# Annales 99

Michael Glycas, Annales, 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/99
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/99

ἀφίησι. Πρόσεχε οὐν. Ὁ ὄφις τυπτόμενος τὸ μὲν ἄπαν αὐτοῦ σῶμα προδίδωσι, τὴν δὲ κεφαλὴν αὐτοῦ κρύπτει, ἐπειδὴ τὴν ἑαυτοῦ ζωήν εἰδὼς ἑαυτῷ περιέχεσθαι. Οὕτω καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὀφείλομεν ποιεῖν, πάντα μὲν προῖέναι, τὴν κεφαλὴν δὲ φυλάσσειν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ ἡ πίστις ἡμῶν. Ὄφις γηράσας ὡς τὰ πολλὰ καὶ ἀμβλυωπίαν νοσήσας, πρῶτον μὲν ἐγκρατεύεται καὶ νῆστις διαμένει, εἶθ´ οὕτως διὰ στενωποῦ τινος καταδυόμενος καὶ δέοκα παραδόξως ἅπαν ἀπεκδυόμενος νέος αὖθις γίνεται. Οὕτω καὶ ἡμεῖς τῇ ἀμαρτίᾳ καταγηράσαντες διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδίζειν, καὶ οὕτως ἀνανεούμενοι εἰς τὴν ἀρχαίαν πάλιν ἀποκατάστασιν ἔρχεσθαι. Ὄφις διψήσας ποτὲ καὶ ἐν φρέατι μέλλων ὕδατος ἅψασθαι, πρῶτα μὲν ἐξεμεῖ τὸν ἰὸν, εἶθ´ οὕτως τῇ πηγῇ προσέρχεται. Οὕτω καὶ ἡμεῖς τῷ θείῳ μέλλοντες προσελθεῖν ποτηρίῳ, ἅτε δὴ τὴν ἐκκαίουσαν ἡμᾶς ἁμαρτίαν ἰάσασθαι, πᾶσαν κακίαν πρότερον ἀποῤῥίπτειν ὀφείλομεν, καὶ οὔτω σοῖς μυστηρίοις προσέρχεσθαι. Καλῶς οὖν ἐπὶ τούτοις ὁ Κύριος ἔλεγε· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. » Καὶ περὶ μὲν τούτων οὕτως. αἱαΓο ἀιοιυΠνεῖ ρομεΙΙαιΙε ΙΙΙοΙΙᾳίωωει «ΘῖΗε αειῶί ὡἱ εροΙοε.» ΑΟ ε Με ίε Ἀαοίεε. Ρεϋοε αΙεΙ ΡΓαιεεα οἰπο εεροε εεερ ναγῖὸ Γίνωσκε δὲ, ἀγαπητὲ, ὅτι διάφορά εἰσι καὶ ποικίλα γένη τῶν ὄφεων. Οἱ μὲν γὰρ αὐτῶν θᾶττον ἀναιροῦσιν, οἱ δὲ βραδὺ, καὶ ἄλλοι μὲν δήγμασι τὸν βλεθρον φέρουσιν, ἕτεροι δὲ καθ´ ἕτερον τρόπον. Απίκα ὁ ὄφις καλούμενος βασιλίσκος, οὗ καὶ ὁ σοφὸς μέμνηται Γαληνὸς περὶ θηριαῆῆς πρὸς Πίσωνα τὸν λόγον ποιούμενος, καὶ ἁπὸ μόνης ὄψεως ἀναιρεῖ σρὺς ἑωρακότας αὐτόν. Ἔνθεν τοι τὸν βάσκανον ὀφθαλμὸν τοῦ τοιούτου ὄφεως διενηνοχέναι φησὶν ἡ Γραφή· καθάπερ γὰρ ἁπὸ τοῦδε τοῦ θηρὸς ὀλέθριόν τι ῥεῦμα ἐκφέρεται παραχρῆμα διαφθείρειν δυνάμενον, οὕτω καὶ ἐξ αὐτῶν τῶν τοῦ βασκάνου ὀφθαλμῶν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτοῖς ἐνίοτε τοῖς οἰκείοις καὶ συνήθεσι τὸν ὄλεθρον φέρουσι. Καὶ καινὸν ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ πεφύκασιν, οὐχ ὃ βούλονται ποιοῦσι. Καὶ μὴ θαύμαζε τούτου ἕνεκεν· εἰ γὰρ ἑαυτῷ, καθά φησι Πλούταρχος, ὁ Εὐτελίδας ἐβάσκηνε τὴν ὄψιν αὐτοῦ κατιδὼν ἐν ὕδατι καὶ τῆς ὥρας ἐκπλαγεὶς, πολλῷ μᾶλλον ἑτέροις ἐπάξει τὸν ὄλεθρον ὁ βάσκανος ὀφθαλμὸς, βέλος ὥσπερ ἰῶδες τοῖς ὁρωμένοις τοῦτο ἐνιείς. Καὶ ταῦτα μὲν ἡ πεῖρα καὶ ὁ χρόνος ἀνέκαθεν ἕδειξεν· οἱ γὰρ ὀφθαλμοὶ καὶ δρῶσι καὶ πάσχουσι, ποτὲ μὲν πέμποντες, ποτὲ Εὲ δεχόμενοι, ὡς ἐπὶ τῶν ἐρωμένων ἔστιν ἰδεῖν. Ὁ δὲ μέγας Βασίλειος ἐν οἷς ἐπεξηγεῖται τὴν τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ ἐπιγραφὴν, καὶ τάδε φησίν· «Ἀλλ´ ἐγὼ τοῦτο μέντοι, τὸ βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμοὺς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραίδων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἐαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων.» Διαληφθεὶς οὖν ὁ ὄφις, τουτέστιν ὁ βασιλίσκος, οὐ μόνον τῷ βλέμματι τοὺς ἐνορῶντας αὐτὸν καταελάστει

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
