# Annales 62

Michael Glycas, Annales, 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/62

θαύμαζε δὲ εἴγε ποτίμων ὄντων τῶν εἰς τὴν θλασσαν εἰσρεόντων ὑδάτων ἁλμυρὰ μόνη αὕτη καὶ ἄποτος δείκνυται. Διὰ γὰρ τὴν καπνώδη ἀναθυμίασιν παρακειμένην αὐτῇ καὶ οἰονεὶ παρακαίουσάν τε καὶ παραφρύγουσαν, καὶ τὴν ἁλμυρὰν αὐτῇ ἐμποιοῦσαν ποιότητα, ὥσπερ τι περίττωμα τὸ ἁλμυρὸν ὕδωρ ὑφίσταται. Ἔδει μὲν οὐν καὶ τὸν τῶν ποταμῶν ὕδωρ ἐξατμιζόμενον καὶ παραφλεγόμενον ἁλμυρὸν δείκνυσθαι· ἀλλ´ ἡ διηνεκὴς κίνησις τοῦτο οὐ συγχωρεῖ. Ἐκείνη δὲ ἐν τόπῳ κοίλῳ περιλιμνάζουσα καὶ ἐφ´ ἑαυτῆς ἑστῶσα, ἑτοιμοπαθής ἐστι τοῖς αἰτίοις τῆς ἁλμυρότητος. Τοῦτον μέντοι σὸν λόγον ἐπιβεβαιοῖ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης λέγων· «Ὁ μὲνζοῦν Ὠκεανὸς πότιμος ὤν καὶ γλυκύτατος ἐπιχορηγεῖ τὸ ὕδωρ τῇ θαλάσσῃ· χρονίζων δὲ ὅμως καὶ ἑστὼς ἀκίνητος πικρόσὅγίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καίπερ ἐκ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος.» Οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος ὁΣιναΐτης ἐν τῇ Ἐξαημέρῳ αὐτοῦ διέξεισι λέγων· «Ἡ δὲ θάλασσα γλυκεῖα ἦν κατ´ ἀρχὰς καὶ νᾶμα πότιμον ἔχουσα· ὕστερον δὲ τῷ χρόνῳ καὶ τοῖς στοιχείοις τὴν ἀλλοίωσιν ταύτην ἐδέξατο.» Ὁ γὰρ ῆλιος, ὡς εἴρηται, τῇ οἰκείᾳ θερμότητι ἐξατμίζων τὴν θάλασσαν, καὶ τὸ γλυκύτερον ἕλκων καὶ κουφίζων πρὸς τὸν ἀέρα, κάτω τὸ ἁλμυρώτερον ἐᾷ καὶ βαρύτερον. Ὅτι δὲ παχύτερόναστι τὸ θαλάττιον ὕδωρ τῶν ποταμίων ὑδάτων, αὐτὸ τὸ πρᾶγμα παρίστησιν · ἐν μὲν γὰρ τοῖς ποταμοῖς οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάσσῃ ἐλαφρῶς ταῦτα βαστάζονται διὰ τὴν ὑποκειμένην παχύτητα. Πρὸς τούτοις δὲ καὶ τοῦτο δέον εἰδέναι σε, ὅτι πάντα τὰ ὕδατα τά τε πηγιμαῖα καὶ φρεατιαῖα ἐκ τῆς θαλάττης ἔχουσι τὰς ἀρχάς. Ἡ γὰρ γειτονοῦσα τῇ θαλάσσῃ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος, ὥσπερ τινὰς φλέβας ἔχουσα, δι´ ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀναδίδωσι. Πρὸς οὐν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρἄνεισι. Κατὰ τοῦτο καὶ ὕδατα ὀξώδη ἢ ἐλαιώδη τεφρώδη, καὶ ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν ἀφ´ ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. Οὕτω μὲν οὗν καὶ τὰ θερμὰ ὕδατα διὰ πυρώδους γῆς διερχόμενα, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἢ στενοχωρούμενα καὶ βίᾳ ῥηγνύμενα, τὴν ζέσιν ἐκεῖθεν ἐφέλκονται. Αἱ μέντοι μεγάλαι πηγαὶ διὰ τοῦτο καὶ μᾶλλον ἐν ὄρεσι γίνονται, ὅτι μέχρι καὶ αὐτῆς τῆς τοῦ ὄρους γίνεται κορυφῆς ἡ ἀπὸ τοῦ βάθους ὁλκὴ καὶ ἀναθυμίασις. καὶ μᾶλλον εἰ σομφῶδες τύχῃ τὸ ὄρος εἶναι καὶ πρὸς τὴν ὁλκὴν ἐπιτήδειον. Εἶτα καταῤῥέον ἔνθεν κἀκεῖθεν τὸ ὕδωρ, καὶ ἔν τινι τόπῳ συῤῥεῦσαν, τὴν γῆν ἐκεῖσε ῥήγνυσι καὶ οὕτω μετὰ βίας ἐξέρχεται· Ἀένναος δὲ ἡ πηγὴ, ὅτι καὶ διηνεκὴς ἡ ἀπὸ τοῦ βάθους παρὰ τοῦ ἡλίου ὁλκή. Καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ μέγιστα τῶν ὁρῶν, ὅ τε Καύκασος, ὁ Παρναοοὸς, ἡ Πυρήνη. καὶ ὅσα τοιτῦτα· μέγις.ον

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
