# Annales 85

Michael Glycas, Annales, 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/85
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/85

ὑπεραγάσαιτο; Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἄραι μὴ δυναμένηνεπιτήδειοι γὰρ οὗτοι. πρὸς πᾶσαν ὑπηρεσίαν, τὰ ἄκρα τῶν πτερῶν ὕδα-ι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα. οὔτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα ἐν αὐτῇ τοὺς νεοττοὺς ἐκτρέφει. Ὢν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως βοήθειαν ἰατρικὴν, δι´ ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐγγόνων τὰς ὄψεις. Ἡ δὲ ἀλκυὼν θαλάττιόν ἐστιν ὄρνεον. Αὕτη παρ´ αὐτοὺς τοὺς αἰγιαλοὺς νοσσεύειν πέφυκεν ἐν καιρῷ δὲ. ἐπ´ αὐτῆς τὰ ὠὰ θεμένη τῆς ψάμμου, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῆ προσαράσσεται. Ἀλλ ὅμως κοιμίζονται πάντες οἱ ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅτε ἁλκυὼν ἐπῳάζει, τὰς ἑπτὰ δηλονότι ἡμέρας. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ ἡμέρας πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος αὐτῇ παρέσνε Θεός. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἀλκυονίτιδας τὰς ἡμέρας ἐκείνας προσαγορεύου Οἱν. Ἀλλὰ καὶ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε σοῦ ὁμόζυγος μηκέτι πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, μνήμη τοῦ ποτὲ συζευχθέντος. Ἀκουέτωσαν αἱ γυναῖκες ὅπως τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐγγόνων τροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξαγαγὼν νεοσσοὺς, τὸν ἔτερον αὐτῶν εἰς γῆν καταῤῥήγνυσι ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἂν ἐγέννησεν ἀποποιούμενος. Ἀλλ´ οὐκ ἐᾷ τοῦτον ἡ Κφήνη διαφθαρῆναι ἀλλ´ ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις αὐτὴ νεοσσοῖς συνεκτρέφει. Ὄν δὲ κρατήσας ἐκθρέψειν νεοττὸν ὁ ἀετὸς, λαμβάνει καὶ συνἀέρα νηχόμενον, ὀξυωποῦντα δὲ πρὸς τὴν τοῦ ἡλίου λαμπρότητα, ὡς οἰκεῖον· περιποιεῖται, εἰ δὲ μή γε, ὡς νόθον ἀποβάλλει Ἀλλ´ ἐπαινετὸν τὸ τῆς κορώνης φιλότεκνον ἡ καν πετομένοις ἤδη τοῖς νεοττοῖς παρέπεται σιτίζουσα. αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πολλοῦ. Περὶ μέντοι αὐτῶν κορωνῶν καὶ τάδε φησὶν ὁ μέγας Βασίλειος ἐν Κτῷ Περὶ προνοίας λόγῳ αὑτοῦ· «Θαῦμα μέγα πῶς ἤὸΡΡνα Κσυμμαχίαν αὐτοῖς τινα παρέχουσι πρὸς ὄρνιθας πολεμίους. Σημεῖον δὲ πρῶτον μὲν μὴ φαίνεσθαι θατὸ πὸν καιοὺν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα μετὰ τραυμάτων ἐπανερχόμεναι τῆς συμμαχίας ἐναργῆ σημεῖα κομίζουσι.» Τὸ δέ γε πλέον τῶν ἄλλων παραδοξότερον, τοὺς γῦπάς φασιν ἀσυνδυάστως τίκτειν, καὶ ταῦτα μακροβιωτάτους ὄντας, καὶ μέχρις ἑκατὸν ἐτῶν τὴν ζωὴν αὐτῶν παρεκτείνεσθαι. Διὰ τί δὲ τοῦτο, καὶ τίνος ἕνεκεν; ἵνα γὰρ μή τινες ἐπιγελῶσι τῷ μυστηρίῳ ουιοοοΟ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
