# Annales 60

Michael Glycas, Annales, 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/60
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/60

ἐπίδειξιν· οὐκ ὀλίγοι γὰρ αὐτῶν ἐννόμως αἱροῦνται ζῇν, κἂν ἐν δόγμασι σφάλλωνται. Ἀλλὰ καὶ φοῖνιξ´ καρπὸν μὲν ἀποφέρων γλυκὺν. ἐν ἀλμυροῖς δὲ τόποις ὡς τὸ πολλὰ εὐρισκόμενος, αὐτὸ τοῦτο αἰνίττεσαι· ὅτι καὶ ἡμεῖς αὐτοὶ δυνάμεθα τὰ κατὰ γνώμην μὴ ιαφθείρειν, κἂν ἐν τοῖς ἐναντίοις τισὶ συνδιάγωμεν. Ὅρα δὲ, ἀγαπητὲ, ὅτι καὶ τὰ εὐώδη πάντα, ὅταν σκόροδα καὶ κρόμμυα τούτοις παραιουτεύηται εὐωδέστερα γίνεται, διότι πᾶν εἴ τι δριμὺ καὶ δύσοσμον ἐν τούτοις ἐστὶν, ἐν τοῖς δριμυτέροις τῶν σπερμάτων φυσικῶς ἀποῤῥεῖ, καὶ γίνεται τὸ καταλειφθὲν εὐωδέστατον. Ἀλλὰ καὶ τὸ πήγανον ὑπὸ τῇ συκῇ φυτευόμενον δριμύτερον ἑαυτοῦ γίνεται· μετατίθεται γὰρ εἰς αὐτὸ τὸ ἐν τῇ συκῇ ῥαρύοσμον, κἀντεῦθεν βελτίω τὰ σῦκα γίνεται. Ἀλλὰ καὶ κρέη τινὰ παρὰ τῇ συκῇ κρεμαννύμενα εὔθρυπτα γίνεται. Τὸ γὰρ φυτὸν, ὡς εἴρηται, ἡ συκῆ ἀπάντων ἐστὶν ὀπωδέστατον. Θερμὸν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησι, καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. Ὅθεν καὶ τῶν ταύρων ὁν χαλεπώτατος συκῇ προσδεθεὶς ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενος. Τοῦτο γοῦν τὸ πνεῦμα καὶ τοῖς κρέασι προσπίπτον διαιρεῖ τὴν σάρκα καὶ περιθρύπτει. Διὰ ταῦτα καὶ πρὸ τῆς γλυκείας συκῆς ἕτερα σῦκα λεγόμενα ὄλυνθοι τὴν ἄχρηστον ὑγρότητα. τοῦ τούτου ἐν ἑαυτοῖς ἕλκοντα χρηστοτέραν ἀφίησι. Διὰ τοῦτό φησι καὶ ἡ Γραφὴ «Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύν θους αὐτῆς,»τουτέστιν, ἡ ψυχὴ διὰ καθάραεως τὸ ἄχρηστον ἅπαν ὥσπερ ὄλυνθον ἐξήνεγκε καὶ ἀπωνέσευσεν εΙοοο Πμἱ ΠεΙἱοΓ ορί. ΡηορίρτοΑ εκΓλε ἱλ ΙΙΙοΓΙς ΔἰοῖίΓ· «ΕΙοωε φιοερφ φοε ΚΙΓΙἱ,» Μυο εἰ» λῖιΚλ ΡοΓ ρΒΓφΙιῆΟΙΡΙ εἱ πμήϛί εεἱ ἱλίi]ρ ἰαῶΑ μΓοεεμΠ εΙΓμῖί εἰ πίΑ εο εΙιὶ. Ἀλλ´ οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον· λόγος γάρ τις ἐστὶ καὶ τὸ ἥλεκτρον ὁπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγνύμενον. Ἀλλὰ καὶ τὰ μὲν τῶν ωιτῶν ἀειθαλῆ γέγονε, τὰ δὲ γυμνούμενα, καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα. Καὶ φυλλοβόλα μὲν ἐλαία καὶ πίτυσεληθότως γὰρ ὑπαλλάσσει τὰ φύλλα, ὡς μηδέποτε δοκεῖν τῆς κόμης ἀπογυμνοῦσθαι], ἀείφυλλον δὲ ὁ φοῖνιξ. τὸ αὐτὸ φύλλον ἐκ τῆς πρώτης βλαστήσεως συμπαραμένον ἔχει εἰς τέλος. Καὶ περὶ μὲν τούτων οὕτως. Μὴ θαύμαζε δὲ, ἀγαπητὲ, εἴπερ ἡ ἁγία Γραφή φησιν εἰς μίαν συναγωγὴν συναχθῆναι τὸ ὕδωρποῦ δὲ εἰς συναγωγάς· καὶ τοῦτο γὰρ κἀκεῖνο γέγονε, καὶ οὐκ ἐναντιοῦται πρὸς ἄλληλα. Ὁ μὲν οὗν Θεοδώρητός φησιν ὅτι καλῶς εἶπε καὶ συναγωγήν καὶ συναγωγὰς ἐπὶ τῶν ὑδάτων· τὰ γὰρ πελάγη κατὰ τὴν ἔξω ἐπιφάνειαν διῃρημένα δοκοῦσινλλο γὰρ τὸ Ἰνδικὸν πέλαγος καὶ ἄλλο τὸ Ὑρκανικὸν), κάτωθεν δὲ συνήρμοσται διά τινων ὑπογείων πόρων. Ἔξωθεν δὲ τὸ μέγα πέλαγος ἐπίκειται, τοῦτστιν ὁ Ὠκεανὸς, τὸ καὶ Ἀτλαντικὸν καλούμενον. Καλεῖται δὲ οὕτως διὰ τὸ ἐκεῖσε ὄρος τὸν Ἄτλαντα. Τοσοῦτον δὲ ὁ Ἄτλας οὐτος ὑψηλός ἐστιν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
