# Annales 72.1-20

Michael Glycas, Annales, 72.1 to 72.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/72.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/72.1

τοῦτο, οὐκ ἔστιν· αὐτεξούσιος γὰρ ὢν ὁ κατ´ εἰκόνα θεοῦ γεγενημένος ἄνθρωπος εἰμαρμένῃ καὶ ἄστρασιν οὐχ ὑπόκειται. Εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τοῖς μὴ κατὰ γνώμην ἁμαρτάνουσι πῦρ ὁ Θεὸς καὶ σκότος ἠπείλησεν. Ὅτι δὲ βλασφημία ἐστὶν εἰς Θεὸν τὸ νομίζειν ἐξ ἀστέρων γίνεσθαι τοὺς μὲν τῶν ἀνθρώπων φονέας, τοὺς δὲ πάλιν ἅρπαγας, ὁ κορυφαῖος Πέτρος ἀριδήλως τοῦτο διδάξει σε πρὸς Φαῦστον. Καὶ γὰρ. περὶ γενέσεως διαλεγόμενος καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν· «Ἐγὼ μὲν ἀστρολογίας ἔμπειρος οὐκ εἰμὶ, ὥστε τὴν γένεσιν ἀπ´ αὐτῆς τῆς κατὰ γένεσιν ἐπιστήμης ἀνασκευάζειν. Ἄλλῳ δὲ τρόπῳ δύναμαι ἀποδεικνύειν ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα · ἕκαστος γὰρ πρὸς ἃ πράττει τιμῆς καὶ κολάσεως τεύξεται.» Ἁμαρτάνουσιν οὖν οἱ γένεσιν εἰσάγοντες, αὐτὸν τὰ πάντα δημιουργήσαντα Θεὸν βλασφημοῦντες. Ἐπὶ τούτοις γὰρ τοῦ γέροντος εἰπόντος ὅτι βλασφημεῖν ἐστι τὸ λέγειν ὅτι τὰ πάντα γενέσει ὑπόκειται, καὶ πάνυ ὁ Πέτρος ἔλεγεν. Εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ὑπὸ Θεοῦ ταῦτα ποιεῖν ἐτάχθησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεσματικοὶ γένωνται, ἁπάντων λοιπὸν αἱ ἁμαρτίαι εἰς αὐτὸν ἀνα. φέμονται τὸν τὴν γένεσιν ἐνδόντα τοῖς ἄστρασι. Καὶ τὰ μὲν τοῦ κορυφαίου τοιαῦτα· ὅρα δὲ καὶ τί φησιν. ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἕκτῳ λόγῳ αὐτοῦ. Τὴν γὰρ ἀστρολογικὴν τέχνην ἐπὶ μέσου παράγων, καὶ ὅπως ἔχει μεθόδου κατεξετάζων, οὕτω κατὰ ῥῆμα διέξεισιν· «Ἐν δὴ τούτοις τοῖς λογισμοῖς πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. Τίνος ἕνεκεν; Ὅτι οἱ κακοποιοὶ τῶν ἀστέρων τῆς αὐτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. Ἔπειτα εἰ καὶ τῶν περὶ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ´ ἡμῖν εἰσιν αἱ αρχαὶ, ἀλλ´ ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτέα διορίζοντες, περιττοὶ δὲ οἱ δικασταὶ ἀρετὴν τιμῶντες καὶ πονηρίαν κολάζοντες·

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
