# Annales 68

Michael Glycas, Annales, 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/68
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/68

οὐ μέγας ὁ ἥλιος, εἴγε καὶ τῆς γῆς αὐτῆς πολλαπλασίων ἑστί; καὶ γὰρ εἰ μὴ τοῦτο ἐτύγχανεν, οὐκ ἂν ὑπερφαλεὶς τοῦ ὁρίζοντος τῇ οἰκείᾳ τηνικαῦτα δυνάμει συμπεριείληφε ξύμπαντα. λέγα μὲν, ὡς προείρηται, καὶ τὸ τῆς σελήνης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἤλιον. Εἰ γὰρ καὶ μὴ διόλου τὸ φῶς αὐτῆς ἀμετακίνητον μένει, ἀλλὰ καὶ τοῦτο ἀῤῥήτου σοφίας τοῦ δημιουργοῦ πάντων, ὥστε τῷ κατὰ τὴν σελήνην θεάματι παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα δὲ καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς ἐντεῦθεν εἰς ἔννοιαν ἔρχεσθαι. Οἶμαι δὲ καὶ τῇ τῶν ζώων κατασκευῇ καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ γῆς φυομένοις μὴ μικρὰν ψπάρχειν ἐκ τῆς κατὰ τὴν σελήνην μεταβολῆς τὴν σντέλειαν· ἄλλως γὰρ διατίθεται μειουμένης αὐτῆς καὶ ἄλλως αὐξομένης τὰ σώματα, νῦν μὲν ληγούσης ἀραιὰ γινόμενα καὶ κενὰ, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπαγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα, διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθάνουσα λεληθότως ἐνίησι. Δηλοῦσι δὲ τοῦτο καὶ οἱ καθεύδοντες τῆς ὑπὸ σελήνης ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχω. ρίας πληρούμενοι, ἔτι δὲ τὰ νεοσφαγῆ τῶν κρεῶν τῇ προσβολῇ τῆς σελήνης ταχέως τρεπόμενα. Κατὰ τοῦτο καὶ ἐφ´ ἅρματος αὐτὴν καὶ δύο ταύρων καθίζουσιν ὡς κυκλοῦσαν τὸν κόσμον καὶ ἀροτριῶσαν καὶ σπαίρουσαν, ὑγραίνουσαν τε καὶ θερμαίνουσαν. Ταῦτα δὲ πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώ σι συμμεθιστᾷν, εἰ μή γε κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν ὑπερφυής τις ἐτύγχανε τῇ δυνάμει τε ὑπερέχουσα. Οὔτω μὲν οὗν ἐκ τῆς αἰτίας ταύτης καὶ τὰ κατὰ τὸν ἀέρα πάθη συνίστανται, ὡς μαρτυροῦ σιν ἡμῖν αἱ κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, αἱ περὶ τοὺς εὐρίπους τε παλίῤῥοιαι, καὶ ἡ περὶ τὸν λεγόμενον ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην ἐξεῦρον οἱ προσοικοῦντες. Ταῦτα μὲν οὖν καὶ ὁ μέγας διαλαμβάνει Κασλειο. ἀποδεῖξαι θέλων τῶν φωστήρων τούτων Σὐ δὲ, ἀγαπητὲ, πρὸς τοῖς εἰρημένοις τοῦτο γίωσκε ὅτι πάντες μὲν οἱ λοιποὶ ἀστέρες ἴδιον ἔχουσι φῶς, ἐκεῖνο δηλαδὴ τὸ πρώτως καταμερισθὲν καὶ δοθὲν αὐτοῖς, μόνη δὲ ἡ σελήνη φῶς οὐ κέκτηται ἴδιον. Εἰ γὰρ καὶ λέγουσί τινες ἀμυδρὸν καὶ ταύτην κεκτῆσθαι φῶς, ἀλλ´ αἱ αὐξομειώσεις πάντως αὐτῆς, ἐν αἷς μηνοειδὴς ὁρᾶται καὶ πλησιφαής καὶ ἀμφίκυρτος, ἐξ ἡλίου ταύτῃ προσγίνονται κατὰ τὴν νοιὰν αὐτῶν συμπλοκὴν καὶ διάστασιν. Μάνθανε οὖν ὅτι φῶς ἀλλότριον ἡ σελήνη ἐνδύεται, καὶ ὅτι τὸ μέρος ἐκεῖνο παρ´ ἡλίου φωτίζεται ὃ πρὸς αὐτὸν νένευκε, ὅηλονότι τὸν ἥλιον. Καὶ δῆλον ἐκ τῆς ἐμπιπτούσης

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
