# Annales 81

Michael Glycas, Annales, 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/81
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/81

εἴ ποτε κύρτον ἐντὸς νάρκην ἔχουσαν τοῖκαλωδίοις ἐφέλκουσιν; Εὐπαθεστάτην ὁ ἀὴρ τὴν Κφύσιν κληρωτικῶς ἀπενείματο· διηχὴς γὰρ καὶ διαφανὴς ἔφυ καὶ δίοσμος, μεταιχμίου μηδέ τινος ἐπιποοσθοῦντος αὐτῷ. Πολλῶν τοίνυν παθῶν καὶ ἐνεργειῶν αἴτιος· πῶς γὰρ οἱ τὰς βψεις νοσοῦντες τοὺς ὁρῶντας σφᾶς πολλάκις τοῦ πάθους κοινωνοὺς ἐποιήσαντο; Οὐκοῦν διὰ τοῦ ἐνόντος ἀέρος καὶ νάρκη ποιεῖν τι πάθος ἐπίσταται τοῖς αὐτῇ πλησιάζουσιν, εἰ καὶ μὴ ταύτης ἐφάψοιντο. Καὶ θαυμάζειν οὐ χρή· ἡ Μαγνῆτις γὰρ, ἡν καὶ Ἡρακλείαν λίθον φασί, τοῦ σιδήρου διέστηκε, καὶ ὅμως ὁρῶμεν διὰ μέσου τοῦ ἀέρος τὴν ἐνέργειαν προσβαλλομένην τῇ λίθῳ. Τὸ δὲ καὶ περὶ τὸν φοίνικα τὸ φυτὸν ἐρωτικὸν γενόμενον πάθος, καὶ ὅπως ἡ θήλεια, κἂν καὶ διίσταται, τοὺς κλάδους αὐτῆς ὑποκλίνει τῷ ῤῥενι, καὶ ὅπως πάλιν πρὸς ὄρθιον ἔρχεται σχῆμα τῆς συναφείας οἷον ἐναπολαύσασα, ποίαν ἀκοὴν οὐκ ἐμπίπλησι θαύματος; Ἄτοπον τοίνυν οὐδὲν καὶ τὸ τὴν νάρκην ποιεῖν τοῖς θηρεύουσι πάθος, Καὶ διὰ τί οἱ μὲν ἄλλοι ἐχθύες περὶ τὸν Πόντον ἐνδημοῦσιν, ὁ δὲ πολύπους τὸν βόρειον ἀποστρέφεται κόλπον; Διότι τὰ μὲν τῶν ἰχθύων ψύξεως δεῖται, ὅσα που καὶ τὰ πότιμα ἐπιδιώκουσι νάματα, τὰ δὲ θερμότητος ἐρᾷ καὶ πρὸς τὴν θάλασσαν ἀνα. στρέφεται· θερμοτέρα γὰρ αὕτη τῶν ἄλλων ὑδάτων καθέστηκεν. Ὁ γοῦν πολύπους τῇ Ποντικῇ θαλάσσῃ ἀπεχθάνεται· ψυχρότερον γὰρ τὸ βόρειον πέφυκε. πέλαγος. Ἀλλὰ καὶ τῆς λοιπῆς θαλάσσης γλυκύτερον · ὑπὸ πολλῶν γὰρ καὶ μεγάλων ποταμῶν ἐπιῤῥεῖται. Ἐναντία δὲ τῷ πολύποδι τό τε ψυχρὸν καὶ τὸ γλυκύ. Ἰκανὸν δὲ ἐρῶ σοι τί πρὸς ἀπόδειξιν. Πέτρᾳ συμπλακεὶς ὁ πολύπους δυσαποσπάστως ἔχεται · διὸ γλυκὺ ὕδωρ ἐπιχέουσι τῇ πέτρᾳ οἱ πρὸς ἄγραν δεινοὶ, καὶ οἱ μὲν ἔχουσι τὸ ζητούμενον θήοαμα, ὀ δὲ τῆς ἑαυτοῦ καὶ ἄκων ἐξανίσταται φύσεως. Ὁ πολύπους οὖτος λέγεται μὲν ἡνίκα πεινάαει. πλόκαμον ἑαυτοῦ ἐσθίειν, ἔτερον δὲ ἀναφύειν. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τευθίδες μὲν καὶ πολύποδες ἔχουσι θόλωσιν, ἀλλὰ καθ´ ἅ φησιν Ἀριστοτέλης ἐπὶ τῇ μύτιδι, σηπία δὲ κατὰ τὴν κοιλίαν ἀλλὰ καὶ πλείονα. Οὐδὲ γὰρ ἄλλην τινὰ βοήθειαν ἔχει, καθάπερ ὁ πολύπους τὴν τοῦ χρώματος μεταβολήν· πρὸς γὰρ τὴν πέτραν ᾖ προσαράσσει τοὺς ἑαυτοῦ πλοκάμους ἀμείβει καὶ τὴν χροιὰν, Κνευ μέντοι τοῦ λευκοῦ χρώματος. Ἄναιμα γὰρ παῦτα, καὶ διὰ τοῦτο κατεψυγμένα καὶ φοβητικά. Ὅσπερ ἐνίοις φοβηθεῖσιν ἡ κοιλία ταράττεται. ἐτέ ροις δὲ περίττωσις ἡ ἀπὸ τῆς κύστεως ῥεῖ, οὕτω καὶ τούτοις συμβαίνει ἐξ ἀνάγκης ἀφιέναι τὸν θόλον διὰ δειλίας. Ἰ δὲ φύσις ἅμα τῷ περιττώματι παρακαταχρῆται καὶ πρὸς σωτηρίαν καὶ βοήθειαν αὐτῷ. Πάντα δὲ τὰ ἄναιμα τῶν ζώων ὀλιγότροφά εἰσιν, οὐχ οὕτω διὰ μικρότητα ὡς διὰ ψυχρότητα· τὸ γὰρ θερμὸν καταπέπτει ὀαδίως

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
