# Annales 63

Michael Glycas, Annales, 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/63
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/63

γὰρ ἐκεῖθεν ῥέουσι ποταμοὶ τὰς ἀρχὰς ἔχοντες ἀπὸ των μεγάλων πηγῶν. Καὶ τί χρὴ πολλὰ λέγειν; Πiάσης ποταμῶν ῥύσεως καὶ ἀμπώτιδος, καὶ τῶν ὅσα φυσικὰς ἔχει τὰς κινήσεις καὶ τὰς ἀργὰς πά-. των αἴτιος ὁ ἥλιός ἐστι, παρὰ Θεοῦ τὴν παντοδαπὴν ταύτην λαβὼν ἐνέργειαν. Ὅρα γὰρ ὅτι φυσικῇ δυνάμει καὶ περιουσίᾳ θερμότητος ἑλκτικός ἐστι τῆς ἐν τῷ βάθει ὑγρότητος. Ὅθεν ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν ἀνέλκει τὴν ἐν τοῖς δένδσοις ἰκμάδα καὶ ἔγκαρπα ταῦτα ποιεῖ. Αὐτοῦ τὸ θέρος, αὐτοῦ τὸ μετόπωρον ὅ τε χειμὼν καὶ τὰ λοιπά. Ὁ μέντοι Νεῖλος, ἀγαπητὲ, κατὰ τὴν θερινὴν ὥραν αὔξεται· παντὸς γὰρ νέφους ὑπ´ ἀνέμων ἐλαυνομένου μέχρι τῆς κεκαυμένης ζώνης, κἀντεῦθεν ὑετοῦ λάβρου ῥηγνυμένου, ὀργᾶται Νεῖλος vαὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται· τῆς γὰρ οἰκείας ὄχθης ἐξέρχεται καὶ καταθαλαττίζει τὴν Αἴγυπτον, Καὶ γλυκὺς μὲν ὁ Νεῖλος(ξ ὄμβρων γὰρὶ, χλιαρὸς δὲ ὡς ἐκ θερμότητος ἀρξάμενος. Κατὰ τοῦτο καὶ αὔρας οὐκ ἀναδίδωσιν, ὡς οἱ λοιποὶ ποταμοί· τῶν γὰρ νεφῶν ἐλαυνομένων, ὡς εἴρηται, ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἡ ἐμπεριεχομένη τούτοις ἀτμὶς ὑπὸ τοῦ κατὰ τόπους πυρώδους ἅπασα ἐξικμάζεται, καὶ τούτου χάριν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδωσιν. Εἰ δέ, καθάπεο τινές ᾠήθησαν, ἀπὸ χιόνος τηκομένης αὐξόμενος ἦν, αὖραι ἂν ἐκεῖθεν δαψιλεῖς ἀνεπέμποντο. Τὸ μέντοι κατὰ τὸν Νεῖλον, ἀγαπητέ, θαῦμα, καθά φησιν ὁ θεῖος Ἀναστάσιος, πρὸς πίστωσιν τῆς ἀρχαίας κοσμοποιίας γίνεσθαι συνεχώρησεν ὁ Θεός· τίς καὶ γὰρ ὁρῶν τὸν Νεῖλον καταθαλαττίζοντα τὴν Αἴγυπτον καὶ αὖθις ἀποκαθιστάμενον οὐκ ἂν καὶ τῆς ἡμέρας ἐκείνης πίστιν λάβῃ καθ´ ἥν εἰς μίαν συναγωγὴν τοῦ ὕδατος ἐπισυναχθέντος ἐφάνη ἡ ξηράἈλλὰ καὶ ἐν τοῖς πλησιοχώροις αὐτοῖς τῆς ἐν Πενταπόλει τῇ βαρβαρικῇ ἀδύτοις ὕδασιν ἡ τῶν λίθων φύσις ἀνωφερής ἐπιφερομένη αὐτοὺς ἐκεῖθεν ἐλέγχει τοὺς μὴ πιστεύοντας ὅτι ἐπὶ τῶν ὑδάτων ὑπὲρ φύσιν ὁ Θεὸς τὴν βαρεῖαν ταύτην γῆν ἀπῃώρησεν. Ἀλλὰ καὶ ἐν τοῖς λεγομένοις Λυκίοις ὄρεσι τὸ ὕδωρ καὶ τὸ πῦρ ὁμοῦ συνιόντα τὴν ἀδιαίρετον ἐπὶ Χριστοῦ τῶν δύο φύσεων ἕνωσιν, τῆς θεότητός φημι καὶ ἀνθρωπότητος, ἡμᾶς ἐκδιδάσκουσιν. Ἀλλὰ πῶς ἐπὶ τούτοις τὸν ποιητὴν εἰκότως ἄν τις ὑμνήπτοντα ἡμῖν νοσήματα, πολυειδῆ καὶ τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα θερμὰ ὕδατα. Τὰ μὲν γὰρ αὐτῶν χαυνοῖ σὰ τεταμένα τῶν νεύρων, τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα· καὶ τὰ μὲν φλέγματι πολέμια, τὰ δὲ μελαίνῃ χολῇ· καὶ ἄλλα πάλιν ἄλλην χρείαν παρέχουσι τῇ κελεύσει τοῦ παραγαγόντος αὐτὰ, καὶ ἡμεῖς ἀχάριστοι περὶ τὸν εὐεργέτην φαινώμεθα. Καὶ ὅπως μὲν, ἀγαπητὲ, καὶ ποίῳ τρόπῳ θερμὰ κάτωθεν ἀνέρχονται ὕδατα, εἴρηται ἄνωθεν, ἀναγκαῖον δὲ συμπαρειλῆφθαι τῷ λόγῳ ὅπερ Πατρίκιός τις ἐπίσκοπος Προύσης εὕρηται λέγων περὶ τῶν τῆς γῆς· Προύσης ἀπὸ λόγου τοῦ ἁγίου Πιονίου περὶ τῶν θερμῶν ὑδάτων διέξεισι. νοιο [μίλι

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
