# Annales 86

Michael Glycas, Annales, 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/86
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/86

ἧκεν ὡς ἀδύνατον παρθένον τεκεῖν καὶ αὖθις μεῖναι παρθένον, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. Καὶ οὕτω μὲν περὶ τούτων ὁ μέγας Βασίλειος · οἱ δέ γε τὰς φύσεις τῶν ζώων διασκεώάμενοι τριετῆ χρόνον τοὺς γῦπας ἐγκυμονεῖν τερατεύονται. Καὶ πῶς ἄαουε. Οὐκ ἔστιν ἄῤῥενα γῦπα θεάσασθαι· ἀσυνδυάστως γὰρ αὐτοὺς τίκτειν νόμοι φύσεως καρακελεύονται, ὅθεν καὶ πᾶν τὸ γένος αὐτῶν ἡ τοῦ θήλεος φύσις ἠνέγκατο. Ὅπερ ἐπιστάμενοι γῦπες καὶ τὴν ἐρημίαν δεζιότες τῶν τέκνων, εἰς ἐπιγονὸν ἅπαν τὸ γένος στρατεύεται, καὶ δρῶσί τι σόφισμα ἄριστον. Τῷ νότῳ καὶ γὰρ ἀντίπρωρου πέτανται. Εἰ μὲ μὲ νότος εἴη, τῷ συγγενεῖ εὔρῳ ἁπλοῦσι τὰς πτέρυγας, εἴτα κεχήνασι καὶ τοῦ πνεύματος ἐμφοροῦνται εἰσρέοντος, καὶ τίκτουσι ζῶα, μὴ μέντοι γε ὠὰ ὑπηνέμια. Διὸ πλείστου χρόα ἄεῖται ἡ φύσις πρὸς ζώου τελεσιουργίαν· ναλς πὸν γὰρ καὶ λίαν ἐργῶδες τῇ φύσει οὐσιῶσαι τὸ πνεῦμα καὶ πρὸς ζῶον πλαστουργεῖν τὸ λεπτότα. τον. Ἐπειδὰν τοίνυν ἀκούεις καὶ σὺ συναφείας ἄνευ ἐγκυμονῆσαι τὴν Πάναγνον, πρότερον αὐτῇ Πνεύματος ἀγίου ἐπισκιάσαντος καὶ τοῦ Κυρίου κατὰ τὸν προφήτην ἀπὸ Θαιμὰν ἥξαντος, μηδ´ δλως ἀπίστει τῷ πράγματι, κἂν μέγα τῷ ὄντι δοκεῖ καὶ παράδοξον· ἐπὶ γὰρ τούτῳ καὶ ἡ παρὰ φύσιν τῶν γυπῶν κυοφορία θαυμασίως οὕτω τῷ Θεῷ προητοίμασται. Λέγεται γὰρ ὅτι γενόμενος ἔγκυος ὁ γὺψ πορεύεται εἰς τὴν Ἰνδεκὴν, καὶ λαβὼν λίθον τὸ καλούμενον εὐτόκιον ἐπάνω αὐτοῦ κάθηται συνεχόμενος ὠδῖσι, καὶ οὕτως ἀποτίκτει. Ὁ μέντοι λίθος περιφερής ὡς κάρυον, καὶ κινούμενος ἦχον ἐκπέμπει ὡς κώδων, ἔνδοβεν ἑτέρου λίθου κινουμένου. Φασὶ μὲ καὶ τοῦτο περὶ γυπὸς, ὅτι μύρῳ ῥοδίνῳ Θαυμάσειε δ´ ἄν τις καὶ τὸ τῶν κοράκων τῶν διαληφθέντων οὐκ ἔλασσον. Πεπόνθασί τι πάθος ὧρα θέρους οἱ κόρακες, τὸ μὲ πάθος ἐστὶ ῥύσις γαατρός. Ἐντεῦθεν ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι αὐδέν τι χρῆμα κατά γε τὸ θέρος τοῖς κόραξιν, ἵνα μὴ τῷ ὑγρῷ ἡ τῆς γαστρὸς ῥύσις σχοίη ἐπίτασιν ἴσασι τοίνυν καὶ διαίτης τέχνην οἱ κόρακες, οὐ τὸ Ἱπποκράτους παιδευθέντες, οὐ τὰ Χείρωνος, οὐ τὰ Μαχάονος φάρμακα, κἀντεῦθεν μὲν ὁρῶσι ποταμοὺς, ἀλλ´ ὅμως πίνειν ἐκείνοις οὐκ ἔνεστιν, ἀλλ´ οἷα Τάνταλοι κολαζόμενοι δριμυτέραν δίκην ταῦτα εἰσπράττονται. Θαυμάζειν σε ἄξιον καὶ διὰ τί τῆς ᾠδῆς οἱ τέττιχες ἐν μέσῳ θέρει ἀπάρχονται. Ἡʹυχροί τνες τὴν ῥύσιν οἱ τέττιγες, διὸ καὶ μετὰ θερινὰς τροπὰς ἀπάρχονται τῆς ᾠδῆς, καὶ ἠλίου ἀπαρχομένου τὸν κυτῶν μετίασι κέλαδον. Ἐφ´ ᾧ καὶ μεσημβρίας εἰσὶν ᾠδικώτεροι.. Ἡ μέντοι θήλεια τέττιξ πολὺ ααυχροτέρα τοῦ ἄῤῥενος οὖσα σιωπῶσα ἐφιζάνει τοῖς ἐένδρεσι, τὰ Πυθαγόρου ὥσπερ διδαχθεῖσα διδάγματα.

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
