# Annales 65

Michael Glycas, Annales, 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/65

) τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ καὶ ἄλλο ὁ λύχνος, τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παρεμφαίνειν τοῖς δεομένοις πεποιημένον οὕτω καὶ τῷ κιθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀϋλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν.» Ἀλλὰ καὶ παρακατιὼν οὕτω κατὰ ῥῆμα διέξεισι· «Καὶ ἔστω ὁ ἤλιος εἰς ἐξουσίαν τῆς ἡμέρας. Πῶς οὖν ἔχει,» φησὶν, «τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; Ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος, ὥστε οὐκ ἄν τις ἁμάρτῃ ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισιμένον ἀέρα.» Σαφῶς μὲν οὖν ἐνταῦθα ὁ μέγας ἔδειξεν ὅτι φωτοδόχα μόνον ἀγγεῖα, μὴ μέντοι γε δὴ καὶ φῶς κατὰ τὴν τετάρτην ἡμέραν. Παρήχθησαν δὲ πάντως ἐπὶ τὸ δέξασθαι τὸ φῶς ἐκεῖνο τὸ πρῶτον, καὶ φαίνειν ἐπὶ τῆς γῆς. Τοῦτο δὲ πεποίηκεν ὁ Θεὸς, ἵνα καταμερισθέν, ὥς φησι Θεοδώρητος, εἰς δέ γε καὶ τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας τὸ πρωτόγονον ἐκεῖνο φῶς αἴγλην ἐκπέμπῃ ταῖς τῶν ζώων ὄψεσι σύμμετρον. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἄν ὀφθαλμοὺς ἔχοντα τὰ ζῶα τὴν ὑπερβολὴν τοῦ φωτὸς ἤνεγκεν. Ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ μέγας Βασίλειος λέγων· «Καλὸς μὲν ὁ ἥλιος, τουτέστιν ὁ δίσκος δ ἡλιακὸς, ἐν ᾧ ὥσπερ λύχνῳ τινὶ τὸ πρωτόγονον ἐκεῖνο ἐναπετέθη φῶς, καλὸς δὲ καὶ διὰ τὴν συμμετρίαν αὐτοῦ· οὔτε γὰρ διὰ τὴν ἐκείνου λεπτότητα τὸ πῦρ παρεξέρχεται καὶ καταφλέγει πάντα, οὔτε διὰ τὴν αὐτοῦ παχύτητα πρὸς ἡμᾶς ἀμβλυτέραν τὴν Πρὸ μέντοι τῆς τετάρτης ἡμέρας, ἤγουν πρὸ τοῦ δημιουργηθῆναι τοὺς δίσκους, καθά φησιν Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ, καὶ ὁ λοιπὸς τῶν Πατέρων κατάλογος, ὅλον διόλου τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρεχεν, οὕτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ συστελλόμενον πάροδον ἐδίδου τῆ νυκτί. «Καὶ ἐγένετο,» γάρ φησιν «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» Τῷ δίακω δὲ τῷ ἡλιακῷ συναιρεθὲν ὕστερον ἀμέμπτως τὸν δρόμον τῆς ἡμέρας ὡρῶν διὰ τοῦ σώματος ἐπιτελεῖ, κἀντεῦθεν ἀνατέλλων ὁ ἥλιος ἡμέραν ποιεῖ, δύνων δὲ ὑπὸ γῆν νυκτὸς αἴτιος γίνεται. Ἡ γὰρ νὺξ αὕτη οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος. Ὠνομάσθη δὲ νὺξ τοῦτο τὸ σκότος. ἐπειδὴ καθεύδοντα νύττει τὸν ἄνθρωπον καὶ οὖτω λέγει μονονουχὶ πρὸς αὐτὸν «Μάθε, ὦ Ἄνθρωπε, ὅτι θνητὸς ὤν ὕπνῳ δουλεύεις.» Ὅτι δὲ κατανυγή ἐστιν ἡ νὺξ, καὶ ὁ προφήτης ἐδήλωσε Δαβὶδ οὕτως εἰπὼν «Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.» Κατὰ ταῦτα δὲ καὶ τὸ φῶς ἡδύ τι καὶ ἱλαρὸν ὃν ἡμέραν ἐκάλεσεν, διὰ τὸ ἡμεροῦν τὰ πάντα, ὡσπεροῦν καὶ τὰ χειροήθη τῶν ζώων ἥμερα διὰ τοῦτο καλοῦνται.

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
