# Annales 84

Michael Glycas, Annales, 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/84
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/84

οῆτο καὶ ταῦτα πάντα τοῖς ὕδασι χαίρουσι· πλήν γε ὅτι οὐδὲν τῶν πτηνῶν ἄπουν διὰ τὸ πᾶσι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν. Καὶ πάντα ἀναγκαίως · τοῖς μὲν γὰρ ἁρπακτικοῖς πρὸς τὴν ἄγραν αἱ τῶν ὀνύχων ἀκμαὶί, τοῖς δὲ λοιποῖς [ἀναγκαίως] πρὸς τὴν τοῦ βίου διεξαγωγὴν ἡ τῶν ποδῶν ὑπηρεσία δεδώρηται. Ὀλίγοι δὲ τῶν ὀρνίθων κακόποδές εἰσιν, οὔτε βαδίζειν οὔτε ἀγρεύειν τοῖς ποσὶν ἐπιτήδειοι, ὡς αἱ χελιδόνες καὶ αἱ δρεπανῖδες λεγόμεναι, οἷς ἡ τροφὴ ἀπὸ τῶν ἐν τῷ ἀέρι ἐμφερομένων απινενόηται. Πρόσεχε λοιπόν. Ἄλλη καὶ γὰρ κατασκευὴ τοῖς σπερμολόγοις ὄρνεσι, καὶ ἄλλη τοῖς σαρκοβόροις, τῷ τρόπῳ τῆς διαίτης αὐτῶν πρέπουσα, ὀνύχων ἀκμαὶ καὶ χεῖλος ἀγκύλον καὶ πτερὸν ὀξὺ, ὥστε καὶ συλλρφθῆναι ῥαδίως τὸ θήραμα. Διὰ γὰρ τοῦτο καὶ σκληρότεροι τῶν ζώων οἱ ὄνυχες ἢ τοῦ ἀνθρώπου · μαλθακώτεροι καὶ γὰρ οὗτοι τῷ ἀνθρώπῳ κατεσκευάσθησαν, ὅτι τε καὶ τὸ δέρμα τούτοου μαλθακώτερον, ἀφ´ οὗ καὶ οἱ ὄνυχες τὴν γένεσιν ἔχουσι, καὶ ὅτι πρὸς τὴν χρῆσιν ἑκάστῳ τῶν ζώων ἢ τε σκληρότης τῶν ὀνύχων καὶ ἡ μαλθακότης δεδώρηται. Ἀλλὰ καὶ τῶν πτηνῶν τὰ μὲν ἄναρχα εἰσι καὶ οἷον αὐτόνομα, τὰ δὲ ὑφ´ ἡγεμόνι τετάνθαι καταδεχόμενα, ὡς οἱ γέρανοι. Ἀλλὰ καὶ αἱ μέλισσαι ὑπὸ βασιλεῖ καὶ ταξιάρχῳ τινὶ τῶν ἔργων ἅπτονται ὐ πρότερον ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν καταδτχόμεναι, πρὶν ἂν ἴδωσι τὸν βασιλέα κατάρξαντα τῆς πτήσεως. Οὐ χειροτονητὸς δὲ οὗτος, ἀλλ´ ἑκ Κφύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον, καὶ μεγέθει διαφέρων καὶ σχήματι καὶ τῇ τοῦ ἤθους πραότητι. Ἔστι μὲν γὰρ κέντρν τῷ βασιλεῖ, ἀλλ´´ οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Νόμοι τινές εἰσιν ούτοι τῆς φύσεως ἄγραφοι, ἀργοὺς εἶναι πρὸς τιμωρίαν τοὺς τῶν μεγίστων δυναστειῶν ἐπιβαίνοντας. Οὕτω μὲν αἱ τῷ τοῦ βασιλέως ὑποδείγματι μὴ ἀκο.. λουθοῦσαι τῇ τοῦ κέντρου πληγῇ ἀναποθνήσκουσιν, ἄξια τῆς ἑαυτῶν ὠμότητος εὑρίσκουσαι τὰ ἐπίχειρα. Ἀλλὰ καὶ τοῦτο θαυμάζειν ἄξιον, πῶς αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφύλακας ἐκ περιτομῆς ὑποδέχονται, καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχουσι τὴν ἀσφάλειαν. Εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα πρὸς ὕπνον ἐτράπη, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας, καὶ ἀντέδωκε ταῖς λοιπαῖς. Οὕτω μὲν οὗν καὶ τὸ τῶν πελαργῶν εἰς ἔκπληξιν ἄγει πάντας τῶν διαληφθέντων κύκ ἔλασσον. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ τοῦ γήβους πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ τοῖς οκείοις πτεροῖς διαθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, βοήθειαν αὐτῷ κατά γε τὴν πτῆσιν παρέχουσιν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτως πᾶσι τοῦτο ὅιαβεβόηται, ὡς ἐντεῦθεν καί τινας τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ὀνομάζειν ἀντιπελάργωσιν. Μηδεὶς οὗν διὰ πενίαν τὴν αὐτοῦ ἀπογινωσκέτω ζωήν.

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
