# Annales 59

Michael Glycas, Annales, 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/59
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/59

διδράσκοντες· λεπτοὺς γὰρ ἔχοντες τοὺς περὶ τὸ ὰ καρδίαν πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν πρὶν τὴν ἀπ´ αὐτοῦ ψῦξιν τῶν καιρίων καθάψασθαι. Ἐλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράα σεως τὴν βλάβην ἀποφευγόντων. Ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτὲ καὶ ἡμῖν χρήσιμα· διὰ μὲν νὰρ τοῦ μανδραγόρου ὕπνον οἱ ἰατροὶ καταπάσσουσιν, ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσιν Ἔδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὁρέξεων κατεμάραναν, καὶ τῷ ἐλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν, ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτο εἰς προσθήκην εὐχαριστίας πεσιελήλυθεν. Επὶ μέντοι τοῖς προειρημένοις φυτοῖς καὶ τὸ τῆς ζωῆς ὁ Ἰώσηπος καὶ τὸ τῆς φρονήσεως ἔφησεν ἀναδοθῆναι φυτὸν, ᾧ διαγιγνώσκειν τί τε τὸ ἀγαθὸν εἴη καὶ τί τὸ κακὸν, εἰ καὶ καθ´ ἕτερον ἐκλαμβάνει σκοπὸν ὁ τὴν γλῶτταν χρυσοῦς τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, καθὰ δὴ μαθήσῃ μετὰ βραχύ, Περὶ δὲ τῆς ἰδιότητος καὶ διαφορᾶς τῶν δένδρων τί ἄν τις εἴποι πῶς τινὰ μὲν πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; Καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπὸς, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς, ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προβολὴ, ὡς ἐπὶ τῆς καρύας, ὅτι ἐκεῖνα μὲν διὰ τὸ ἀσθενές πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ´ ἂν πρὸς βλάβην ἐγένετο παχυτέρα ἡ περιβολὴ ἐκ τῆς ἀπ´ αὐτῶν σκιᾶς. Πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φύλλον· Ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τὴς ἀραιότητος δαψιλῶς ὑποδέχηται. Θαυμαστὰ δὲ δένδρα καὶ οὐ μόνον διὰ´ ἡν ἔχουσι πρὸς τὰ ἑτερογενῆ τῶν καρπῶν διαφορὰν, ἀλλὰ καὶ πρὸς αὐτὰ δηλαδὴ τὰ ὁμογενῆ. Καὶ γὰρ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀῤῥένων, ἄλλος δὲ τῶν θηλειῶν παρὰ τοῖς φυτουργοῖς διακέκριται. Καὶ αὐτοὺς γὰρ τοὺς φοίνικας εἰς ἄῤῥενας καὶ θηλείας διαιτῶσι· καὶ τὸ παράδοξον, ἔρως φυσικὸς παρ´ αὐτοῖς. Ὑποκύπτει γὰρ ἡ θήλεια τῷ ἄῤῥενι ὀργῶσα τρόπον τινὰ καὶ τῆς συμπλοκῆς ἐφιεμένη, καὶ οὕτως οἷον ἐν αἰσθήσει τῆς ἀπολαύσεως γεγονυῖα καὶ ἀνορθοῦται πάλιν τοὺς κλάδους καὶ πρὸς τὸ πρότερον ἀποκαθίσταται σχῆμα. Ἀλλ´ οἱ τῶν τοιούτων θεραπευταὶ καὶ συκᾶς ἀγρίας ταῖς ἡμέροις παραφυτεύουσιν, ὡς ἐντεῦθεν τὸν καρπὸν αὐτῶν γλυκύτερον γίνεσθαι· εἴ τε καὶ γὰρ τοῖς ἡμέροις δριμύτερον πρόσεστι, πρὸς τὰς ἀγρίας ἀδήλως ἐκπέμπεται. Καὶ τοὺς ὀλύνθους δὲ προσδήσαντες τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται. ὁέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸς τοῖς ὀλύνθοις ἐπέχοντες. Ταῦτα μὲν οὖν ὁ ποιητὴς αὐτῶν οὕτω παραδόξως γίνεσθαι συγκεχώρηκεν, ὡς καὶ ἡμᾶς πολλάκις ἐκ τῶν ἀντικειμένων ἡμῖν εὐτονίαν λαμβάνειν πρὸς αὐτήν γε τῶν ἀρετῶν τὴν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
