου διακοιθέντος. Ἀλλὰ καὶ αὐτὸ τὸ τῆς θολάττης ὕδωρ ἴδοι τις

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
