# Annales 92

Michael Glycas, Annales, 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/92
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/92

ἐν τῷ μιλίῳ φόνου πεποίηκε παρανάλωμα διὰ τῶν ὀδόντων αὐτοῦ, ἀναιδῶς πως καὶ ἀτάκτως ὁρμήσας κατ´ αὐτοῦ. Τὸ ὁʹ αἴτιον ὅτι πρὸ δέκα ἐνιαυτῶν ὁ τοιοῦτος καταλλάκτης σιδήρῳ ἔπληξεν αὐτὸν ἀπαγόμενον καὶ τότε εἰς ἱπποδρομίαν διὰ τοῦ αὐτοῦ τόπου Καὶ τὰ μὲν τοῦ ἐλέφαντος τοιαῦτα· αἱ δὲ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μᾶλλον τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Ἀλλὰ καὶ ἐν χάρτῃ ἰδοῦσαι τωπωθέντα ἄνθρωπον, ὥς πού φησιν ὁ μέγας Κασίλειος, τὸν χάρτην σπαράττουσιν. αε ρίενωπρ οοηερτοιηι ἱ οοο ΜοΐηΠ ἰηεῖΙiΓο. Οωα ρίοιος οἰα ἰ οατιίο λαοριαπί, μέ αἱοοΦἱ εὐΠίε ἱοῖ Βαεῖ]Ις. Ἰανῶς δὲ θαυμάσειεν ἄν τις καὶ τὰ τοῦ λέοντος, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. Οἷον γάρ τις τύραννος τῶν ἀλάγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται, ὥστε οὐδὲ χθεσινὴν τροφὴν προσίεται. ᾯ καὶ τηλικαῦτα ὄργανα ἡ φύσις ἐνέθηκεν ὥστε πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι μόνῳ πολλάκις ἁλίσκεται τῷ βρυχήματι. Καὶ τοῦτο Δαβὶδ ὁ προφήτης ὑπεμφαίνειν λέγων· «Ὁ λέων ἐνεδρεύει ἐν ἀποκρύφῳ.» Αφνης γὰρ ἐκπηδήσας ἐκεῖθεν καὶ μέγα βοήσας τὰ παροδεύοντα τῶν ζώων ἵστασθαι ποιεῖ, καὶ οὕτως ἐσθίει καταλαμβάνων αὐτά. Καλῶς οὖν ὁ Προφήτης ἔλεγε· «Σκύμνοι ὠρυόμενοι,» καὶ τὰ λοιπά. Ωὐ τοσοῦτον δὲ ἡμεῖς οἱ λόγῳ τετιμημένοι, ὅσον αὐτὰ δήπου τὰ ἄλδγα ζῶα τὴν οἰκείαν οδασι σωτηρίαν, καὶ ὅθεν αὐτοῖς παθαινομένοις ἡ ὑγεία. Κπροσγίνεται. Ἄρκτος γὰρ πολλάκις βαρυτάταις κατατρωθεῖσα πληγαῖς ἑαυτὴν ἰατρεύει, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις δ´ ἂν καὶ ἀλώπεκα τῷ δακρύι τῆς πίτωος ἐαυτὴν ἰατρεύουσαν. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα διὰ τῆς ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ ὄφις τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται βοσκηθεὶς μάλαθρα. Πἰὲε δὲ καὶ ὁ ἔλαφος, καθά φησιν Αἰλιανὸς, θεραπεύειν ἐαυτὸν ἄνθει τινὶ, ἐάν ποτε ὑπὸ τοῦ βέλους τρωθῇ. Οἶδε δὲ καὶ κάμηλος κεκαυμένους χυμοὺς ἐξεμεῖν, εἰ φύλλων ὑγρῶν ἐφάψοιτο δρυός. Ἀλλὰ καὶ κύων οὐκ ἀγνοεῖ χολῆς μελαίνης χλωρὰν ἄγρωστιν εἶναι καθάρσιον. Ἀλλὰ καὶ τράγοι τὴν ἀσκαμωνίαν τῆς ἀπεψίας ἀλεξητήριον οἴδασι. Καὶ πάρδαλις λύθρον αἰγὸς ἀγρίου σωτήριον οἴεται. Καὶ πτηνὸς ἱέραξ τὸν ὁπὸν τῶν πικροφύλλων θριδακίων ῥπτικὸν ἀχλύος ἐπίσταται φάρμακον. Καὶ κύκνοι δὲ βατράχους ἐσθίοντες τοῦ λυποῦντος ἀπαλλαγὴν εὑρίσκουσι. Φεύγουσι καὶ γῦπες καὶ κάνθαροι τὴν τῶν ῥόδων ὀσμήν. Ἀλλὰ καὶ ὄφις ὁ Λιβυκὸς ἀποστρέφεται πήγανον· ψυχρὰν γὰρ καὶ ξηρὰν καὶ νευρώδη τὴν φύσιν κληρωσάμενος, ὑπὸ τοῦ ξηροτάτρυ ὄντος λειποψυχεῖν ἀναγκάζεται, ὥσπερ ὑπὲ κραιπάλης τινὸς καὶ σκοτοδινίας ταῖς ὑπερβολαῖς

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
