# Annales 93

Michael Glycas, Annales, 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/93

τῆς ξηρότητος ἀπονεκρούμενος. Φεύγει τοίνυν ὁ ὄφις τὸ πήγανον ἐντεῦθεν, καθὰ δήπου καὶ τὸν χειμῶνα διὰ τὴν ὑπερβολὴν τῆς ψυχρότητος. Οὕτω μὲν οὖν τὰ ζῶα πάντα φυσικῶς οἶδε τό τε σωτήριον τό τε ὀλέθριον. Αἱ δὲ παρ´ αὐτοῖς προγνώσεις τῆς περὶ τὸν ἀέρα μεταβολῆς ποίαν οὐχὶ σύνεσιν λογικὴν ἀποκρύπτουσιν; ὅπου γε τὸ μὲν πρόβατον χειμῶνος προῖόντος λάβρως ἐπεμβάλλεται τῇ τροφῇ ὧσπερ ἐπισιτιζόμενον πρὸς τὴν μέλλουσαν ἔνδειαν. Ἵδη δέ τις τῶν φιλοπόνων καὶ τὸν χερσαῖον ἐχῖνον ἐτήρησε διπλᾶς ἀναπνοὰς τῇ ἑαυτοῦ καταδύσει μηχανησάμενον, καὶ μέλλοντος βορέου πνεῖν ἀποφράσσοντα τὴν ἀρκτῴαν, νότου δὲ πάλιν μεταβάλλοντος εἰς τὴν προσάρκτιον μεταβαίνοντα. Ἀλλὰ καὶ τὴν τῶν αἰσθητηρίων περιουσίαν μεγάλην παρὰ τοῖς ζώοις ἴδοι τις ἄν. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἀρνειὸς ἐν μυρίοις προβάτοις τῶν σηκῶν ἐξαλλόμενος τήν τε χροιὰν καὶ φωνὴν τὴν τῆς μητρὸς ἐπέγνευ καὶ πρὸς ἐκείνην ἠπείγετο, καὶ ταῦτα πολλὰ παραδραμὼν οὔθατα βαρυνόμενα. Ἔστι καὶ γὰρ παρ´ αὐτοῖς αἴσθησις τῆς ἡμετέρας καταλήώεως ὀξυτέρα, καθ´ ἣν ἑκάστῳ πάρεστι τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. Καλῶς οὖν ὁ Ἱπποκράτης ἔλεγε· «Φύσεις ζώων ἀδίδακτοι,» Τὸ δὲ τοῦ κυνὸς μνημονευτικὸν τίνα τῶν πρὸς τοὺς εὐεργέτας ἀχαρίστων οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ´ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. Ἥδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς Κφονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. Κύων γάρ τις ἐν πανδοχείῳ τὸν φονέα ἰδὼν τοῦ κυριου αυτοῦ, κἀντεῦθεν ἀκρατεῖ κατ´ αὐτοῦ χρησάμενος ὑλακῇ, οὐκ ἀγαθὴν ὑποψίαν ἕδωκε τοῖς περὶ αὐτοῦ, ἐφ´ ᾧ καὶ εἰς κρίσιν αὐτὸν Ἀλλ´ ὄρα σοφίαν Θεοῦ, πῶς τοῖς σαρκοφάγοις Γώθις ὀξεῖς τοὺς ὀδόντας ἐνήρμοσε· τοιούτων γὰρ χρεία ἦν αὐτοῖς πρὸς τὸ τῆς τροφῆς εἶδος. Ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσι, πολλαῖς καὶ ποικίλαις ἀποθήκαις τῶν τροφῶν παρεσκεύασε· διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκούντως καταλεπτύνεσθαι τὴν τροφὴν, ἔδωκεν αὐτοῖς τὸ καταποθὲν πάλιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ προσοικεοῦσθαι τῷ τρεφομένῳ. Ἀλλὰ καὶ τοῖς ὅπλοις αὐτοῖς τὰ ζῶα πρὸς ἄλληλα διενήνοχε. Κατὰ τὰ ἤθη γὰρ τῶν ψυχῶν, καθὰ καὶ ὁ Ἀριστοτέλης φησὶ, δίδωσιν ὁ Θεὸς καὶ τὰς τοῦ σώματος διαπλάσεις τε καὶ ἐνεργείας. Οἷον τί λέγω; τῷ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
