# In libros de partibus animalium ΣΧΟΑΙΑ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΑΙΟΝ ΤΗΣ ΑΥΤΠΣ ΠΡΑΓΜΑΤΕΙΑΣ..1

Michael of Ephesius, In libros de partibus animalium, ΣΧΟΑΙΑ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΑΙΟΝ ΤΗΣ ΑΥΤΠΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-of-ephesius/in-libros-de-partibus-animalium/%CE%A3%CE%A7%CE%9F%CE%91%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%9D%20%CE%92%CE%99%CE%92%CE%91%CE%99%CE%9F%CE%9D%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A5%CE%A4%CE%A0%CE%A3%20%CE%A0%CE%A1%CE%91%CE%93%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%91%CE%A3..1

μένον καὶ ὅτι δεῖ πρῶτα περὶ τῶν κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων εἰπεῖν, εἶθ’ ὕστερον περὶ τῶν ἰδίων ἑκάστῳ, ἵνα μὴ πολλάκις περὶ αὐτῶν ἀναγκάζοιτο λέγειν, καὶ ὅτι δεῖ τὰ φαινόμενα περὶ τὰ ζῷα θεωρῆσαι πρῶτον, ἔπειτα καὶ τὰς αἰτίας τούτων ζητεῖν, καὶ ποσαχῶς τὸ ἀναγκαῖον, ἔτι τε καὶ τὰς τοῦ Πλάτωνος διαιρέσεις μεμψάμενος, νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν. ἐκ τίνων οὖν, φησί, μορίων συνέστηκε καὶ πόσων ἕκαστον τῶν ζῴων, ζητητέον ἐν τῇ πραγματείᾳ τῇ Περὶ ζῴων ἱστορίας, ὅπου ἐν ἐννέα βιβλίοις τὰ περὶ πάντων τῶν ζῴων διαλαμβάνει, τὰς δὲ αἰτίας τούτων καὶ καθ’ ὃν τρόπον ἐτάχθη ἕκαστον παρὰ τῆς φύσεως ἐπισκεπτέον. Τριῶν δ᾿ οὐσῶν τῶν συνθέσεων. Τρεῖς συνθέσεις λέγει ἐν ἑκάστῳ τῶν ζῴων, καὶ πρώτην τὴν ἐκ τῶν τεσσάρων στοιχείων. εἶτα ἀπορίαν ἣν ἄν τις ἠπόρησε λύει, πῶς ἐκ τῶν τεσσάρων στοιχείων συνιστάμεθα ἐναντίων ὄντων καὶ διὰ τοῦτο φθαρτικῶν ἀλλήλων, ὅτι βέλτιον εἰπεῖν συνίστασθαι τὰ σώματα τὴν πρώτην ταύτην σύνθεσιν οὐκ ἐκ τῶν στοιχείων ἀλλ’ ἐκ τῶν δυνάμεων τούτων, ψυχροῦ θερμοῦ καὶ ἔτι ξηροῦ καὶ ὑγροῦ, μᾶλλον δὲ τῶν πρώτων ὡς ποιητικῶν ἢ ἐκ τῶν δευτέρων ὡς παθητικῶν· τέως δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων καὶ δυνάμεων, καθὼς καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε. καὶ αὕτη μὲν ἡ πρώτη σύνθεσις ἡ ἐν τῶν δυνάμεων· αἱ γὰρ δυνάμεις διὰ ταύτας εἰσί. δευτέρα σύστασις καὶ σύνθεσις ἡ ἐκ τῶν ὁμοιομερῶν καὶ τρίτη ἡ ἐκ τῶν ἀνομοιομερῶν. πᾶσαι δὲ αἱ ἄλλαι δυνάμεις ἀπὸ τούτων, οἷον εἰ πλεονάσει τὸ πυρῶδες ἢ ἀερῶδες, γίνεται τὸ σῶμα κοῦφον καὶ μανόν, εἰ δὲ πλεονάσει τὸ γεῶδες, γίνεται βαρὺ καὶ πυκνόν. Ἐπεὶ δὲ ἐναντίως ἔχει. Γένεσιν τὴν ὕλην φησίν, οὐσίαν δὲ τὸ εἶδος. ἐπεὶ γοῦν ἐναντίως ἔχει ταῦτα· τὰ γὰρ ὕστερα τῇ γενέσει, ὥσπερ ἐστὶν ἡ οὐσία, πρότερα τῇ φύσει ἐστίν· εἰς γὰρ τὸ εἶδος καὶ τὴν μορφὴν ἀποβλέπουσα ἡ φύσις κινεῖ τὴν ὕλην, καὶ διὰ τοῦτο τὸ τῇ γενέσει τελευταῖον πρῶτόν ἐστι. καὶ τίθησι καὶ παράδειγμα ὅτι οὐχ ἕνεκα τῶν πλίνθων καὶ τῶν ξύλων ἡ οἰκία, ἀλλὰ ταῦτα τῆς οἰκίας ἕνεκα. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ "/> τῶν φυσικῶν. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς ἐπαγωγῆς δῆλον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. πᾶν γάρ τι, φησί, τὸ γινόμενον ἔκ τινος ὑλικοῦ εἴς τι εἰδικὸν ποιεῖται τὴν γένεσιν, καὶ ἀπ’ ἀρχῆς ὑλικῆς εἰς ἀρχὴν εἰδικὴν ἵησι· τὴν γοῦν ὕλην φύσιν φησί, τὸ δὲ εἶδος οὐσίαν. ἐκ τούτου γοῦν δῆλον ὅτι ἡ ὕλη ἕνεκα τοῦ εἴδους καὶ προτέρα ἡ ὕλη τῷ χρόνῳ, τῷ δὲ λόγῳ ἡ οὐσία καὶ ἡ ἑκάστου μορφή. Δῆλον δ’ ἂν λέγῃ τις. Ἡ ὕλη τῶν στοιχείων ἕνεκα τῶν ὁμοιομερῶν, τὰ δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· τοῦτο γὰρ θέλων δεῖξαι ποιεῖται τὸν λόγον ἐκ τῶν τεχνητῶν ὅτι ὁ τῆς οἰκοδομήσεως λόγος ἔχει τὸν τῆς οἰκίας, ὁ δὲ τῆς οἰκίας <οὐκ> ἔχει τὸν τῆς οἰκοδομήσεως. λόγος γὰρ οἰκοδομήσεως τὸ οἰκίαν ποιῆσαι τοιανδί, λόγος δὲ οἰκίας τὸ σκέπειν καὶ φρουρεῖν τὰ ἐμπεριεχόμενα ἐν αὐτῇ. ὥστε ἡ οἰκοδόμησις ἕνεκα τῆς οἰκίας, οὐ μὴν ἡ οἰκία ἕνεκα τῆς οἰκοδομήσεως. προτέρα γοῦν τῷ χρόνῳ ἡ οἰκοδόμησις τῆς οἰκίας, ὑστέρα δὲ ἡ οἰκία. ὥστε καὶ τὰ στοιχεῖα τῶν ὁμοιομερῶν πρότερα τὰ δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν. καὶ ἔσχε καὶ ταῦτα ἐπὶ τοῦ τρία ἀριθμοῦ τὸ τέλος καὶ τὸ πέρας, καθὼς ἐν τῷ Περὶ οὐρανοῦ τὸν τρία ἐξύμνει. Πολυμόρφων δέ. Πολυειδεῖς εἰσιν αἱ πράξεις τῆς χειρός. ἄλλη γὰρ πρᾶξις τοῦ πιέσαι καὶ ἄλλη πρᾶξις τὸ λαβεῖν καὶ ἄλλη τὸ ἀποτρέψαι. ὁμοίως καὶ τοῦ ποδός· ἄλλη γὰρ πρᾶξις τοῦ βαδίσαι καὶ ἄλλη τοῦ πατάξαι καὶ ἄλλη τοὐ ὀρχήσασθαι· πολυειδῶν γοῦν οὐσῶν τῶν πράξεων καὶ αἱ δυνάμεις, ἐξ ὧν συνίστανται τὰ μόρια, διάφοροι. δυνάμεις δέ εἰσι μαλακότης σκληρότης κραυρότης, τὰ τοιαῦτα· ἀνόμοιοι τοίνυν αἱ πράξεις, ἀνόμοιοι καὶ αἱ δυνάμεις ἐξ ὧν συνετέθησαν οὕτω τῆς φύσεως οἰκονομησάσης εἰς τὴν προσήκουσαν πρᾶξιν. τὰ γὰρ ὁμοιομερῆ κατὰ μέρος διείληφε τὰς δυνάμεις· τοῦ γὰρ ἥπατος τυχὸν τὸ μὲν μέρος σκληρὸν τὸ δὲ μαλακόν, ἢ καρδίας τὸ μὲν ὑγρὸν τὸ δὲ ξηρόν· τὰ δὲ ἀνομοιομερῆ κατὰ πολλὰς δυνάμεις εἰσὶ καὶ ἀλλήλαις συγκειμένας. καὶ δῆλον ἐκ τῆς χειρὸς καὶ τῶν ἄλλων τῶν ὀργανικῶν μορίων, ποδὸς καὶ τῶν τοιούτων. <Ὡς μὲν οὖν ἕνεκά τιν> ος. Ὡς μὲν οὖν ἕνεκά τινος πράξεως ταῦτα τὰ μόρια διὰ ταύτην αἰτίαν τὴν τελικὴν δηλονότι οὕτως ἔχει. ἐπεὶ δὲ καὶ περὶ τῆς ὑλικῆς αἰτίας ζητεῖται, φανερὸν ὅτι οὕτως ἔχει ὡς πέφυκεν ἔχειν πρὸς ἄλληλα. τὰ γὰρ ἀνομοιομερῆ καὶ ἐκ πλειόνων, οἷον χεὶρ πρόσωπον πούς, τὰ δὲ ἐκ πλειόνων καὶ ἐξ ἑνὸς τὰ σπλάγχνα. ταῦτα γὰρ ἐξ ἑνὸς ὁμοιομεροῦς σύγκειται, λέγω τοῦ αἵματος, ἐκ πλειόνων δὲ σχημάτων· αὐτίκα ἡ καρδία ἔχει σχῆμα κυλινδροειδὲς καὶ κωνοειδὲς καὶ σφαιροειδές. τὰ δὲ ὁμοιομερῆ πολλὰ ἄν εἴη ὁμοιομερῆ. γράφεται καὶ ἀνομοιομερῆ. ἡ μὲν οὖν προτέρα γραφὴ τοῦτ’ ἂν βούλοιτο· ἐπεί, φησί, τὸ ἀνομοιομερὲς πολλά ἐστιν ὁμοιομερῆ, διότι ἐξ αὐτῶν σύγκειται, εἴπερ καὶ τὸ ὁμοιομερὲς ἐκ τῶν ἀνομοιομερῶν συνέκειτο, ἦν ἂν καὶ αὐτὸ ἐξ ὁμοιομερῶν συγκείμενον πολλῶν· τὰ γὰρ ἀνομοιομερῆ οὐδέν εἰσιν ἕτερα ἢ ἕκαστον πολλὰ ὁμοιομερῆ. συνέκειτο οὖν τὸ ὁμοιομερὲς ἐξ ὁμοιομερῶν, καὶ αὐτὸ ἐξ ἑαυτοῦ, ὅπερ ἄτοπον. ἡ δὲ δευτέρα τὸ ἀνομοιομερῆ εἴη ἄν τοιοῦτον· εἴπερ, φησί, τὸ ὁμοιομερὲς συνέκειτο ἐκ τῶν ἀνομοιομερῶν, ἦν ἄν καὶ αὐτὸ πολλὰ ἀνομοιομερῆ, ὥσπερ τὸ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνιστάμενόν ἐστι πολλὰ ὁμοιομερῆ. ἀλλὰ καὶ τοῦτο ἄτοπον τὸ εἶναι τὸ αἷμα τυχὸν (ὁμοιομερὲς γάρ) πολλὰ πρόσωπα ἢ πολλὰς χεῖρας. ’H δ’ αἴσθησις ἐγγίνεται πᾶσιν. Τὰ μὲν ὀργανικὰ μόρια ἀνομοιομερῆ εἰσι, τὰ δὲ αἰσθητήρια ὁμοιομερῆ. καὶ γὰρ ἡ αἴσθησις ἐν τοῖς ὁμοιομερέσι, διότι μία ἑκάστη τῶν αἰσθήσεων ἑνὸς γένους καὶ ὑποκειμένου δεκτική ἐστιν, οἷον ἀκοὴ ψόφων, χυμῶν γεῦσις, χρωμάτων ὅρασις, ὀδμῆς ὄσφρησις. περὶ δὲ τῆς ἁφῆς παρακατιὼν ἐπαπορεῖ, ὅτι πλειόνων αὕτη δεκτική ἐστιν. ἡ τοίνυν αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ ὄντος. ὥστε εἰ ἔστι τὸ αἰσθητὸν τὸ αὐτὸ ἤτοι ἓν τῷ γένει, καὶ τὸ αἰσθητήριον λοιπὸν τὸ τούτου ἀντιληπτικὸν ἕν ἐστι καὶ ἁπλούστατον. ἢ γὰρ ὕδωρ ἐστὶν ὡς τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸ τῆς ὄψεως, ἢ ἀὴρ τὸ τῆς ἀκοῆς ἢ ἄλλο τῶν στοιχείων τὰ τῶν λοιπῶν αἰσθητηρίων, καθὼς ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει. ’Ev ὁμοιομερεῖ μέν. τῶν ἄλλων αἰσθήσεων καὶ ὁμοιομερῶν ὄντων καὶ ἁπλῶν, ὡς ἐρρήθη, ὕδατος τοῦ ὀφθαλμοῦ καὶ τῆς ὄψεως, καὶ ἀέρος ἐπὶ τῆς ἀκοῆς, εὐλόγως συμβέβηκεν ἐπὶ τῆς ἁφῆς ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές, οὐ μὴν δὲ καὶ τὸ ἁπλοῦν, ὡς εἶναι καὶ ταύτην ἐξ ἑνὸς στοιχείου. οἷόν ἐστιν ἡ σὰρξ καὶ ὁμοιομερὲς καὶ οὐχ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν τεσσάρων συγκείμενον στοιχείων, ὅτι καὶ διάφορα τὰ ὑποκείμενα αὐτῇ θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, μαλακὸν σκληρόν, τραχὺ λεῖον, καὶ τὰ τοιαῦτα. ἡ γοῦν σὰρξ τῆς ἁφῆς αἰσθητήριον οὖσα ὡς ὀφθαλμὸς τῆς ὁράσεως, καὶ τὸ ἀνάλογον τῆς σαρκὸς ἐπὶ τῶν ἄλλων, οἱονεὶ ἐπὶ τῆς σηπίας τὸ ὀστρακόδερμον, εἰκότως ὑλικώτερον καὶ σύνθετόν ἐστιν. ἐπεὶ δὲ ἀδύνατον αἴσθησιν <μὴ> ἔχειν τὸ ζῷον, διὰ τοῦτο καὶ ὁμοιομερῆ μόρια ἔχει· ἡ γὰρ αἴσθησις ἐν τοῖς τοιούτοις, αἱ δὲ πράξεις ἐκ τῶν ἀνομοιομερῶν. ἐν δὲ τῇ καρδίᾳ ἐστὶν ἡ αἰσθητικὴ δύναμις καὶ ἡ θρεπτική· διὰ τοῦτο καὶ ἡ καρδία ἀμφότερον ἔχει. Ἧι μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν τῶν ἁπλῶν. Ἐπεὶ ἡ καρδία ἢ τὸ ταύτῃ ἀνάλογον ἐν τοῖς ἀναίμοις ἐστὶ καὶ δεκτικὴ πάντων τῶν αἰσθητῶν, ἐστὶ καὶ κινητικὴ διὰ τῶν ἐνόντων αὐτῇ νεύρων, ᾗ μὲν τὰ αἰσθητήρια ὁμοιομερῆ καὶ ἀπλᾶ, τῶν ἁπλῶν καὶ αὐτὴν εἶναι μορίων συμβέβηκεν, ᾗ δὲ κινητικὴ καὶ πρακτική ἐστι καὶ αἱ πράξεις διὰ τῶν ἀνομοιομερῶν, ἀνομοιομερῆ καὶ ταύτην εἶναι. διαιρεῖται γὰρ καὶ αὕτη καθάπερ καὶ τὰ ἄλλα τῶν σπλάγχνων εἰς ὁμοιομερῆ· διὰ δὲ τὸ τῶν σχημάτων πολυειδὲς καὶ ἀνομοιομερής ἐστιν. ἠκολούθηκε δὲ ταύτῃ καὶ τὰ ἄλλα σπλάγχνα· αἱματικὴ γὰρ ἡ φύσις αὐτῶν, διότι διαλείψεις ἔχει τοῦ αἵματος ἐπὶ πόροις φλεβικοῖς· καθάπερ οὖν ὕδατος ἰλύς, οὕτω προχεῖται ἐκεῖσε διὰ τῶν φλεβῶν ἡ τοιαύτη πρόχυσις. ἐπεὶ δὲ καὶ ἡ καρδία τρέφεται ἐξ αἵματος, <εὔλογον ἐξ αἵματος> συνεστάναι· πᾶν γὰρ τὸ τρεφόμενον ὑπὸ τοῦ συγγενοῦς καὶ ὁμοίου τρέφεται, οἷον ἡ σὰρξ ὑπὸ τῆς σαρκὸς καὶ ἡ καρδία ὑπὸ τοῦ αἵματος. <Τῶν δὲ ὁμοιομερ>ῶν. Περὶ τῶν ὁμοιομερῶν μορίων λέγει ὅτι τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως <ἢ> ἔστ’ ἂν ᾖ ἐν τῷ ζῴῳ ἢ ὅλως]· τὸ γὰρ αἷμα ἐξελθὸν πήγνυται καὶ οὐ μένει ὑγρόν. αἷμα] ἰχὼρ οἷον αἷμα διεφθαρμένον, πιμελὴ ἡ ἐπὶ τῶν χοίρων, στέαρ τὸ ἐπὶ τῶν προβάτων, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι. τούτων γὰρ τὰ μὲν ὑγρά, τὰ δὲ μόνον μαλακά· τὰ δὲ ξηρὰ καὶ στερεὰ ὡς ἄκανθα, τὸ μεσαίτατον ὀστοῦν τοῦ ἰχθύος, νεῦρον, φλέψ. ἡ δὲ φλὲψ εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐ διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ· οὐκέτι γὰρ τὸ διαιρεθὲν λέγεται φλέψ, ἐπεὶ οὐδὲ κοιλότης ἐστὶ περιεκτικὴ αἵματος, ὅπερ ἐστὶν ὁρισμὸς τῆς φλεβός· εἰ δὲ δίχα διαιρεθῇ, διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ, καὶ φλέβες τὰ μόρια λέγονται. Εστι γὰρ ὡς ἐνίων. Εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐχ ὁμώνυμα τὰ μέρη τῆς φλεβός· εἰ δὲ δίχα, ὁμώνυμα. προσώπου δὲ πρόσωπον, ὅπερ ἐστὶν ἀνομοιομερές, οὐδαμῶς ἐστιν ὁμώνυμον μεριζόμενον. τέως δὲ καὶ τοῖς ὑγροῖς καὶ τοῖς ξηροῖς πολλοὶ τρόποι τῆς αἰτίας εἰσίν. ἐκ γὰρ τῶν ὁμοιομερῶν συνέστηκε τὰ ὀργανικὰ μέρη· ἐκ γὰρ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἰνῶν καὶ φλεβῶν συνίσταται ταῦτα, ὥστε συμβάλλεσθαι τὰ μὲν εἰς τὸ εἶναι, ὡς ἡ γλῶττα οὐκ ἐν τῷ λαλεῖν ἀλλ’ ἐν τῷ γεύεσθαι, τὰ δὲ εἰς τὸ ἐνεργεῖν ὡς αἱ χεῖρες, τὰ δὲ ὡς τροφὴ εἶναι τῶν ἄλλων ὥσπερ τροφή ἐστιν ὁ μυελὸς τῶν ὀστῶν, εἰ καὶ ὀστεογενῆ τὸν μυελὸν Ἐμπεδοκλῆς λέγει. εἴ τι γὰρ ἔστι τὸ ἐν τοῖς σώμασιν αὐξανόμενον, ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν· εἰ δὲ καὶ ἐξ ἑτέρου ἤγουν ἐκ ξηροῦ, ἀλλ’ ὑγρανθέντος τέως. τὰ δὲ περιττώματα ἤγουν ἀφοδεύματα συμβέβηκεν εἶναι τῆς ξηρᾶς τροφῆς ὑπόστασιν, ὥσπερ τοῦ ὑγροῦ τὸ οὖρον. Αὐτῶν δὲ τούτων. Τῶν αἱμάτων αἰ διαφοραὶ πρὸς ἄλληλα τοῦ βελτίονος ἕνεκεν. ὡς γὰρ τὸ παχύτερον ἰσχύος ποιητικώτερον, οὕτω τὸ λεπτότερον νοήσεως. διαφέρει δὲ αἷμα αἵματος καὶ ἐν ἄλλω καὶ ἄλλῳ ζῴῳ καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τοῦ ζώου σώματι, οἷον ἄλλο αἷμά ἐστι πρὸς τὰ ἄνω μέρη καὶ ἄλλο πρὸς τὰ κάτω. μὴ μόνον δὲ ἐπὶ τοὐ αἵματος ἐν τοῖς ἐναίμοις ἔστι διαφορά, ἀλλὰ καὶ τοῦ ἀναλόγου τῷ αἵματι ἐν τοῖς ἀναίμοις. καὶ γὰρ μέλιττα καὶ μυῖα ἄναιμα, ἀλλ’ ἡ μέλιττα πολλῶν ἀναίμων φρονιμωτέρα τὴν φύσιν ἐστίν. ὅρα γὰρ τὴν ἐργασίαν αὐτῆς καὶ τὰς ἑξαγώνους σύριγγας· ἰδὲ πάλιν καὶ τοῦ ἀράχνου τὴν ἱστουργικὴν ἐπιστήμην ἐς τὸ τὰς μυίας ἁλίσκεσθαι. Ἄριστα δέ. Ἧι μὲν γὰρ λεπτὸν τὸ αἷμά ἐστι, ποιεῖ αὐτὰ φρόνιμα, ᾗ δὲ θερμόν, ποιεῖ αὐτὰ ἀνδρεῖα. διὰ τοῦτο πρός τε ἀνδρείαν καὶ πρὸς φρόνησιν ἔχει καλῶς τὰ τοιαῦτα τῶν αἱμάτων. διὸ διαφέρει καὶ ἐν τῷ ἑνὶ ζῴῳ τὸ αἷμα κατὰ τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὸ θῆλυ <πρὸς> τὸ ἄρρεν καὶ τὰ δεξιὰ μέρη πρὸς τὰ ἀριστερά. ὥσπερ δὲ ἐπὶ τοῦ αἵματος ἔχει, ὅτι ἐστὶ διαφορὰ αὐτοῦ καὶ ἐπὶ διφόρων σω<μάτων τῷ εἴδει> καὶ ἐπὶ διαφόρων τῷ ἀριθμῷ, ὡς ἐπὶ ἀνδρὸς καὶ γυναικός, καὶ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου τῷ ἀριθμῷ κατὰ τὰ ἄνω καὶ τὰ κάτω καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερά, οὕτω καὶ ἐπὶ τῶν ἄλλων μορίων ἔχει τῶν τε ὁμοιομερῶν καὶ τῶν ἀνομοιομερῶν. ἔχουσι γὰρ μὴ μόνον πρὸς ἄλληλα ταῦτα διαφοράν, ἀλλὰ καὶ αὐτὰ πρὸς ἑαυτὰ ἔν τε ἄλλοις καὶ ἄλλοις ζῴοις καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τῷ ἀριθμῷ, τὰ σπλάγχνα καὶ αἱ χεῖρες καὶ αἱ κεφαλαὶ καὶ τὰ λοιπά. <Πολλῶν> γὰρ ἡ φύσις. Πολλῶν γὰρ μορίων φύσις ἀνάγεται εἰς ταύτας τὰς ἀρχὰς ἤτοι τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν περὶ θερμοῦ καὶ ψυχροῦ. ἀμφισβητοῦσι γὰρ πολλοί, φησί, ποῖα τῶν ζῴων θερμὰ καὶ ποῖα ψυχρά, καὶ λέγουσί τινες τὰ ἔνυδρα θερμά, τὰ δὲ πεζὰ ψυχρά, καὶ τὰ ἄναιμα θερμά, τὰ δὲ ἔναιμα ψυχρά, καὶ τὰ θήλεα θερμά, ὡς Παρμενίδης, τὰ δὲ ἄρρενα ψυχρά· διὰ τοῦτο γὰρ καὶ πολυαίμους γίνεσθαι τὰς γυναῖκας καὶ τοῖς καταμηνίοις συνέχεσθαι· Ἐμπεδοκλῆς τοὐναντίον φησίν. οἱ δὲ λέγοντες τὰ ἄναιμα θερμότερα τῶν ἐναίμων τάχα ἄν εἴποιεν καὶ αἰτίαν, ὅτι οὐκ ἐχώρησεν ἡ φύσις προστιθέναι καὶ αἷμα τοῖς τοιούτοις ἀναίμοις θερμοῖς οὖσι, μή πὼς πάντῃ θερμανθέντα ἀπόλωνται. Εἰ δ’ ἔχει τοσαύτην. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναργέστατον περὶ τὴν αἴσθησίν ἐστιν. εἰ γοῦν περὶ ταῦτα τὰ ἐναργῆ ἐστιν ἀμφισβήτησίς τισι, τί ἂν ποιήσαιεν ἐκεῖνοι περὶ τῶν ἄλλων, ἤγουν τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ; ἐπεὶ δὲ φιλόσοφοί εἰσιν οἱ περὶ τούτων ἀμφισβητοῦντες, δεῖ μὲν ὑπολαμβάνειν εὐλόγως τούτους καὶ παρά τινα αἰτίαν εὔλογον ἀμφισβητεῖν. ἔοικε γοῦν διὰ τὸ πολλαχῶς λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία. ἕκαστος γὰρ τἀναντία λέγων δοκεῖ τι λέγειν. διὸ ἐπεὶ περὶ φυσικῶν πραγμάτων ζητοῦμεν, ποῖα θερμὰ καὶ ποῖα ψυχρά, δεῖ μὴ λανθάνειν κατὰ ποῖον σημαινόμενον πολλαχῶς λεγομένων τούτων δεῖ λέγειν ἐπὶ τούτοις· ταῦτα γάρ εἰσι καὶ αἴτια σχεδὸν παρὰ τὰς ἄλλας ἐναντιώσεις καὶ ζωῆς καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ νεότητος καὶ γήρως καὶ νόσου καὶ ὑγείας καὶ τῶν λοιπῶν. Ἕνα μὲν οὖν τρόπον. ῾Εξαχῶς φησι τὸ θερμότερον· πρῶτον μὲν ὑφ’ οὗ μᾶλλον θερμαίνεται τὸ ἁπτόμενον, ὡς τὸ ζέον ὕδωρ μᾶλλον θερμαίνοι ὅν τὸν ἁψάμενον αὐτοῦ παρὸ τὸ πῦρ· τὸ γὰρ πῦρ φθάνει διαφορεῖσθαι διὰ τὴν λεπτομέρειαν. δεύτερον τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν, ὡς ὁ πεπυρακτωμένος σίδηρος θερμότερος πυρός. τρίτον ἐὰν μετὰ λύπης ἤτοι ἀλγηδόνος ἐμποιεῖ τὴν αἴσθησιν τῷ αὐτοῦ θιγγάνοντι· μᾶλλον γὰρ ἄν ἐκεῖνον λυπήσοι ὁ πεπυρακτωμένος σίδηρος παρὸ τὸ πῦρ. ἔστι δ’ ὅτε δοκεῖ τοῦτο ψεῦδος· πολλάκις γὰρ ἡ οὐ παρὰ τοῦτο ῥηθήσεται τὸ ψυχρὸν ὕδωρ ἀπλῶς θερμόν, ἀλλ’ ὡς πρὸς τὴν τοιάνδε ἕξιν τῆς σαρκός. τέταρτον τὸ τηκτικώτερον· τὸ γὰρ πῦρ τήκει πλέον τοῦ ξύλου τοῦ ἁπτομένου. πέμπτον τὸ πλέον πῦρ τοῦ ὀλίγου πυρός. ἕκτον τὸ θαλάσσιον ὕδωρ ὡς μὴ ταχέως ψυχόμενον θερμότερον τοῦ ἄλλου. ἕβδομον τὸ θᾶττον θερμαινόμενον ὡς τὸ ποτάμιον ὕδωρ. ἐκβληθέντος οὖν τοῦ μετὰ λύπης ἓξ ἐγκαταλείπονται. Θερμαίνει μὲν γάρ. Τίθησιν ἐντεῦθεν τὰ παραδείγματα τῶν τοῦ θερμοῦ τρόπων. τοῦ γοῦν πρώτου τρόπου ὅτι θερμότερον τὸ ζέον ὕδωρ τῆς φλογός, τοῦ δὲ τρίτου παράδειγμα καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δ ὕδωρ οὐδέν. τοῦ δὲ τετάρτου ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, τοῦ δὲ πέμπτου τὸ ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός. [τοῦ δὲ τρίτου τὸ ἔτι δὲ θερμότερον μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον, ψύχεται δὲ θᾶττον καὶ πήγνυται τοῦ ἐλαίου.] τοῦ δὲ ἕκτου τὸ ἔτι δὲ λίθοι καὶ σίδηρος καὶ τὰ τοιαῦτα. Πρὸς δὲ τούτοις τῶν λεγομένων μένων θερμῶν. Καὶ πρὸς τούτοις ἄλλην αὖθις διαφορὰν λέγει τῶν λεγομένων θερμῶν, καὶ ὅτι τὰ μὲν οἰκείαν ἔχει τὴν θερμότητα <τὰ δὲ ἀλλοτρίαν> καὶ ἢ ἀλλοτρίαν ἢ οἰκείαν πλεῖστον διαφέρει. θάτερον μὲν γὰρ αὐτῶν οἱονεὶ τὸ ἔχον ἀλλοτρίαν τὴν θερμότητα κατὰ συμβεβηκὸς θερμὸν ἄν εἴη, ὥσπερ καὶ ὁ μουσικὸς θερμότερος τοῦ ἄλλως πὼς καὶ εἰς ὑγείαν διακειμένου, διότι πυρέττει. οὐ γὰρ ὁ μουσικὸς θερμότερος, ἀλλ’ ὁ πυρέττων πρὸς τὸν μεθ’ ὑγείας θερμόν. ἐπεὶ δὲ τὸ μὲν αἷμα ὡς οἰκείαν ἔχον τὴν θερμότητα καθ’ αὑτὸ θερμόν, τὸ δὲ ὕδωρ ὡς ἀλλοτρίαν ἔχον τὴν θερμότητα κτὰ συμβεβηκός, ψύχεται μὲν βραδύτερον τὸ καθ’ αὑτὸ θερμόν, ὅτι οἰκεῖον ἔχει τὸ θερμὸν ὡς αἷμα καὶ ἔλαιον, μᾶλλον δὲ θερμαίνει τὴν αἴσθησιν τὸ κατὰ συμβεβηκὸς θερμόν, διότι ξένην καὶ ἀλλοτρίαν δεξάμενον τὴν θερμότητα παρὰ λόγον ἔχον ταύτην καὶ πλείονα τοῦ εἰκότος εἰκὸς δέξασθαι τοῦτο τὴν θερμότητα. εἰς δὲ τὴν καῦσιν τὸ ἀνάπαλιν γίνεται· τὸ γὰρ καθ’ αὑτὸ θερμὸν μᾶλλον καίει ἢ τὸ κατὰ συμβεβηκός, ἤγουν φλὸξ τοῦ ζέοντος ὕδατος. ὥστε τὸ κρῖναι ὁποῖον θερμότερον δυοῖν ὄντοιν οὐχ ἁπλοῦν ἐστιν. Ἔνια δὲ τῶν τοιούτων. Εἰσί τινα τῶν θερμῶν ἅπερ οὐκ ἔστιν εἰπεῖν ἁπλῶς ἢ θερμὰ ἢ οὐ θερμά. οὔτε γὰρ κατὰ συμβεβηκὸς ἔχουσι τὸ θερμὸν οὕτως ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτοῖς τοῦτο δὴ τὸ θερμόν, καὶ μένειν ἐκεῖνο οἷόν ἐστιν, ὥσπερ [τῷ] ἐν τῷ λίθῳ θερμῷ, οὔτε αὖθις φύσει καὶ ἀρχῆθεν ἔχουσι τὸ θερμὸν ὥσπερ ὁ ἥλιος, εἰ μή γε καὶ περὶ τούτου ἔστιν εἰπεῖν κατά τινας τῶν φυσικῶν ὅτι ἐκ τῆς ταχυτῆτος τὸ θερμὸν λαμβάνει τίνα δέ εἰσι ταῦτα τὰ μὴ ἁπλῶς θερμὰ ἢ οὐ θερμά; ὥσπερ τὸ αἷμα, φησίν· τοῦτο γὰρ θερμόν ἐστιν, ἀλλ’ οὔτε κατὰ συμβεβηκὸς ἔχει τὸ θερμόν, ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτῷ τὸ θερμόν, μένειν δὲ ἐκεῖνο καὶ πάλιν αἷμα, οὔτε μὴν φυσικῶς καὶ ἀρχῆθεν ἐξ αὐτῆς δὴ τῆς φύσεως τῆς ὑποκειμένης αὐτῷ· τὸ γὰρ φλέγμα ψυχρὸν ὂν ὕλη τοῦ αἵματός ἐστι. καὶ τί λέγω περὶ αἵματος, φησίν, ὅπου γε καὶ αὐτὸ τὸ πῦρ τοιοῦτόν τι ἐστί; τὸ γὰρ ὑποκείμενον τῷ πυρὶ ἢ καπνὸς ἢ ἄνθραξ ἐστίν· ὁ δὲ καπνὸς θερμὸν μέν οὐ μὴν δὲ ὡς τὸ πῦρ, ἀλλὰ πρὸς τοῦτο συγκρινόμενον ψυχρόν ἐστιν· ὁ δὲ ἄνθραξ ἀποσβεσθεὶς ψυχρός ἐστιν. ἔλαιον δὲ καὶ πεύκη ἤγουν ῥητίνη ἄλλον τρόπον θερμόν, ὅτι γίνοιντο ἂν καὶ ψυχρά, μείναντα ἔλαιον καὶ ῥητίνη· Ἔχει δὲ θερμότητα. Ἀλλὰ λαμβάνουσι τὴν θερμότητα ἐν τῷ πυρωθῆναι, οἷον κονία ἄσβεστος καὶ τέφρα καὶ κτὰ ἀνάλογον ταύτης καὶ τὰ ὑποστήματα τῶν ζῴων, αἱ ἀφοδεύσεις· κἀκεῖνα γὰρ θερμά εἰσιν ὡς ἡ τέφρα. ἀλλὰ καὶ ἐκ τῶν περιττωμάτων ἡ χολή, ἣν ὠχράν φασιν οἱ ἰατροί. ἄλλον τρόπον πάλιν θερμόν ἐστιν τὰ πίονα ἐν τῷ ταχὺ θερμαίνεσθαι καὶ τὸ δυνάμει εἰς ἐνέργειαν γίνεσθαι. τὸ οὖν θερμὸν καὶ πήγνυσι καὶ τήκει ἤγουν διαλύει) καὶ τὸ ψυχρὸν ὁμοίως. καὶ λέγει περὶ τοῦ ψυχροῦ ὅτι τὰ ἐξ ὕδατος συνιστάμενα πήγνυσι τὸ ψυχρὸν ὡς τὸν κρύσταλλον, τὰ δὲ <γῆς ὄντα> πῦρ, ὡς τὸν κέραμον. καὶ τὰ θερμὰ πήγνυται ὑπὸ τοῦ ψυχροῦ ταχὺ μὲν καὶ ἀλύτως ὅσα μᾶλλον γῆς, λυτῶς δὲ [καὶ] ὅσα ὕδατος, ὡς τὸ πηγνύμενον ὕδωρ. Οὐ τὸν αὐτὸν τρόπον. Τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, ὥς φασιν ἐξηγηταί, Ἀριστοτέλης πρῶτος ἢ κομιδῇ σὺν ὀλίγοις εὗρε καὶ ἐπλάτυνε, δι’ ὧν ἀμφιβαλλόμενα τοῖς παλαιοῖς φιλοσόφοις συνεβίβασεν, ὥσπερ ἀρτίως καὶ περὶ αἵματος. ψυχρὸν γὰρ εἰπόντων αὐτό τινων θερμοῦ φανεροῦ φαινομένου συμβιβάζει ὁ φιλόσοφος ὅτι τὸ μὲν τί ἦν εἶναι ἤγουν τὸ εἶδος αὐτό, ὅπερ φησὶ συνδυαζόμενον, ἤγουν μετὰ τῆς ὕλης, θερμόν ἐστιν, ἡ δὲ τοῦ αἵματος ὕλη ψυχρά· φλέγμα γὰρ ψυχρὸν ἡ τοῦ αἵματος ὕλη. ἔτι, φησί, καὶ κτὰ τὸ δυνάμι καὶ τὸ ἐνεργείᾳ πολλὰ καὶ ψυχρά εἰσι κατ’ ἐνέργειαν καὶ θερμὰ κτὰ δύναμιν ὡς τὰ ψυχρά ὕδατα, καὶ θερμὰ πάλιν κατ’ ἐνέργειαν καὶ ψυχρὰ κατὰ δύναμιν ὡς τὰ ζέοντα ὕδατα· Ἐχόμενον δέ. Εἰπὼν περὶ τῶν ποιητικῶν δυνάμεων θερμοῦ καὶ ψυχροῦ νῦν λέγει καὶ περὶ τῶν παθητικῶν ξηροῦ καὶ ὑγροῦ· οὕτω γὰρ λέγει ταύτας τὰς τέσσαρας δυνάμεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. εἰσὶ γοῦν τά τε ξηρὰ καὶ ὑγρὰ τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. πᾶν γὰρ πεπηγὸς ὑγρὸν ξηρὸν μὲν ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός, δυνάμει δὲ καὶ καθ’ αὑτὸ ὑγρόν. γῆ δὲ καὶ τέφρα μιχθέντα ὑγρῷ ἐνεργείᾳ μέν εἰσι καὶ κατὰ συμβεβηκὸς ὑγρά, καθ’ αὑτὰ δὲ καὶ δυνάμει ξηρά. διακριθέντα δὲ τὰ ἀπὸ τοῦ ὕδατος ὑγρὰ καὶ ἀναπληστικά. τί δὲ τοῦτό ἐστιν; ὅτι ὑγρόν, φησί, τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ἀναπληστικὸν γοῦν λέγεται τό ὑγρόν, ὅτι περιορίζεται ἐν ὁποιῳοῦν ἀγγείῳ καὶ ἀναπληροῖ οἷον δή τινα τόπον. ταῦτα γοῦν εἰσι καὶ ἐνεργείᾳ καὶ δυνάμει ὑγρὰ τὰ ἐξ ὕδατος. τὰ δὲ γῆς ἅπαντα ξηρά. δυνάμει δὲ λέγει ἐν τούτοις τὸ τέλειον δυνάμει καὶ κατὰ φύσιν ὑπάρχον. οὕτω καὶ τὸ αἷμα τῷ εἴδει μέν ἐστι θερμόν, τῷ δὲ ὑπο- κειμένῳ καὶ τῇ ὕλῃ ψυχρόν· φλέγμα γάρ. ᾿ Εν μὲν γὰρ τῷ λόγῳ. ᾿Επεὶ τὸ αἷμα τῷ ὑποκειμένῳ καὶ τῇ ὕλῃ ψυχρὸν τῷ δὲ εἴδει καὶ τῇ οὐσίᾳ θερμόν, ἐν τῷ λόγῳ αὐτοῦ ὑπάρξει ἡ θερμότης, ὥσπερ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκόν· ᾗ γὰρ κατὰ πάθος αἷμα ἤγουν κατὰ συμβεβηκός, οὐ καθ’ αὑτὸ θερμόν. ὁμοίως καὶ περὶ ξηροῦ καὶ ὑγροῦ. διὸ ἐν τῇ <φύσει> τῶν τοιούτων τοῦ ψυχροῦ ὄντος χωριζομένου τοῦ θερμοῦ πήγνυται ταῦτα καὶ ψυχρὰ φαίνοντι χολὴ δὲ θερμὸν οὖσα καὶ πάχος ἔχουσα χωριζομένου τοὺ θερμοῦ <ψύχεται> καὶ ὑγραίνεται. τὸ μὲν γὰρ αἷμα ξηραίνεται, ἡ δὲ ξανθὴ χολὴ ὑγραίνεται. τὸ δὲ μᾶλλον καὶ ἧττον μετέχειν ἢ θερμότητος ἡ ψυχρότητος δεῖ τιθέναι ὡς διαφοράν. αἷμα γὰρ αἵματος διαφέρει ἐν τῷ θερμότερον εἶναι ἄλλου αἵματος ἢ ψυχρότερον παρ’ ἄλλο θερμότερον· κεκοινώνηκε γὰρ τῶν ἐναντίων ἡ φύσις τοῦ αἵματος. Ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ αὐ <ξανόμενον;>. Ἐπεὶ πᾶν τὸ αὐξανόμενον λαμβάνει τροφήν, ἡ δὲ τροφὴ ξηρὰ ἢ ἡ πέψις τούτων πάντων καὶ ἡ μεταβολὴ διὰ τῆς τοῦ θερμοῦ δυνάμεως γίνεται. διὰ γοῦν ταύτην τὴν αἰτίαν καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτὰ ἔχει ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην εἰς ἐργασίαν τῆς τροφῆς * * ὅτι πλειόνων εἰσὶ μορίων αἱ ἐργασίαι αὗται τῆς τροφῆς. ἡ μὲν γὰρ πρώτη λει- τουργία τῆς τροφῆς ἡ διὰ τοῦ στόματός ἐστι καὶ τῶν ἐν αὐτῷ ὀδόντων· δεῖται γάρ πρῶτον διαιρέσεως ἡ τροφή. ἀλλ’ αὕτη ἡ λειτουργία οὐδεμιᾶς ἐστιν αἰτία πέψεως, εὐπεψίας δὲ μᾶλλον. διαιρεῖται γὰρ εἰς μικρὰ διὰ τῶν ὀδόντων, καὶ ῥᾴων γίνεται εἰς τὸ κατεργασθῆναι. εἶτα ἡ ἐν στομάχῳ δύναμις πεπτική, ἥτις γίνεται διὰ τοῦ ἐμφύτου θερμοῦ· καὶ οὕτως αἴτιον τῆς αὐξήσεως τοῦ ζῴου καὶ τῶν φυτῶν ἐστι τὸ θερμόν. Ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω. Δύο κοιλίαι εἰσὶν ἐν τῷ ζῴῳ, ἡ μὲν ἄνω τῆς ἀκατεργάστου τροφῆς στόμαχος, ἡ δὲ κάτω τῆς κατεργασίας, ἐξ ἧς αἱ φλέβες λαμβάνουσι τὸ αἷμα καὶ τρέφουσι τὸ ζῷον. ὡς φάτνη γάρ ἐστιν ἡ κοιλία τοῖς ζῴοις, τοῖς δὲ φυτοῖς ἡ γῆ· ἐκ δὲ ταύτης ἀκατέργαστον λαμβάνει διὰ στόματος τὴν τροφήν, ὅθεν καὶ περιττώματα γίνεται ἐν αὐταῖς. τὰ δὲ φυτὰ κατειργασμένην ἐν τῇ γῇ τὴν τροφὴν λαμβάνει ὡς ἐκ κοιλίας αὐτῆς· διὸ καὶ περιττώματα οὐκ ἔστιν ἐν τοῖς φυτοῖς. οὐδὲ γὰρ αὐτοῖς φυσική ἐστιν ἡ θερμότης, ἀλλ’ ἡ ἐκ τῆς γῆς θερμότης, ἣν λαμβάνει ἐκ τοῦ ἡλίου καὶ τοῦ περιέχοντος ἀέρος κατεργαστική ἐστι τῆς τούτων τροφῆς. Ἡ μὲν γὰρ τοῦ στόματος. Ἡ πρώτη λειτουργία τῆς τροφῆς διὰ τοῦ στόματος γίνεται καὶ ὀδόντων. διὰ δὲ τοῦ οἰσοφάγου εἰς τὴν ἄνω κοιλίαν κατέρχεται ἡ τροφή, ἀπ’ ἐκείνης δὲ εἰς τὴν κάτω κοιλίαν καταντᾷ, κἀκεῖθεν ὡς ἀπὸ φάτνης τρέφ’ ἔται ἅπαν τὸ ζῷον διὰ τῶν φλεβῶν. τείνουσι γὰρ διὰ τοῦ μεσεντερίου κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας. δεῖ δὲ ταῦτα θεωρεῖν, φησίν, ἔκ τε τῶν ἀνατομῶν καὶ ἐκ τῆς φυσικῆς τῶν ζῴων θεωρίας τῆς περὶ γενέσεως πραγματείας. ἡ τελευταία δὲ τροφὴ τὸ αἷμά ἐστι τοῖς ζῴοις, τοῖς δὲ ἀναίμοις τὸ ἀνάλογον τῷ αἵματι. διὰ τοῦτο ὅτε λαμβάνει τὰ ζῷ τροφήν, αὐξάνεται τὸ αἷμα, καὶ ὅτε μὴ λαμβάνει, ὑπολείπει τὸ αἷμα καὶ τὸ σῶμα. Καὶ γὰρ διὰ τοῦτο. Τὸ αἷμα θέλων δεῖξαι ὅτι περίττωμά ἐστι τῆς τροφῆς ἐκ τούτου δεικνύει ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου, οἷον τὸ αἷμα αἴσθησιν οὐ ποιεῖ θιγγανόμενον, τὸ ἐν σώματι αἴσθησιν οὐ ποιοῦν περίττωμα, τὸ αἷμα ἄρα περίττωμα. καὶ αὐτὴ γὰρ ἡ τροφὴ αἴσθησιν οὐ ποιεῖ ἡ κειμένη ἐντὸς τοῦ στομάχου· οὐ γὰρ διὰ τὴν ἔξω τροφὴν λέγει ταῦτα. ἡ δὲ σὰρξ αἴσθησιν ἐμποιεῖ· οὐ γάρ ἐστι ταύτῃ, φησί, συνεχὲς τὸ αἷμα, ἀλλ’ ὡς ἐν ἀγγείῳ [ὡσπερεὶ] ἐστὶ τοῦτο τῇ τε καρδίᾳ καὶ ταῖς φλεψί. Τὰς δὲ καλουμένας ἶνας. Εὕρηνται αἵματα ἔχοντα ἶνας, καὶ εἰσὶ ταῦτα γεωδέστερα· αἱ γὰρ ἶνες τοῦ γεώδους εἰσί. τὰ γοῦν τοιαῦτα αἵματα τὰ ἶνας μὴ ἔχοντα οἷα τὰ τῶν ἐλάφων καὶ τῶν προκῶν, οὐ πήγνυνται ὡς καθαρὰ καὶ ψυχρὰ καὶ ὑδατώδη. ἵνα τί δὲ μᾶλλον ὡς ὑδατώδη οὐ πήγνυνται ἔξω γεγονότα; ἢ δῆλον ὅτι αὐτὸς λύει τὴν ἀπορίαν· τὸ δὲ γεῶδες, φησί, πήγνυται συνεξατμίζοντος τοῦ ὑγροῦ· τὸ γὰρ γεῶδες ἐστὶ τὸ ποιοῦν τὴν πῆξιν. Συμβαίνει δ’ ἔνιά γε. Ἔνια, φησί. καὶ νοερώτερά εἰσι τῶν ἐχόντων τοιαῦτα αἵματα, πλὴν οὐ διὰ τὴν ψυχρότητα ἀλλὰ διὰ τὴν καθαρότητα· τὸ γὰρ γεῶδες οὔτε ψυχρόν ἐστι πάντῃ οὔτε καθαρόν. ἀλλὰ διότι ἔχει τὴν ὑγρότητα καθαρωτέραν, διὰ τοῦτο νοερώτερά εἰσι τὰ ἔχοντα τὸ τοιοῦτον αἷμα· εὐκινητότερα γὰρ πρὸς νόησιν ἢ μᾶλλον αἴσθησιν τὰ τοιαῦτα. διὰ τοῦτο ἔλεγε καὶ πρώην ὅτι πολλὰ τῶν ἀναίμων φρονιμώτερά εἰσι τὴν ψυχὴν πολλῶν ἐναίμων, οἷον μέλιττα, ἀράχνης. τὰ δὲ ὑδατώδη αἵματα ψυχρὰ ὄντα φόβον ποιεῖ. Προωδοποίηται οὖν. Προοδοποιεῖται οἱονεὶ συνεργεῖται τὰ τοιαῦτα τῶν ζῴων ὑπὸ τοῦ τοιοῦδε πάθους, ὅτι τοιαύτην ἔχουσιν ἐν τῇ καρδίᾳ κρᾶσιν τοῦ αἵματος, ψυχρὰν δῆλον. ὥσπερ γὰρ τὸ ὕδωρ τὸ ψυχρὸν πηκτόν ἐστιν, οὕτω πήγνυται καὶ τὸ ὑδαρὸν αἷμα ὑπὸ ψυχρότητος ἐν τῇ καρδίᾳ καὶ φόβον ἐμποιεῖ. διὰ τοῦτο καὶ ὁ φόβος ἐκ ψυχρότητος τοῦ αἵματος. διὸ καὶ τὰ ἄλλα ἄναιμα, μυῖαι δηλονότι καὶ τὰ λοιπά, δειλότατα πάντων ὡς μὴ ἔχοντα αἷμα, καὶ ἀκινητίζει καὶ περιττώματα προίενται πάντες ἀπὸ ψυχρότητος· οὐδὲ γὰρ ἔχουσι τὴν φυσικὴν θερμότητα ἱκανὴν εἰς τὸ συνέχειν τὰ περιτ- τωνατα, Τὰ δὲ πολλὰς ἔχοντα. Τὰ πολλὰς ἔχοντα ἶνας γεωδέστερα τὴν φύσιν εἰσὶ καὶ θυμώδη τὸ ἦθος. διὰ τί δὲ θυμώδη, αὐτός φησιν, ὅτι πᾶν στερεὸν ἐκπυρούμενον λίαν ἐκκαίει· ὥστε καὶ αἱ ἶνες στερεαὶ οὖσαι καὶ πυρωθεῖσαι οἷον πυρίαι γίνονται αἱ ἐν τοῖς χαλκείοις ἐκ τῶν μύδρων ἀποτινασσόμεναι, καὶ ἐπὶ πλεῖστον κατιλλόμεναι τὸ θερμὸν ἐκπυροῦσι τὸ ζῷον, ὥσπερ καὶ τὸ ταύρου αἷμα ἔχει· ἰνωδέστερον γὰρ παρὰ τὰ ἄλλα. διὰ τοῦτο καὶ εἴ τις πίῃ τοῦ ταυρικοῦ ἵματος, ἀποθνήσκει· πήγνυται γὰρ ἐντὸς ὂν περὶ τὴν καρδίαν καὶ ἀπο- πνίγει τὸ ζῷον. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς οὐ πήγνυται τὸ αἷμα ἐντὸς τοῦ σώματος ὄν· ὅτι, φησίν, ἐν τοῖς ἔξω τοῦ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζεται τὸ ὑγρὸν καὶ πήγνυται ξηραινόμενον οὐχ ὑπὸ θερμοῦ, ὡς πολλά τινα ἄλλα, ἀλλ’ ὑπὸ ψυχροῦ· καὶ γὰρ τὸ ψυχρὸν πήγνυσιν. Ἰχὼρ δ’ ἐστὶ τὸ ὑδατῶδες. Ὁ ἰχὼρ διττός ἐστιν, ὁ μὲν διὰ τὸ διεφθάρθαι τὸ αἷμα, ὁ δὲ χάριν, διὰ τὸ μέλλειν αὐτὸ πεπανθῆναι. τὸ μὲν οὖν πρῶτόν ἐστι τὸ ὑδατῶδες τοῦ αἵματος, τὸ ἄπεπτον αἷμα, ὃς καὶ ἐξ ἀνάγκης ἰχώρ ἐστι, τὸ δὲ πεπεμμένον χάριν αἵματος ὁμοίως καὶ πιμελὴ καὶ στέαρ. ἐὰν μὲν γὰρ πεφθῇ τὸ αἷμα κατὰ πολύ, γίνεται πιμελή, ἐὰν δὲ ὀλίγιστον, γίνεται στέαρ· ὥστε ἐν τοῖς χοίροις ἡ πιμελή, ἐν δὲ τοῖς προβάτοις τὸ στέαρ. | Μέτρια μὲν οὖν ταῦτ’ ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων 83 ὠφελεῖ. Μέτρια μὲν οὖν, φησί, τὸ στέαρ καὶ ἡ πιμελὴ ἐν τοῖς τῶν ζῴων μορίοις ὑπάρχοντα ὠφελεῖ, ὑπερβάλλοντα δὲ βλάπτει καὶ φθείρει. καὶ πῶς τῇ ὑπερβολῇ φθείρουσι, λέγει· τὸ ζῷον γάρ, φησί, ζῷόν ἐστι κατὰ τὸ αἰσθητικὸν μόριον, τουτέστι τὸ ζῷον, ᾗ ζῶον, οὐσίωται καὶ εἰδοποιεῖται κατὰ τὸ αἰσθάνεσθαι. οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ἔμψυχον εἰδοποιεῖ τὸ ζῷον (ἔστι γὰρ καὶ τὸ φυτὸν οὐσία ἔμψυχος), ἀλλὰ τὸ αἰσθητικὸν ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ μὴν καὶ ἡ σὰρξ καὶ τὸ ἀνάλογον ταύτῃ αἰσθητικόν ἐστι, τουτέστιν αἰσθητήριόν ἐστι τῆς ἁφῆς. τὸ γὰρ αἷμα, ὡς εἴρηται, αἴσθησιν οὐ ποιεῖ οὐδὲ εἶναι δύναται αἰσθητήριον, ναὶ μὴν οὐδὲ τὸ στέαρ οὐδὲ ἡ πιμελή· αἷμα γὰρ καὶ αὐτὰ πεπεμμένον. εἰ οὖν τῷ ζῴῳ τὸ ζῷον εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν, αὕτη δὲ διὰ σαρκὸς γίνεται, τὸ μὴ σάρκα ἔχον οὐκ αἰσθήσεται, ὥστε οὐδὲ ζῷον ἔσται· εἰ γὰρ ζῷον, καὶ αἰσθήσεται. εἰ οὖν ἡ πᾶσα σὰρξ πιμελὴ γένοιτο, ἡ δὲ πιμελὴ αἴσθησιν οὐ ποιεῖ, οὐκ ἄν ἔχοι οὐδεμίαν αἴσθησιν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀναιρεῖσθαι τὸ ζῷον, εἴπερ, ὡς εἴρηται, ζῷον ἄνευ αἰσθήσεως εἶναι οὐ δύναται. σαφῆ δὲ τὰ ἑξῆς. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ ὀλίγον παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος ὑποστικτέον εἰς τὸ ὀλίγον· πᾶν γὰρ ὀλίγον πεφυκὸς πάσχειν ὑπὸ ψυχροῦ ἢ θερμοῦ εὐπαθέστερόν ἐστι τοῦ πλείονος. Μετὰ ταῦτα λέγει καὶ περὶ μυελοῦ, οὐ τοῦ καλουμένου ἐγκεφάλου (περὶ γὰρ τούτου μετὰ ταῦτα ἐρεῖ καὶ δείξει ὅτι ὁ ἐγκέφαλος οὐκ ἔστι μυελός), ἀλλὰ τοῦ ἐν τοῖς ὀστοῖς ἐνόντος, καί φησιν ὅτι ὁ μυελὸς αἵμα- τός τις φύσις ἐστί, καὶ οὐχ ὥσπερ οἴονταί τινες, τῆς γονῆς σπερματικὴ δύναμις, τουτέστιν ἀρχὴ σπέρματος· ἀρχὴν γὰρ σπέρματος ἐτίθεντο τὸν μυελὸν οἱ περὶ Πλάτωνα ὥσπερ καὶ τὸν ἐγκέφαλον νεύρων. ὅτι δὲ ὁ μυελὸς φύσις τις αἵματός ἐστι, δηλοῖ τῶν νεογνῶν ζῴων ὁ μυελὸς ἐρυθρὸς καὶ αἱματώδης ὤν, ἀλλ’ οὐ λευκός, αὐξανομένων δὲ καὶ πεττομένων μεταβάλλει τὴν χρόαν, ὥσπερ καὶ τὰ σπλάγχνα, καὶ γίνεται ἐξ αἱματώδους λευκός. καὶ τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστι, τὴν δὲ λέξιν οὕτως ἀναγνωστέον· καθάπερ καὶ τὰ μόρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς αἱματώδεις χρόας (ὑπερβολῇ γὰρ αἱματῶδες, τουτέστι λίαν γὰρ αἱματῶδες ἔστιν ἕκαστον τῶν σπλάγχνων ἔτι νέων ὄντων τῶν ζῴων), καθάπερ οὖν ταῦτα μεταβάλλει, οὕτω καὶ ὁ μυελός· ἀλλ’ ὁ μὲν τῶν ἄλλων ὀστῶν μυελὸς τοιοῦτός ἐστιν οἷον εἴπομεν, ὁ δὲ τῆς ῥάχεως οὐ τοιοῦτος, ἀλλὰ γλίσχρος καὶ νευρώδης διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διήκειν ὥσπερ περόνην τινὰ διὰ πάσης τῆς ῥάχεως διῃρημένης κατὰ τοὺς σπονδύλους. ὡς γὰρ ὁ ἄτρακτος, δι’ οὗ νήθουσιν αἱ γυναῖκες, τοὺς ἐν αὐτῷ σπονδύλους συνέχει καὶ οὐκ ἐᾷ διαπίπτειν, ἐπειδὰν δὲ ἐξαιρεθῇ, διαπίπτουσιν, οὕτω τρόπον τινὰ ὁ ῥαχίτης μυελὸς οἷον ἄτρακτός τις ἢ περόνη τῶν τῆς ῥάχεως ἐστι σπονδύλων. εἰ δὲ τοῦτο, οὔτε λιπαρὸν καὶ πιμελώδη οὔτε στεατώδη τὸν ῥαχίτην ἐνδέχεται εἶναι μυελόν· στεατώδης μὲν γὰρ ὢν ἐθραύετο ἄν (θραυστὸν γὰρ τὸ στέαρ) καὶ οὐκέτ’ ἂν ἦν συνεχὴς καὶ οἷον περόνη, πιμελώδης δὲ ἦν ἄν ὑγρὸς καὶ ῥυτὸς καὶ οὐδ’ οὕτω συνεχὴς οὐδὲ δι’ ὅλης τῆς ῥάχεως, ἀλλὰ ῥέων ἐν μὲν τῷ κάτω μέρει ἦν ἄν, ἐν δὲ τῷ αὐχένι οὐκέτι. ἔνια δὲ τῶν ζῴων ἔχει μὲν μυελόν, οὐχ οὕτω δὲ φανερόν, ὥστε ἀξίως ὀνομάσαι αὐτὸν μυελόν, ὥσπερ ὁ λέων· τούτου γὰρ τὰ ὀστᾶ διὰ τὸ πάμπαν ἄσημον ἔχειν, τουτέστι διὰ τὸ λίαν ἔχειν τοὺς τῶν ὀστῶν πόρους στενωτάτους δοκεῖ μὴ ἔχειν ὅλως μυελόν, καίπερ ἔχων ὅσον ἦν εἰκὸς χώρησαι ἐν τοιούτῳ πόρῳ. ταῦτα εἰπὼν ἐπισημαίνεται ὅτι τῶν ἐχόντων τὰ ὀστᾶ πυκνὰ καὶ ἰσχυρά, τούτων τὰ μὲν οὐδ’ ὅλως ἔχει μυελόν, τὰ δ’ ἔχει, ἀλλ’ ὀλίγον διὰ τὸ τὴν τροφὴν ἀναλίσκεσθαι εἰς τὴν τῶν ὀστῶν φύσιν καὶ μὴ ἐπαρκεῖν καὶ εἰς μυελοῦ γένεσιν. χρῄζουσα γὰρ ἡ φύσις μᾶλλον τῶν ὀστῶν, ἤπερ τοῦ μυελοῦ, εἰς ἐκεῖνα τὴν τροφὴν ἀναλίσκει. Μετὰ ταῦτα λέγει περὶ ἐγκεφάλου, καί φησιν ὅτι πολλοῖς, ἐξ ὧν καὶ ὁ Πλάτων, ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι καὶ ἀρχὴ τοῦ μυελοῦ, διὰ τὸ τὸν ῥαχίτην ὁρᾶν αὐτῷ συνεχῆ· τοσοῦτον δ’ οὐκ ἔστι, φησίν, ὁ ἐγκέφαλος οὔτε μυελὸς οὔτε μὴν ἀρχὴ μυελοῦ, ὥστε καὶ ἐναντίος ἐστὶν ὁ μυελὸς κατὰ τὴν φύσιν τῷ ἐγκεφάλῳ. καὶ πῶς, ἐπάγει· ὁ μὲν γὰρ ἐγκέ- φάλος ψυχρότατός ἐστιν, ὁ δὲ μυελὸς θερμός, ἐναντίον δὲ τὸ θερμὸν τῷ ψυχρῷ. καὶ εὐλόγως ἐστὶν ὁ μυελὸς θερμός, ὢν συνεχὴς τῷ ἐγκεφάλῳ, ψυχρῷ ὄντι, ἵνα θερμαίνῃ καὶ κολάζῃ τὴν ὑπερβάλλουσαν αὐτοῦ ψυχρότητα. ἀεὶ γὰρ ἡ φύσις μηχανᾶται πρὸς τὴν ἑκάστου ὑπερβολὴν βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν. ὅτι δὲ ὁ ἐγκέφαλος ψυχρότατός ἐστι, φανερὸν καὶ ἐκ τῆς θίξεως· ἁπτόμενος γὰρ ψυχρός ἐστιν. ἔστι δὲ οὕτε περίττωμα ὁ μυελὸς οὔτε τῶν συνεχῶν μορίων, ὥσπερ αἱ σάρκες, ἀλλ’ αὐτὸς καθ’ αὑτόν. καὶ ὅτι μὲν οὐκ ἔχει συνέχειαν ὁ μυελός, ἀλλ’ ὡς ἐν ἀγγείῳ τινί ἐστιν ἐν τῇ κεφαλῇ καθ’ αὑτόν, δῆλον καὶ ἐκ τῆς ὄψεως καὶ ἐκ τοῦ μὴ ποεῖν αἴσθησιν θιγγανόμενος, ὥσπερ οὐδὲ τὸ αἷμα· οὐδὲ γὰρ τοῦτο συνεχές, ἀλλ’ ὡς ἐν ἀγγείῳ ταῖς φλεψίν· ἡ δὲ σὰρξ συνεχὴς οὖσα ποιεῖ αἴσθησιν. Εἰπὼν δὲ τί ἐστιν ὁ ἐγκέφαλος, λέγει καὶ δι’ ἣν αἰτίαν ἐγεγόνει· πρὸς γὰρ σωτηρίαν αὐτῶν, καὶ τὸ περιψύχειν τὸ ἐν τῇ καρδίᾳ θερμόν. πρότερον δὲ δείκνυσιν ὡς ἔνεστιν ἡμῖν θερμόν, καὶ οὕτω λέγει, διὰ τί γέγονεν ὁ ἐγκέφαλος. τοσοῦτον οὖν, φησίν, ἐκδηλότατον τυγχάνει ὅτι ἔνεστιν ἡμῖν θερμόν, ὥστε τινὲς τὴν ψυχὴν πῦρ τιθέασι, δυνάμει λέγοντες ὅτι ὥσπερ ἄνευ ψυχῆς οὐ δύναται ζῷον εἶναι, οὕτω καὶ ἄνευ θερμοῦ, φορτικῶς πῦρ εἰπόντες τὴν ψυχήν. βέλτιον οὖν λέγειν τὴν αἰσθητικὴν ψυχὴν ἐν πυρὶ εἶναι, ἢ λέγειν αὐτὴν πῦρ. λέγει δὲ τὴν αἰτίαν, ἐξ ἧς πῦρ αὐτὴν λέγειν ὡρμήθησαν· ὁρῶντες γάρ, φησί, τὸ ἐν ἡμῖν πῦρ, ἤγουν τὸ ἔμφυτον θερμόν, ὑπηρετικώτατον καὶ οἷον ὄργανον ὑπάρχον τῶν τῆς ψυχῆς ἔργων (ἄνευ γὰρ τούτου οὔτε κινεῖν οὔτε τρέφειν δύναται) ὑπέλαβον ὅτι τὸ πῦρ ἔστιν ἡ ψυχή. ὅμοιον οὖν τὸ τὴν ψυχὴν πῦρ λέγειν καὶ τὸν τέκτονα πρίονα ἡ σκέπαρνον· οὐδὲ γὰρ οὗτος χωρὶς τούτων τὰ τῆς τεκτονικῆς ἔργα πράττειν δύναται. ὥσπερ οὖν τὸ σκέπαρνον ἐγγὺς ὂν τῷ τέκτονι (ἅπτεται γὰρ αὐτοῦ) καὶ οὕτω τῷ σκεπάρνῳ τὸ ἔργον περαίνουσιν, οὕτω καὶ ἡ αἰσθητικὴ ψυχὴ καὶ τὸ ἔμφυτον θερμόν. οὕτω μὲν οὖν δῆλον ὅτι ἔνεστιν ἡμῖν θερμόν. ἐπεὶ δὲ πᾶν ἄκρον, εἴτε θερμόν ἐστι τοῦτο εἴτε ἄλλο ὁτιοῦν, δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα εἰς συμμετρίαν ἔλθῃ (τὴν γὰρ οὐσίαν καὶ τὸν ἑκάστου λόγον ἡ τῶν ἄκρων σύμμετρος ἔχει μῖξις, τῶν δ’ ἄκρων ἑκάτερον χωρὶς οὐκ ἔχει), διὰ τοῦτο γέγονεν ὁ ἐγκέφαλος καὶ ποιεῖ τὴν ἐν τῇ καρδίᾳ θερμότητα εὔκρατον. ἵνα δὲ καὶ οὗτος διὰ τὸ ψυχρότατος εἶναι τυγχάνῃ μετρίας θερμότητος, ὅπως μὴ παγῇ ὥσπερ κρύσταλλος, ἀφ’ ἑκατέρας τῆς φλεβός, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, τελευτῶσι φλέβες εἰς τὴν περὶ τὸν ἐγκέφαλον μήνιγγα· ἵνα δὲ πάλιν μὴ πολλὰ θερμαινόμενος θερμαίνῃ τὴν καρδίαν καὶ βλάπτῃ, ἀντὶ μεγάλων ὀλίγων φλετῷ βῶν πυκνὶ καὶ λεπταὶ περιέχουσιν αὐτόν, ἵν’ εἰς πολλὰ φλεβί καὶ λεπτὰ κατακερματιζομένη ἡ εἰς αὐτὸν ἀναδιδομένη θερμότης ἀσθενεστάτη γίνηται. Ποιεῖ δὲ καὶ τὸν ὕπνον ὁ ἐγκέφαλος ἐν ὅσοις ἔνεστιν, ἐν οἷς δὲ μή ἐστιν, τὸ ἀνάλογον· καὶ πῶς, ἐπήγαγεν καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ ἵματος ἐπίρρυσιν, καὶ τὰ ἐξῆς. τὸ δὲ λεγόμενον τοι- οῦτόν ἐστι· τὸ πνεῦμα τὸ ἀναδιδόμενον σὺν τῷ αἵματι (μετὰ πνεύματος γὰρ ἀεὶ ἡ τοῦ αἵματος ἀνάδοσις) τὸ δὴ πνεῦμα τοῦτο ψυχόμενον ὑπὸ τοῦ ἐγκεφάλου κατέρχεται καὶ ποιεῖ τὸν ὕπνον. διὸ καὶ οἱ ὑπνώττοντες, τουτέστιν οἱ ἤδη πρὸς ὕπνον τραπῆναι μέλλοντες, καρηβαροῦσι· τοῦ γὰρ τνεύματος ψυχθέντος καὶ ἐν τῷ περὶ τὴν καρδίαν τόπῳ πεπτωκότος καὶ ἤδη ἀναισθητεῖν τοῦ ζῴου μέλλοντος καρηβαρεῖ καὶ κλίνει ἔνθεν κἀκεῖθεν τὴν κεφαλήν. σαφῆ δὲ τὰ ἑξῆς. τὰ δὲ τῶν λέξεων τοιαῦτα· καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ ἵματος ἐπίρρυσιν, τουτέστιν καταψύχων γὰρ ὁ ἐγκέφαλος τὴν ἐπίρρυσιν τοῦ αἵματος (λέγων ἐπίρρυσιν τὸ πνεῦμα τὸ ἀνιὸν σὺν τῷ αἵματι), τὸ δὴ πνεῦμα τοῦτο τὸ ἀπὸ τοῦ αἵματος, ὅπερ αἷμα ἡ ἐσχάτη ἐστὶ τροφή, ψυχόμενον ποιεῖ τὸν ὕπνον. τὸ δὲ ἢ καὶ διά τινας αἰτίας ὁμοίας ἄλλας εἶπεν, ἐπειδὴ οὐκ ἀπὸ τροφῆς ἀεὶ τὸ πνεῦμα ἄνεισι καὶ ποιεῖ ἡμᾶς ὑπνώττειν, ἀλλὰ πολλάκις ὑπνώττομεν καὶ διὰ κόπον· κινουμένων γὰρ λεπτότερον γίνεται τὸ πνεῦμα καὶ ἄνεισι τότε μᾶλλον. καὶ ταύτα μὲν οὕτως. Ὅτι δ’ ἔστιν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, τουτέστιν ψυχρότατος, δηλοῖ πρὸς τοῖς εἰρημένοις καὶ τὸ συμβαῖνον περὶ αὐτόν· ἑψόμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρὸς ὥσπερ τὰ τῶν χεδρόπων ἑψήματα. ὅτι δὲ τὰ χέδροπά ἑψηθέντα τοιαῦτά ἐστι, δῆλον ὡς ἐπὶ τοῦ ἀληλεσμένου κυάμου· ὁ γὰρ τοιοῦτος κύαμος καλῶς ἑψηθείς, εἶτα ψυχθεὶς ξηραίνεταί τε καὶ σκληρύνεται. ὅτι δὲ τὰ χέδροπά καὶ ὕδατός ἐστι καὶ γῆς, δέδεικται. τὸν δ’ ἐγκέφαλον ἔχει ὁ ἄνθρωπος πλεῖστον ὡς κατὰ μέγεθος. ἀσφαλῶς δὲ πρόσκειται τὸ ὡς κατὰ μέγεθος· εἰ γὰρ εἴη ὁ ἄνθρωπος ὑποδεκαπλάσιος ἐλέφαντος, οὐκέτι καὶ ὁ τοῦ ἀνθρώπου ἐγκέφαλος ὑποδεκαπλάσιός ἐστι τοῦ ἐγκεφάλου τοῦ ἐλέφαντος, ἀλλ’ ἴσως οὐδὲ ὑποτριπλάσιος. καὶ εὐλόγως διὰ τὸ τὸν ἐγκέφαλον ὑγρὸν εἶναι καὶ ψυχρὸν ὀψιαίτατα πήγνυται τὸ καλούμενον βρέγμα· ὑγρότατα γὰρ ὄντα τὰ βρέφη καὶ ἐπὶ τούτῳ πολλῆς τῆς ὑγρᾶς ἀναθυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ πρὸς τὸν ἐγκέφαλον διαδιδομένης πολύν τινα χρόνον ἀπατμίζει· ὥστε εἰ μὴ ἦν τὸ βρέγμα εὔπνουν καὶ ἐξήρχετο ἀπ’ αὐτοῦ ἡ ἀναθυμίασις ἡ πρὸς τὸν ἐγκέφαλον ἀναδιδομένη, ἀλλὰ σκληρὸν καὶ κωλυτικὸν τοῦ ἐξέρχεσθαι τὴν ἀναθυμίασιν, ἣν θερμὸν οὗτος εἶπεν, ἢ ἐξηραίνετο ἄν καὶ ἐθερμαίνετο ὁ ἐγκέφαλος, εἰ τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα, καὶ οὐκ ἄν ἔψυχε τὴν καρ- δίαν, ἢ ὑγραίνετο ἄν καὶ ἐψύχετο, εἰ πάλιν τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα· τούτου δὲ γινομένου συνέβαινε σβέννυσθαι τὸ ἐν τῇ καρδίᾳ θερμόν. τού- τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἢ οὐ ψύξει ἢ [οὐ] πήξει. πῶς δὲ τοῦτο ἔπα- σχεν ἂν τὸ ἐν τῇ καρδίᾳ θερμόν, κατεσκεύασε διὰ τοῦ ισυμπαθέσιατον γὰρ ὂν τὸ ἐν τῇ καρδίᾳ θερμὸν ταχέως αἰσθάνεται καὶ πάσχει ὑπὸ τοῦ τυχόντος περὶ τὸν ἐγκέφαλον γινομένου πάθους . Ταῦτα εἰπὼν λέγει καὶ περὶ σαρκὸς ὅτι ἐστὶν ἀρχὴ καὶ σῶμα καθ’ αὑτὸ τῶν ζῴων ἡ σάρξ. ὅτι δὲ τοιοῦτον ἡ σάρξ, δῆλον, φησί, καὶ κατὰ τὸν λόγον· ἐπειδὴ γὰρ τῷ ζῴῳ τὸ εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν καὶ πρῶτον ἐν τῷ τὴν πρώτην ἔχειν (εἰδοποιεῖται γὰρ καὶ ὑπὸ τῶν ἄλλων αἰσθήσεων τὸ ζῷον, ἀλλὰ πρώτως ὑπὸ τῆς πρώτης· αὕτη δ’ ἐστὶν ἡ ἁφή, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ) εἰ δὴ τὸ ζῷον μᾶλλον ὥρισται τῇ ἁφῇ, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ, δῆλον ὅτι ἡ σὰρξ καθ’ αὑτὸ το-.̓ς ζῴοις ἐστίν, ὥσπερ καὶ τῇ ὄψει ὁ ὀφθαλμός. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἐπήγαγεν ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλγͅμαένον. ἔσται δὲ τὸ λεγόμενον δῆλον, εἰ προείπομεν ὅτι ὥσπερ ἡ διαφ́νεια τοῦ ἀέρος διαπορθμεύει τὰ χρώματα χωρὶς ὕλης πρὸς τὴν κόρην, ἥτις πρῶτον αἰσθητήριόν ἐστι τῆς ὄψεως, οὕτω καὶ ἡ σὰρξ πρὸς τὸ ἔμφυτον θερμόν, ὅπερ ἐστὶ πρῶτον αἰσθητήριον τῆς ἁφῆς. ἀλλ’ ἡ μὲν σὰρξ συμφυὴς οὖσα ἡμῖν δοκεῖ ὅτι αὕτη ἐστὶ τὸ πρῶτον αἰσθη- τήριον, ὁ δ’ ἀήρ, μὴ συμφυὴς ὢν τῷ ὀφθαλμῷ ἀλλ’ ἁπτόμενος, διάδηλός ἐστιν ὅτι I οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον τῆς ὄψεως· εἰ δ ἦν τῷ ὀφθαλμῷ συμφυής, ἐδόκει ἂν καὶ οὗτος πρῶτον αἰσθητήριον τῆς ὄψεως. τούτων οὕτω προλεχθέντων τὸ λεγόμενον εἴη ἄν τοιοῦτον· τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον, τουτέστιν ἢ τὸ δι’ οὗ αἰσθάνεται, ἤτοι [ἢ] τὸ διαπορθμευ- τιὶ̣ὸν ὥσπερ ὁ ἀήρ. τὸ δὲ σὺ ν ε ιλ γέ μ μ ἑ ν ο ν ἀντὶ τοῦ συμ̣υές· συμφυὴς γάρ ἐστιν ἡμῖν ἡ σάρξ, ἀλλ’ οὐ χωρὶς ὥσπερ ὁ ἀήρ. ἀλλὰ διὰ τί, ὥσπερ ἐπὶ τῆς ἁφῆς τὸ αἰσθητήριον, δι’ οὗ τὸ πρῶτον αἰσθητήριον τὰ ἁπτὰ δέχεται, σάρξ ἐστιν, οὐ καὶ τὸ τῆς ὄψεως καὶ τὸ τῆς ἀκοῆς σὰρξ ἦν, ἀλλὰ τῆς μὲν ἡ διαφάνεια τοῦ ἀέρος, τῆς δὲ ἀκοῆς ὁμοίως τὸ διηχὲς τοῦ αὐτοῦ ἀέρος; ἢ ἐπὶ μὲν τῶν δύο τούτων, φησίν, αἰσθήσεων ἀδύνατον ἦν σάρκινον γενέ- σθαι τὸ αἰσθητήριον τὸ ἀναλογοῦν τῇ σαρκί, καὶ οὐδὲν ἂν ἦν προὔργου οὐδ’ ὠφέλιμον. πολλῶν γὰρ οὖσα ἀντιληπτικὴ ἡ ἁφή, σκληρῶν μαλακῶν, ψυχρῶν θερμῶν, τραχέων λείων καὶ ἄλλων πολλῶν, εὐλόγως καὶ τὸ αἰσθη- τήριον αὐτῆς συνέστησεν ἡ φύσις ἐκ πολλῶν· ἡ δὲ ὄψις ἑνὸς οὖσα γένους (χρώματος γάρ) καὶ ἡ ἀκοὴ ψόφων ἁπλοῦν καὶ τὸ ἀναλογοῦν τῇ σαρκὶ αἰσθητήριον ἀπειργάσατο. σωματῶδες οὖν εἴρηκε τὴν σάρκα αἰσθηθήριον 15 ἀντὶ τοῦ σύνθετον καὶ ἐκ πλειόνων συγκείμενον. ἀλλὰ κατὰ μὲν τὸν λόγον οὕτω δῆλον ὅτι ἡ σὰρξ πρῶτόν ἐστι καὶ ἀρχή κατὰ δὲ τὴν αἴσθησιν οὕτως, ἐπειδὴ τἆλλα πάντα, οἷον νεῦρα [σάρκες] τρίχες, λοιπὰ δι’ αὐτήν εἰσιν, οὗ δὲ ἕνεκα τὰ λοιπά ἐστι, τοῦτο πρῶτον ἐκείνων ἐστὶ τῇ φύσει. σαφῆ δὲ τὰ λοιπά. τόδε ἡ δὲ χελώνη καὶ τὸ τῶν ἑμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις εἴρηται ἀντὶ τοῦ ὁμοίως τοῖς λεχθεῖσιν ἔχει τὸ μὲν σαρκῶδες ἐντός, τὸ δὲ συνέχον καὶ φυλάττον ἐκτός. τὰ δ’ ἔντομα καὶ τά μαλάκια ἐναντίως ἔχει καὶ ἑαυτοῖς καὶ τοῖς ἔχουσιν ἐκτὸς τὴν βοήθειαν. αὐτίκα ἡ μὲν σηπία ἔχει ἐν τῶ κύτει, ὃ καλεῖται κεφαλή, τὸ σηπίον, ὁ δὲ πολύπους τοῦτο οὐκ ἔχει. ἡ δὲ αἰτία, ὅτι τὸ μὲν τῆς σηπίας εὐμῆκες ὂν εἰ μὴ εἶχε τὸ σηπίον, ἵν’ ὀρθοῖ αὑτὸ καὶ ὄρθιον ἵστασθαι παρασκευάζῃ, ἐκινεῖτο ἂν ὧδε κἀκεῖσε ὥσπερ αἱ κατεψυγμέναι χεῖρες, τὸ δὲ τοῦ πολύποδος διὰ τὸ βραχύτατον εἶναι καὶ χωρίς τινος στερεωτέρου δύναται ἀνορθοῦσθαι. Ἔχει δ' ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ τῶν φλεβῶν φύσις. Ὥσπερ γὰρ αἱ φλέβες ἀπὸ μιᾶς εἰσιν ἀρχῆς τῆς καρδίας, οὕτως καὶ τὰ ὀστᾶ ἐκ τῆς ῥάχεως. καὶ διὰ τοῦτο οὐδέν ἐστιν ὀστοῦν αὐτὸ καθ’ αὑτὸ ἀποκεκριμένον, ἀλλὰ πᾶν συνεχές ἐστι πρὸς ἄλλο ἢ ἁπτόμενον, κἀκεῖνο πρὸς ἄλλο· ἅπαντα δὲ τελευτῶσιν εἰς τὴν ῥάχιν. εἴτε δὲ ὀστοῦν ἦν τι καθ’ αὑτὸ εἴτε φλέψ, μάτην ἂν ἦν ἑκάτερον τούτων. ἡ γὰρ φλὲψ εἰ μὴ συνεχὴς ἦν τὴν ἀρχήν, οὐκ ἂν ἐσώζετο αἷμα ἐν αὐτῇ· ἀλλὰ πᾶσα φλὲψ γέγονε διὰ τὸ σώζεσθαι ἐν αὐτῇ αἷμα. καὶ πῶς οὐκ ἂν ἐσώζετο ἐν αὐτῇ αἷμα ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἀπ’ ἐκείνης θερμότης κωλύει πήγνυσθαι, ἡ ἀπὸ τῆς καρδίας, ἥτις καρδία ἀρχὴ τῶν φλεβῶν ἐστιν· ἡ οὖν θερμότης αὕτη κωλύει πήγνυσθαι τὸ ἐν ταῖς φλεψὶν ἐνὸν αἷμα. εἰ δὲ ἦν τις φλὲψ χωρὶς καθ’ ἑαυτήν, πῶς ἄν πρὸς αὐτὴν διεπέμπετο τὸ ἐκ τῆς καρδίας θερμόν; τοῦτό τε εἰπὼν καὶ ὅτι πολυμερὴς τῇ διαιρέσει τῶν σπονδύλων ἐστὶν ἡ ῥάχις, ἐπήγαγεν ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτὴν τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν. κῶλα δὲ κυρίως εἰσὶν αἵ τε χεῖρες καὶ οἱ πόδες. τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· τοῖς ζῴοις ὅσοις συμβέβηκεν ἔχειν κῶλα, τούτων τῶν ζῴων τὰ ὀστᾶ ἐκ τῶν ἁρμονιῶν τῆς ῥάχεως ἐστι συνεχῆ πρὸς αὐτήν· αἱ γὰρ τῆς ῥάχεως ἁρμονίαι συνεχίζουσι πρὸς αὐτὴν τὰ κῶλα τῶν ζῴων. τῶν δὲ ὀστῶν, φησί, τὰ μέν εἰσι χάριν τῆς σαρκός τὰ δ’ ἕνεκα φυλακῆς, ὥσπερ αἱ συγκλείουσι πλευραὶ τὸ στῆθος· χάριν γὰρ σωτηρίας αὗται τυγχάνουσι τῶν περὶ τὴν καρδίαν σπλάγχνων. ἀλλὰ τὸ μὲν στέρνον ἅπαν ὀστοῖς περικλείεταί τε καὶ συνέχεται, τὸ δὲ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου, ἐν ᾧ ἡ κοιλία καὶ τὰ ἔντερα κεῖται κάτωθεν τοῦ ὑποζώματος, τὸ δὴ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου ἀνόστεον ἐστιν. εἰ γὰρ ἦν ὀστῶδες, ἐπειδὴ τρωγόντων τῶν ζῴων ὀγκοῦται ἡ κοία ὑπὸ τῶν βρωμάτων, καὶ τῶν θηλειῶν ὑπό τε τούτων καὶ τῶν ἐμβρύων, ἐπειδὰν ὠδίνωσιν, ἐκωλύετ’ ἂν ἡ τῆς κοιλίας ἀνοίδησις καὶ ἐξόγκωσις· ὥστε συνέβαινεν ἐκ τούτου μήτε τὰ ἔμβρυα αὔξεσθαι καὶ ὀδύνας ἐγγίνεσθαι διὰ τὴν ἐκ τῶν βρωμάτων στενοχωρίαν. Μετὰ ταῦτα λέγει ὅτι τοῖς ὄφεσιν ἀκανθώδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις. πλὴν τῶν λίαν μεγάλων ὄφεων ὀστώδης ἡ τοιαύτη φύσις· πρὸς γὰρ τὴν ἰσχὺν ἰσχυροτέρων δεῖται τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη τὰς ἀκάνθας ἔχει οἷον χόνδρους· χόνδρος δ’ ἐστὶ σαρκὸς μὲν σκληρότερος, ὀστοῦ δὲ μαλακώτερος. ἔχουσι δὲ τὰς ἀκάνθας χονδρώδεις, ἐπειδὴ πλατέα ὄντα οἷον θυρεοί, ἀνάγκη τὴν κίνησιν αὐτῶν ὑγροτέραν εἶναι· ὑγροτέρα δὲ ἡ κίνησις λέγεται λυγιζομένων καὶ καμπτομένων, ὥσπερ λύγος ἢ κάλαμος, τῶν χόνδρων, δι’ ὧν κινοῦνται. τὰ γὰρ σελάχη τὴν κίνησιν ποιεῖται διπλούμενα· ἀπερειδόμενα γὰρ τῇ περιφερείᾳ τοῦ σώματος αὐτῶν καὶ κυρτούμενα οὕτω κινεῖται· εἰ δὲ ἦσαν κραῦροι αἱ ἄκανθαι, οὐκ ἂν ἡδύναντο διπλοῦσθαι καὶ κάμπτεσθαι ἢ ὅλως κυρτοῦσθαι. ἄλλως τε καὶ τὸ γεῶδες πᾶν εἰς τὸ δέρμα καταναλώσασα ἡ φύσις (σκληρόδερμα γὰρ τὰ σελάχη) οὐκ ἠδυνήθη χορηγῆσαι καὶ ταῖς ἀκάνθαις ἐκ τοῦ γεώδους καὶ σκληροῦ. εἰσὶ δέ, φησί, καὶ ἐν τοῖς ζῳοτόκοις χονδρώδη τινὰ τὴν φύσιν, οἷον ῥῖνες καὶ ὦτα, εὐλόγως δέ· εἰ γὰρ μὴ τοιαῦτα ἦσαν ἀλλὰ κραῦρα, ἐπειδὴ ὑπερανεστηκότα εἰσὶ καὶ δυνάμενα μᾶλλον τῶν ἄλλων μορίων προσπταίειν, ἐθραύοντο ἄν. Ot μὲν οὖν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ μυελῷ. Τὸ ἑξῆς οὕτως ῾οἱ μὲν οὖν τοῖς πεζοῖς χόνδροι ἀμύελοι κεχωρισμένῳ μυελῷ’. τὸ δὲ λεγόμενον κατασκευαστικόν ἐστι τοῦ διὰ τί οἱ τῶν πεζῶν ζῴων χόνδροι σκληρότεροί εἰσι τῶν ἐν τοῖς σελάχεσι χόνδρων. λέγει οὖν ὅτι ἐν τοῖς πεζοῖς ζῴοις χόνδροι κεχωρισμένους ἔχουσι τοὺς ἐν αὐτοῖς μυελοὺς καὶ καθ’ αὑτούς, ὥσπερ καὶ τὰ ὀστᾶ, καὶ διὰ τοῦτό εἰσι σκληροί, ἐν δὲ τοῖς σελάχεσιν ὁ μυελὸς ἀνακεκραμένος ὢν μετὰ τῶν χόνδρων καὶ οἷον ἀνεζυμωμένος μαλακωτέραν ἀπεργάζεται τὴν φύσιν αὐτῶν, ὥσπερ ἔλαιον πίσσῃ μιχθέν· καὶ γὰρ καὶ τοῦτο μαλακωτέραν τὴν πίσσαν ἀποτελεῖ 25 μιχθὲν μετ’ αὐτῆς. εἰπὼν δὲ ἀμυέλους τοὺς ἐν τοῖς πεζοῖς χόνδρους, καί- τοι ἔχοντας μυελόν, σαφηνίζων ὅπως εἶπεν αὐτοὺς ἀμυέλους, ἐπήγαγε τὸ κεχωρισμένῳ μυελῷ, ὡς ἄν εἰ ἔλεγε ’μὴ γὰρ πάμπαν ἀμύελοι τυρχάνουσιν· νοῦσιν· ἔνεστι γὰρ αὐτοῖς μυελός· ἀλλ’ ἐπειδὴ κεχωρισμένος ἐστὶ καὶ καθ’ ἑαυτόν, ὥσπερ καὶ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ, καὶ οὐκ ἀναμεμιγμένος οὐδ’ ἀνακεκραμένος μετ’ αὐτῶν, τρόπον τινὰ ἀμύελόν ἐστιν’. ἰστέον οὗν ὅτι τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον ὥσπερ ὁ μυελὸς μαλακὴν εἰς ἅπαν ποιεῖ τοῦ χόνδρου τὴν σύστασιν καὶ ζυμώδη μιχθεὶς μετ’ αὐτοῦ. ταῦτα εἰπὼν οἷον πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξάμενος λέγει ὅτι πᾶσι τοῖς τελείοις ζῴοις δύο τὰ ἀναγκαιότατα ὑπάρχει μόρια, ἓν μὲν ἐν ᾧ δέχεται τὴν τροφήν, τοῦτο δ’ ἐστὶ τὸ καλούμενον στόμα, ἄλλο δὲ δι’ οὗ ἀφιᾶσι τὸ περίττωμα. τοῦτο δὲ τὸ μόριον τὸ ἀφ’ οὗ τὸ περίττωμα ἐξέρχεται τὰ φυτὰ οὐκ ἔχει καίπερ ζωὴν ἔχοντα, ἀλλ’ ἀντὶ τοῦ περιττώματος προεῖται τὰ σπέρματα καὶ τοὺς καρπούς. πρὸς δὲ τοῖς εἰρημένοις μορίοις ὑπάρχει καὶ τρίτον τι, ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς ζωῆς· τοῦτο δ᾿ ἐστὶν ἡ καρδία. ἀλλ’ ἐπειδὴ ἔχει καὶ τὰ φυτὰ ἀνομοιομερῆ μέρη, οὐκ ἔστι δὲ τῶν τοιούτων ἀνομοιομερῶν μερῶν ἡ φύσις πολυειδής (ὀλίγων γὰρ πράξεων ὄντα πρακτικὰ ὀλίγων καὶ τῶν ὀργάνων χρῄζει), θεωρητέον περὶ τούτων ἰδίᾳ· περὶ δὲ τῶν ἀνομοιομερῶν μερῶν τῶν ζῴων, ἐπειδὴ τὰ ζῷα πολυμορφοτέραν ἔχει τὴν ἰδέαν, καὶ τούτων ἄλλα ἄλλων πρότερα ἔχει [δὲ] ταύτην τὴν ἰδέαν, καὶ πολυχουστέραν ἤτοι πολυειδεστέραν. θεωρητέον περὶ τούτων, καὶ ἀρκτέον ἀπὸ τῆς κεφαλῆς. τὸ μὲν οὗν ἔχειν τὴν κεφαλὴν ἄσαρκον δῆλον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων, ἀλλὰ καὶ νῦν ῥηθήσεται. οὐχ ὥσπερ φασί τινες, ἐστὶν ἄσαρκος· ῥητέον γὰρ οἷά ἐστι τὰ ὑπ’ ἐκείνων λεγόμενα. λέγουσι δὴ ὡς, εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος, ὅμως οὐ πεποίηκεν αὐτὴν σαρκώδη (οὐ γὰρ μέλει τῇ φύσει τῆς μακροβιότητος) πεποίηκε δὲ αὐτὴν ἄσαρκον χάριν εὐαισθησίας· τοῦτο γὰρ ἀναγκαιότατόν ἐστι τοῖς ζῴοις, εἴπερ αὐτοῖς ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναί 88 ἐστιν. οὐδέτερον δὲ τῶν λεχθέντων ἀληθές· καὶ γὰρ ὅτι τῷ ἐγκεφάλῳ αἰσθάνεται τὰ ζῷ ψεῦδος (δέδεικται γὰρ ὅτι οὐδεμιᾶς αἰσθήσεως αἴτιος), ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὰ λίαν σαρκώδη μέρη αἴσθησιν οὐ προσίεται οὐκ ἀληθές· εἰ γὰρ ἡ σὰρξ καὶ αἰσθητήριον, τὰ ἔτι σαρκωδέστερα μᾶλλον 6 αἰσθήσεται. οὐ δὴ οὖν δι’ ἃς αὐτοί φασιν αἰτίας ἄσαρκός ἐστιν ἡ κεφαλή, ἀλλ’ εἴπερ ἦν πολύσαρκος ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ἀλεαίνων, τουτέστι θερμαινόμενος ὁ ἐγκέφαλος ὑπὸ τῆς πολυσαρκίας οὐκ ἂν ἠδύνατο καταψύχειν τὴν καρδίαν. ἐπεὶ δέ τις ἔμελλε λέγειν καὶ πῶς ἔνιαι τῶν φῄς, οὐδεμιᾶς αἰσθήσεως ὄντος αἰτίου;’ λέγει ὅτι τὴν αἰτίαν, δι’ ἣν ἔνιαι τούτων ἐν τῇ κεφαλῇ εἰσι, μὴ δυνηθέντες εὑρεῖν οὕτως ἀπεφήναντο. ἔλεγον γὰρ ‘τίνος ἕνεκα ἐν τῆ κεφαλῇ τυγχάνουσιν ὄντες ὀφθαλμοί, ῥῖνες, ὦτα; ἆρά γε διὰ τὸ εἶναι ἐν αὐτῇ σάρκας, νεῦρα, φλέβας; καὶ μὴν ἔνεισι ταῦτα καὶ ἐν τῶ λοιπὼ σώματι· διὰ τί οὖν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν τῇ κεφαλῇ πεποίηκεν αὐτὰ ἡ φύσις; δῆλον οὖν ὅτι οὐ διὰ ταῦτα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντα, ἀλλ’ ἐπειδὴ ὁ ἐγκέφαλος φανερῶς ἕτερός ἐστι τὴν φύσιν τῶν ἄλλων μερῶν. ἔστι δὴ ἐν τῇ κεφαλῇ δι’ αὐτὸν καὶ τὰ αἰσθητήρια καὶ αἱ διὰ τούτων αἰσθήσεις ἐν αὐτῇ εἰσιν· εἰκὸς γὰρ διὰ τὸ διαφέρον τῶν ἄλλων ἁπάντων μορίων ἐν αὐτῇ ταύτας εἶναι ἤπερ διὰ τὰ μὴ δια- φέροντα.’ καὶ ἡ μὲν αἰτία καὶ ὁ συλλογισμός, δι’ οὗ συνδυάζουσι τὰς αἰσθήσεις τῷ ἐγκεφάλῳ, αὕτη· τὰ δὲ κατὰ τὴν λέξιν τὴν τοῦτο δ’ ὁρῶντες ἰδιώτερον ὂν τῶν ἄλλων μορίων ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσι, τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα· αὐτίκα τὸ τοῦτο δὲ (τοῦτο λέγων τὸν ἐγκέφαλον) τὸν ἐγκέφαλον δὴ ὁρῶντες ἰδιώτερον καὶ ἕτερον ὄντα τῶν ἄλλων μορίων καὶ ἐν τῇ κεφαλῇ κείμενον συνάπτουσιν αὐτῷ τὰς αἰσθήσεις· διάφορος γὰρ ὢν πρὸς τὰ ἄλλα μέρη διὰ τοῦτο ἄν εἴη ἐν αὐτῇ, καὶ οὐ διὰ τὰ νεῦρα ἢ τὰς σάρκας. Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁ ἐγκέφαλος ἀρχὴ τῶν αἰσθήσεων, ἀλλ’ ἡ καρδία, διώρισται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀλλὰ καὶ νῦν ὧδε ἔσται δῆλον ὅτι ἡ καρδία ἐστὶν ἀρχή, καὶ οὐχ οὗτος. καὶ τέως ὅτι ἡ καρδία ἐστὶν ἀρχὴ τῶν ἁπτῶν καὶ χυμῶν, δῆλον· ἐπεὶ γὰρ ἀμφοτέρων αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἡ δὲ σὰρξ ἐξ αἵματος, τὸ δὲ αἷμα ἐκ τῆς καρδίας, δῆλον ὡς ἐκεῖθέν ἐστι τῶν δύο τούτων ἡ ἀρχή. τῶν δὲ λοιπῶν τριῶν πρῶτον μὲν φανερὸν ὅτι ἡ ὄσφρησις μέση ἐστὶ καὶ μεταξὺ τῶν ὀμμάτων κεῖται, κἂν οἱ μυκτῆρες κατωτέρω τούτων τὴν θέσιν ἔχωσιν· ἡ δὲ ἀκοὴ καὶ ἡ ὄψις μάλιστά εἰσιν ἐν τῇ κεφαλῇ, ἐπειδὴ καὶ τὰ αίσθητήρια τούτων, τά τε ὦτα καὶ οἱ ὀφθαλμοὶ ἐν αὐτῇ κεῖνται· ἀλλ’ οὐχ ὅτι ταῦτα ἐν ταύτῃ, ἀρχὴ τούτων ὁ ἐγκέφαλος ἐκ τούτου τε ἔχουσι τὴν τοῦ ὁρᾶν καὶ ἀκούειν δύναμιν. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἰχθύων· ἀκούουσί τε 36 γὰρ καὶ ὀσφραίνονται, αἰσθητήριον δὲ τούτων οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ, ὡς ἐκ τῶν ἀνατομῶν ἔγνωμεν. εἰ δ’ ἦν ὁ ἐγκέφαλος τούτων ἀρχή, ἦν ἄν ἐν αὐτῇ καὶ αἰσθητήρια. ἀλλ’ ὅτι μὲν ὁ ἐγκέφαλος οὐκ ἔστι τούτων τῶν αἰσθήσεων ἀρχή, δέδεικται. δι’ ἣν δ’ αἰτίαν ἐν τῇ κεφαλῇ τυγχάνουσι τὰ τούτων αἰσθητήρια καίπερ οὐκ ὄντος τοὐ ἐγκεφάλου ἀρχῆς, δῆλον ἐντεῦθεν· ἐπεὶ γάρ ἐστι τὸ τῆς ὄψεως αἰσθητήριον τὸ κρυσταλλοειδές, τοῦτο δ’ ἐστὶν ὑγρὸν καὶ ψυχρόν, ἔστι δὲ καὶ ὁ ἐγκέφαλος ὑγρὸς καὶ ψυχρός, ἔθηκεν ἡ φύσις τοὺς ὀφθαλμοὺς ἐν τῇ κεφαλῇ, ἵν’ αὐτοῖς χορηγῆται τὸ κρυσταλλοειδὲς ἐκ τοῦ ἐγκεφάλου. καὶ τὰ μὲν φλεβί, δι’ ὧν αὐτοῖς δίδοται τὸ κρυσταλλοειδές, ἄρχονται μὲν ἀπὸ τῆς κόρης, ῥιζοῦνται δὲ πρὸς τὸν ἐγκέφαλον· ἐκ δὲ τῆς καρδίας ἄγουσιν ἕτερα φλέβια καὶ συμφύονται τοῖς περὶ τὸν ἐγκέφαλον φλεβίοις, ἀφ’ ὧν φλεβίων τῶν ἀπὸ τῆς καρδίας ἀνερχομένων ἀναδίδοται ἡ ὀπτικὴ δύναμις εἰς τὰ ὑπὸ τῆς κόρης πρὸς τὴν κεφαλὴν τείνοντα φλέβια, καὶ διὰ τούτων εἰς τὴν τῶν ὀφθαλμῶν κόρην. ἐπεὶ δὲ ἔδει τοὺς χιτῶνας τῶν ὀφθαλμῶν λεπτοτάτους εἶναι, ἵνα ταχέως τὰς αὐγὰς δέχωνται (παχύ τατοι γὰρ ὄντες ἐνεποδίζοντο ἂν πρὸς τοῦτο ὑπὸ τοῦ πάχους) ἐπεὶ οὖν οὕτως ἔδει τούτους εἶναι, πεποίηκεν ἡ φύσις ἐξ ὑγροῦ τὸ αἰσθητήριον, καὶ οὐκ ἀπὸ ἀέρος· ἐξ ἀέρος γὰρ ὂν διὰ τὴν λεπτότητα διέπνει ἂν καὶ ἐξήρχετο· δυσκράτητος γὰρ καὶ δυσφύλακτος ὁ ἀήρ, τὸ δ’ ὕδωρ εὐφύλακτον. ἔτι ἐπεὶ αἱ ἀκριβέστεραι τῶν αἰσθήσεων ἀκριβέστεραι γίνονται διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων, καθαρώτερον δὲ τὸ ἐνυπάρχον τοῖς ἐν τῇ κεφαλῇ οὖσι φλεβίοις, καὶ διὰ τοῦτο ἄν εἶεν ἐν τῇ κεφαλῇ ταυτὶ τὰ αἰσθητήρια. σαφῆ δὲ τὰ ἑξῆς. Τὰ δὲ ὦτα κεῖνται ἐν τῇ κεφαλῇ, ὅτι τῆς ἀκοῆς αἰσθητήριον ὁ ἀήρ ἐστιν, ὡς ἐν τοῖς Περὶ αἰσθήσεως δέδεικται· εἰ δ’ ἦσαν τὰ ὦτα ἐν ἄλλῳ τόπῳ, οὐκ ἄν ῥᾳδίως ἐδέχοντο τὸν ἀέρα. ταῦτα μὲν οὕτως. τῶν δὲ ἐναίμων ζῴων οὐδέν ἐστιν ἄναιμον μόριον αἰσθητικόν, οὔτε μὴν τὸ αἷμα, ἀλλ’ ὄχημα μὲν τὸ αἷμα τῆς αἰσθητικῆς δυνάμεως, ὡς καὶ πρότερον εἴπομεν. ἐστίν, αἰσθητικὸν δὲ οὐκ ἔστιν, ἀλλὰ τὸ ἐξ αἱμάτων, ἤτοι ἡ σάρξ. ἀλλὰ πῶς, εἴπερ ἡ σὰρξ ἐξ αἵματος, τὸ δ’ αἷμα ἀναίσθητον, τὸ ἐξ ἀναισθήτου ὂν ἔσται αἰσθητικόν; ἢ ἐπειδὴ τὸ αἰσθησόμενον μόριον λαβὸν τὸ αἷμα καὶ συμπέψαν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαν οὕτω τρέφεται, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν δύναμιν, ἥτις ἐν τῷ αἵματι ἐποχεῖται, συνανακεραννύει καὶ ἀναζυμοῖ ἑαυτῷ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἡ σὰρξ οἷον κρᾶμά ἐστιν αἰσθήσεως καὶ αἵματος, καὶ εἰ τοῦτο, εὐλόγως, μᾶλλον δ’ ἀνάγκη αὐτὴν μὲν εἶναι αἰσθητικήν, τὸ δ’ αἷμα ἀναίσθητον. Μετὰ ταῦτα λέγει, τίνος ἕνεκεν ὁ ἐγκέφαλος ἔμπροσθέν ἐστι, καί φησιν ὅτι ἐπεὶ διὰ τὸ τὴν καρδίαν περιψύχειν γέγονεν, αὕτη δ’ ἔμπροσθέν ἐστιν, ἀνάγκη καὶ τοῦτον ἔμπροσθεν εἶναι. δι’ ἣν δ’ αἰτίαν ἡ καρδία ἔμπροσθεν κεῖται, ἐρεῖ ἐν τῷ ἐφ’ ἐξῆς βιβλίῳ, ὅτε περὶ σπλάγχνων λέγει. ἔτι ἐπεὶ τὸ αἰσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεται μορίων, τὰ δ’ ἔναιμα μόρια, δι᾿ ὧν ἡ αἴσθησις πρὸς τὰ αἰσθητήρια ἄνεισιν, ἔμπροσθέν εἰσιν (ἐκ τῆς γὰρ ταῦτα), τῶν δὲ τοιούτων αἰσθητηρίων αἱ φλέβες, ὡς εἴρηται, πρὸς τὸν ἐγκέφαλόν εἰσι καὶ διὰ τοῦτο ἂν εἴη ὁ ἐγκέφαλος ἔμπροσθεν. Μετὰ ταῦτα λέγει, διὰ τί οὕτω τέτακται τὰ αἰσθητήρια. σαφῶς δὲ καταλέγει τὰ περὶ ὀφθαλμῶν καὶ ὤτων. περὶ δὲ τῶν ῥινῶν δι’ ἣν αἰτίαν οὕτω κεῖνται μέλλων εἰπεῖν, πρῶτον λέγει ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστιν, εἰ καὶ ἐπὶ τῆς ἁφῆς ἄδηλον ὂν τοῦτο διὰ τὸ μὴ εἶναι πρῶτον αἰσθητήριον τὴν σάρκα. ἀλλ’ οὖν ἐπὶ τῆς γεύσεως μᾶλλόν ἐστι δῆλον· φαίνεται γὰρ ἡ γλῶττα κεχαραγμένη καὶ οἷον ἐσχισμένη. εἰπὼν οὖν ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστι, λέγει ὅτι εἰ μὴ ἔκειτο ἡ ῥὶς ὥσπερ κεῖται, ἀλλ’ ἦν διεσπασμένη ὥσπερ τὰ ὦτα, ἐπειδὴ οἱ πόροι αὐτῆς κατὰ στάθμην καὶ ἐπ’ εὐθείας πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσβάλλουσιν, οὐκ ἂν ἐποίει τὸ αὐτῆς ἔργον· οὐ γὰρ ἠδύνατο τὸ πνεῦμα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσέρχεσθαι τῶν μυκτήρων, τοῦ μὲν ἐν τῇ κεφαλῇ φέρε εἰπεῖν κειμένου, τοῦ δὲ ἐν ἄλλῳ μέρει τοῦ σώματος. λέγει καὶ διὰ τί ποτε οὕτω καὶ τὰ ἄλλα ζῷα ἔχει τὰ ὦτα· διότι, φησί, τὰ τετράποδα κυπτάζει καὶ οὕτω κινεῖται, ἀλλ’ οὐκ ὄρθιά ἐστιν· εἰ γὰρ οὕτω κινούμενα [εἰ] μὴ μετέωρα εἶχον τὰ ὦτα καὶ κινούμενα, ἀλλὰ κάτω που καὶ ἀκίνητα, οὐκ ἂν ἐδέχετο πάντοθεν τοὺς ψόφους. οἱ δὲ ὄρνιθες σκληρόδερμοι ὄντες καὶ πτερωτοί, πρῶτον μὲν διὰ τὴν τοῦ δέρματος σκληρότητα ὦτα ποιῆσαι ἐν αὐτοῖς ἡ φύσις οὐκ ἠδυνήθη, ἔπειτα πάσης τῆς ὕλης εἰς τὴν τῶν πτερῶν φύσιν καταναλωθείσης οὐκ εὐπόρησε καὶ ἄλλης εἰς ὤτων γένεσιν. διὰ ταύτας δὲ τὰς αἰτίας οὐδὲ τὰ τετράποδα καὶ ῷοτόκα ἔχει ὦτα. ἡ δὲ φώκη τετράπους μέν ἐστιν, ἀλλὰ διὰ τὸ λίαν ἔχειν βραχυτάτους καὶ δακτυλιαίους τοὺς πόδας, καὶ οἷον πεπηρωμένη διὰ τοῦτο οὖσα, οὐκ ἔχει ὤτα. Μετά ταῦτα λέγει διὰ τί οἱ ὀφθαλμοὶ ἔχουσι φυλακὴν τὰ καλούμενα βλέφαρα, ὑφ’ ὧν καὶ σκαρδαμύττουσι. σκαρδαμύττειν δὲ λέγεται τὸ συνεχῶς καὶ πυκνῶς μύειν. καὶ τὰ μὲν ἄλλα σκαρδαμύττει ταῖς βλεφαρίσιν, οἱ δὲ ὄρνιθες δι’ ὑμένος ἐξερχομένου ἀπὸ τῶν κανθῶν τῶν πρὸς τοῖς μυκτῆρσι. σαφῶς δὲ λέγει, διὰ τί τὰ βλέφαρα ἔχει ὅσα βλέφαρα ἔχει. λέγει δὲ καὶ ὅτι σκαρδαμύττουσιν ὅσα σκαρδαμύττει οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἀπροαιρέτως καὶ μηδὲ | συναισθανόμενα ὅτι τοῦτο πάσχει. μᾶλλον δὲ τῶν ἄλλων σκαρδαμύττει ὁ ἄνθρωπος, ὅτι λεπτόδερμός ἐστιν, εὐκινητότερον δὲ τὸ λεπτόν. τὸ δὲ ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη ἴσον ἐστὶ τῷ ἡ δὲ βλεφαρὶς δέρμα ἐστί, διὰ δὲ τὸ εἶναι δέρμα τμηθεῖσα οὐ συμφύεται· τοῦτο γὰρ φύσις δέρματος. οὔτε δὲ αὕτη συμφύεται οὕτε ἡ ἀκροποσθία· ἔστι δὲ ἡ ἀκροποσθία τὸ 5 περιέχον δέρμα τὴν βάλανον τοῦ αἰδοίου, ὃ καὶ τέμνουσιν Ἰουδαῖοι καὶ τί οἱ ὄρνιθες τῷ κάτω, ἀλλ’ οὐ τῷ ἄνω βλεφάρῳ σκαρδαμύττουσι καὶ ὅλως μύουσι, καί φησιν ὅτι διὰ τὴν τοῦ δέρματος τοῦ περὶ τὴν κεφαλὴν σκληρότητα· σκληρὸν γὰρ ὃν δυσκίνητόν ἐστι. καὶ διὰ τί σκληρὸν λέγε, ὅτι οἱ βαρεῖς τῶν ὀρνίθων πτητικοὶ μὴ ὄντες, ἀλλὰ δυσκίνητοι διὰ τὴν τῶν πτερῶν ὀλιγότητα, ὥπλισεν αὐτοὺς ἡ φύσις σκληρῷ δέρματι, ἵνα τυπτόμενοι ὑπὸ τῶν θηρευόντων ἀντέχωσι διὰ τὴν σκληρότητα, καὶ μὴ ταχέως ἀποθνήσκωσιν. ᾧπερ οὖν ἔμελλε χρήσασθαι ἡ φύσις πρὸς αὔξησιν τῶν πτερῶν, ἐχρήσατο πρὸς τὴν τοῦ δέρματος σκληρότητα. λέγει δὲ καὶ περὶ τῶν τετραπόδων τῶν ᾠοτοκούντων ὅτι φολιδωτά ἐστιν· καὶ ἔστιν ἡ φολὶς σκληροτέρα τῶν τριχῶν, ὥστε καὶ τὸ δέρμα τὸ τὰς φολίδας ἔχον σκληρότερον τοῦ δέρματος τοῦ τὰς τρίχας ἔχοντός ἐστιν. λέγει δὲ καὶ διὰ τί σκαρδαμύττουσιν οἱ ὄρνιθες τῷ ὑμένι τῷ ὄντι ἐν τοῖς πρὸς τοὺς μυκτῆρας κανθοῖς, καὶ οὐ διὰ τοῦ ὄντος πρὸς τοὺς ἐν τοῖς κροτάφοις κανθούς· καί φησιν ὅτι βέλτιον ἀπὸ μιᾶς ἀρχῆς εἶναι τὴν φύσιν αὐτῶν, δύνανται δὲ ἀπὸ τῶν πρὸς τοὺς μυκτῆρας κανθῶν διὰ τὸ σύνεγγυς εἶναι ἀλλήλων ἀπὸ μιᾶς εἶναι ἀρχῆς, ἐκ δὲ τῶν ὄντων πρὸς τοῖς ὠσὶν οὐ δύνανται, ἀπῳκισμένοις οὖσιν ἀπ’ ἀλλήλων, ἄλλως τε τῶν ὤτων πρὸς τὰ πλάγια κειμένων, τῶν δὲ μυκτήρων ἔμπροσθεν. βέλτιον δὲ τὸ ἔμπροσθεν διὰ τὸ καὶ τὴν καρδίαν τὴν ἀρχὴν τῶν ζῴων ἔμπροσθεν κεῖσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν βέλτιον ἐκ τῶν ἔμπροσθεν, ὃ ταὐτόν ἐστι τῷ ἐκ τῆς ἀρχῆς πάσης κινησεως καὶ ζωῆς, σκαρδαμύττειν ἢ ἐκ τῶν πλαγίων. σαφῆ δὲ τὰ ἑξῆς. Τὸ δὲ οἷον βλέποντα διὰ τοῦ βλεφάρου τροσπεφυκότος σαφὲς ἔσται, εἰ οὕτω πὼς εἴποιμεν· νενοήσθω ὅτι συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον δύναται ὁρᾶν οὕτω τὸ ζῷον· τοιοῦτόν τί εἰσι τὰ σκληρόφθαλμα, οἱονεὶ βλέποντα συμπεφυκότων τῶν βλεφάρων· ὥσπερ οὖν εἰ ἑώρων ἐγώ τε καὶ σὺ καὶ πάντες συμπεφυκότων τῶν βλεφάρων, οὐδ’ ἄν ἦν ἡμῖν ἄλλων χρεία βλεφάρων πρὸς φυλακὴν τῶν ὀφθαλμῶν διὰ τὸ ἅμα τὰ προσπεφυκότα βλέφαρα καὶ φυλάττειν αὐτοὺς καὶ μὴ κωλύειν πρὸς τὸ ὁρᾶν, οὕτως οὐδὲ τοῖς σκληροφθάλμοις ἐστὶ χρεία βλεφάρων. ἀλλ’ ἐπεὶ διὰ τὴν τῶν ὀφθαλμῶν σκληρότητα ἀναγκαῖον ἦν ἀμβλύτερον βλέπειν, ὥσπερ τὰ ὦτα τῶν τετραπόδων κινούμενα γέγονεν, ἵν διὰ τὴν κίνησιν πάντοθεν δέχηται τοὺς ψόφους, οὕτω καὶ τοὺς ὀφθαλμοὺς τούτων κινεῖσθαι παρασκευάζει, ἵνα πάντοθεν δέχωνται τὰς αὐγάς. Εἶτα λέγει διὰ τί βλέφαρα τοῖς ἰχθύσιν οὐ δέδωκεν ἡ φύσις, καί φησιν ὅτι ἐπειδὴ ἐν τῷ ὕδατι ζῶσιν, ἐμποδιστικὸν δὲ τὸ ὕδωρ πρὸς τὸ ὁρᾶν διὰ τὸ μήτε διαφανέστερον εἶναι τοὐ ἀέρος, μήτε εὐδιαιρετώτερον, ἔχουσιν ὑγροτέρους τοὺς ὀφθαλμοὺς καὶ πλέον τῶν ἄλλων τὸ κρυσταλλοειδές, ἵνα νικῴη τὸ τοῦ ὕδατος πρὸς τὸ ὁρᾶν ἐμπόδιον. ἐπεὶ οὖν πολὺ τούτοις τὸ κρυσταλλοειδές, ἀνάγκη ἦν ἔχειν βλέφαρα, ἀλλ’ ἐπεὶ ἐν τῷ ὕδατι οὔκ εἰσι κονιορτώδη τινὰ καὶ πρσκρούσματα τῶν ὄψεων, οὐ δέδωκεν αὐτοῖς ἡ φύσις βλέφαρα εἰς φυλακὴν τῶν ὀμμάτων, διὰ τὸ μηθὲν μάτην ἢ τερίεργον ποιεῖν. Σαφῆ δὲ τὰ περὶ τριχῶν. τὸ δὲ ἀλλ’ ἀλεάζει διὰ τὴν κάμψιν ἴσον ἐστὶ τῷ θερμαίνεται διὰ τὸ κυπτάζειν. πρὸ δὲ τούτου ὅταν λέγῃ ὅτι τὰ τετράποδα ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἢ τὸ μὴ ἔχειν εἴρηται ἀντὶ τοῦ ἥττονας ἔχουσιν ἐν τοῖς ὑπτίοις, πλείονας δὲ ἐν τοῖς πρανέσιν, ἢ τὰς ἐν τοῖς ὑπτίοις οὐ βούλεται λέγειν τρίχας διὰ τὸ διαφέρειν πρὸς τὰς ἐν τοῖς πρανέσι. λέγει δὲ καὶ πλείονας τρίχας ἔχειν τὸν ἄνθρωπον διά τε τὴν ὑγρότητα τοῦ ἐγκεφάλου καὶ διὰ τἀς ῥαφάς· ἀλλ’ ἡ μὲν ὑγρότης ὡς ὑλικὴ 1 αἰτία, αἱ δὲ ῥαφαὶ ὡς μὴ ἐμποδίζουσαι ἐξέρχεσθαι τὴν ὑγρότητα. διὰ ταύτας δὲ τὰς αἰτίας ἔχει καὶ τὰς ὀφρύας· ἐπὶ συνθέσει γὰρ καὶ ἁρμογῇ ὀστῶν οὖσαι οὐκ ἐμποδίζουσι τὸ ὑγρὸν αἱ ἁρμογαὶ ἐξέρχεσθαι. τὰς δὲ βλεφαρίδας ἔχει ᾗ περατοῦνται τὰ φλέβια· ᾗ δὲ περατοῦνται, πόρους ἔχουσιν, ᾗ δὲ πόροι τυγχάνουσιν ὄντες, δίδοται διέξοδος τῷ ὑγρῷ, εἰ μή που ἔργον τι φύσεως ἐμποδίσει πρὸς ἄλλο ἔργον καὶ χρῆσιν. Ταῦτα εἰπὼν ἐπάγει ὅτι οὐ πόρρω διέστηκεν ἀλλήλων τὸ τῆς ὀσφρήσεως αἰσθητήριον, τῷ διέστηκε χρησάμενος ἀντὶ τοῦ μὴ ἔχειν μέγεθος. ἀλλὰ τὸ μὲν τῶν πτηνῶν καὶ τετραπόδων οὔτε μῆκος ἔχει οὐδὲ ὅλως ἐπανέστηκεν, ἀλλὰ καὶ πάντῃ ἀδιάρθρωτον τὸ τῶν πτηνῶν, τῶν δὲ τετραπόδων μᾶλλον διηρθρωμένον. ὁ δὲ ἐλέφας, φησίν, ἰδιώτατον ἔχει τοῦτο τὸ μόριον. σαφῆ δὲ ἃ λέγει περὶ τῆς ῥινὸς τοῦ ἐλέφαντος· τινὰ δὲ δεόμενα μικρᾶς ἐπιστασίας τεύξεται αὐτῆς. αὐτίκα τὸ τὸ γὰρ μέγεθος ὂν ὑπερβάλλον ἀναγκαῖον ὁμοίως ἦν χρῆσθαι τῷ ὑγρῷ ὥσπερ τῇ γῇ ἴσον ἐστὶ τῷ μέγιστος γὰρ ὢν ὁ ἐλέφας καὶ διὰ τοῦτο δυσκίνητος, ἀναγκαῖόν ἐστιν ὅσον ἂν χρόνον ἐν τῇ γῇ διατρίβῃ, τοσοῦτον εἶναι καὶ ἐν τῷ ὕδατι. τὸ δὲ λεγόμενον περὶ τῶν ὀπισθονόμων βοῶν τοιοῦτόν ἐστι φασὶ γὰρ κινεῖσθαι τὰ κέρατα τούτων, καὶ ἐπειδὰν κύψωσιν εἰς τὴν νομήν, πήγνυνται ἐν τῇ γῇ καὶ οὐκ ἐῶσιν αὐτοὺς πρόσω προβῆναι· καὶ διὰ τοῦτο ὑποχωροῦσιν ὀπίσω. οὕτω δὲ ἑλκόμενα τὰ κέρατα ὑπ’ αὐτῶν, ἀλλ’ οὐκ ὠθούμενα οὐ πήγνυνται· ἐν γὰρ τῇ ὠθήσει, ἀλλ’ οὐ τῇ ἕλξει πήγνυται πᾶν εὐθύ. τὸν δὲ ἐλέφαντά φησι χρῆσθαι τῷ μυκτῆρι ἀντὶ τῆς τῶν ἐμπροσθίων ποδῶν χρείας· ὡς γὰρ τὰ τετράποδα χρῶνται· τοῖς ἐμπροσθίοις ποσὶν ἀντὶ χειρῶν, οὕτω καὶ οὗτος τῷ μυκτῆρι. ὅτι δὲ χρῶνται τοῖς τοιούτοις ποσὶν ἀντὶ χειρῶν, δῆλον μὲν καὶ ἐξ ἄλλων, ἀλλὰ καὶ ἐκ τῶν κυνῶν· οὗτοι γὰρ τοὺς ὀδόντας αὑτῶν διὰ τούτων καθαίρουσι τούς τε κυνορραϊστὰς κἄν ἄλλο τι δάκνῃ, διὰ τούτων μάλιστα ἀπορρίπτουσι, καὶ ἄλλα πολλὰ μετὰ τούτων ἐργάζονται· οἱ κατοικίδιοί τε αἴλουροι τοὺς μῦς μετὰ τούτων τύπτουσί τε καὶ κατέχουσιν. Οἱ δὲ ὄρνιθες καὶ οἱ ὄφεις καὶ ὅσα ἄλλα ἔναιμα, ἔχουσι τοὺς μυκτῆρας πρὸ τοῦ στόματος· ἐν τῷ πέρατι γὰρ σχεδὸν τοῦ ἄνωθεν χείλους, οἱ δὲ ὄρνιθες ἐν τῷ ῥύγχει. ἔχουσι δὲ οἱ ὄρνιθες τοὺς μυκτῆρας, ὥστε μὲν εἰπεῖν μυκτῆρας διὰ τὸ ἔργον ὃ ποιοῦσιν, οὐκ εἰσι ’δε δία τὸ μὴ εἰνὶ φανερῶς διηρθρωμένοι. αἰτία δὲ τούτου ἡ τῶν ὀρνίθων φύσις, δίπους οὖσα καὶ πτερυγωτή· διὰ μὲν οὖν τὸ πτέρυγας ἔχειν οὐκ ἔχει μυκτῆρας, ὅτι καταναλισκομένη ἡ ὕλη εἰς τὴν τῶν πτερῶν φύσιν οὐκ ἀρκεῖ καὶ εἰς γένεσιν μυκτήρων· δίπους δὲ οὖσα καὶ οὐκ ἐν τῷ μέσῳ τοῦ σώματος ἔχουσα τοὺς πόδας, ἀλλὰ πρὸς τῷ τέλει, εἴπερ εἶχε μυκτῆρας, εἶχεν ἂν καὶ μεγάλην κεφαλήν, ἔχουσα δὲ ταύτην μεγάλην ἔπιπτεν ἂν εἰς τὸ ἔμπροσθεν, ὥσπερ ἐπὶ τῆς τρυτάνης συμβαίνει. ἐν ἐκείνῃ γὰρ εἰ δύο τινὰ βάρη ἐν ἑκάστῃ τῶν πλαστίγγων θήσεις, βρίθει ἐπὶ τὴν ἔχουσαν τὸ μεῖζον βάρος. σαφῆ δὲ τὰ ἑξῆς. Μετρικοὺς δὲ λέγει τοὺς ποιητὰς τοὺς ἔμμετρα γράψαντας, ὥσπερ Ὅμηρος καὶ οἱ λοιποί. τὸ δὲ τραυλίζειν, φησίν ἐστὶ καὶ μὴ ἐν τῷ ἔχειν πλατεῖαν ἢ στενὴν τὴν γλῶτταν· ὁ γὰρ πλατεῖαν ἔχων τὴν γλῶτταν καὶ συμμέτρως ἀπολελυμένην οὐ τραυλίζει. ἰστέον δὲ ὅτι ὁ ἔχων πλατεῖαν ἔχει καὶ στενήν, ὥσπερ καὶ ὁ μέγα ἔχων ἔχει καὶ μικρόν (δύναται γὰρ στενοῦν αὐτήν), ἀλλ’ οὐχ ὁ στενὴν ἤδη καὶ πλατεῖαν. τὴν δὲ γλῶτταν ἔχουσιν οἱ ὄφεις δικρόαν καὶ ἐσχισμένην διὰ τὴν λιχνότητα· λίχνοι γὰρ ὄντες ἔλαβον αὐτὴν ἐσχισμένην καὶ οἱονεὶ διπλῆν, ἵνα ἔχωσι διπλῆν καὶ τὴν ἡδονήν. οἱ δὲ ἰχθύες ἔχουσι βραχεῖαν τὴν τῆς γλώττης διάρθρωσιν καὶ δι’ ἃς μὲν εἶπε σαφῶς αἰτίας καὶ διὰ ταύτην, ἣν καὶ αὐτὸς ἐνταῦθα μετὰ τῶν προειρημένων τίθησιν· ἐν ὕδατι, φησί, διατρίβοντες καὶ ταχέως διαβιβάζοντες τὴν τροφὴν ἢν εἰς τὴν κοίαν, ἵνα μὴ λεαίνοντες αὐτὴν διὰ τῶν ὀδόντων εἴσεισι τὸ ὕδωρ εἰς τὴν κοιλίαν αὐτῶν καὶ ἀποπνίγωνται, οὐ δέδοται αὐτοῖς γλῶττα. ἐπεὶ γάρ, ὡς εἴρηται, ἅμα τῷ ἅψασθαι τῆς τροφῆς εἴς τὴν κοιλίαν αὐτὴν παραπέμπουσιν, ἐκ τούτου δὲ αἴσθησιν οὐκ ἔχουσι τῶν χυμῶν, ἀφῄρηνται καὶ τὸ τῶν χυμῶν αἰσθητήριον, καὶ τοσοῦτον ὥστε, εἰ μή τις αὐτῶν τὸ στόμα ἐπικλίνει καὶ οἱονεὶ κυρτώσει ἢ κοιλανεῖ, οὐ φαίνεται ἡ τοιαύτη διάρθρωσις. Οἱ δὲ κροκόδειλοι πεπηρωμένην ἔχουσι τὴν γλῶτταν ἴσως τοῖς ἰχθύσι, διὰ ταυτηνὶ τὴν αἰτίαν· ἐπεὶ γὰρ ἐν τῇ κάτω σιαγόνι πέφυκεν ἡ γλῶττα κεῖσθαι ἄνω γὰρ κειμένη ἐκώλυε τὴν τροφὴν εἰσέρχεσθαι εἰς τὸν οἰσοφάγον) τοῖς δὲ κροκοδείλοις τὸ κάτω ἄνω ἐστί (τὴν γὰρ ἄνω ἐν ἅπασι δὲ τοῖς ἄλλοις ζῴοις ἡ κινουμένη σιαγὼν κάτω ἐστί), κάτω μὲν τὴν γλῶτταν οὐκ ἔχει, ὅτι τὸ κάτω ἄνω ἐστίν, ἄνω δὲ κεῖσθαι οὐ πέφυκεν· ἄνω δέ, ὅπερ ἐστὶ κάτω, οὐκ ἔχει τὴν γλῶτταν, ἵνα μὴ ἐμποδίζῃ τὴν τροφήν· ἐπάνω γὰρ τῆς γλώττης πίπτει τὰ βρώματα, καὶ οὕτως ὑπ’ αὐτῆς διαπέμπεται πρὸς τὸν οἰσοφάγον. αἱ δὲ πορφύραι ἰσχυρότατον ἔχουσαι τὸ κέντρον διατρυπῶσι τὸ τῶν στρόμβων ὄστρακον, ὑφ’ ὧν στρόμβων καὶ δελεάζουσιν αὐτὰς οἱ ἀσπαλιεῖς· τίθενται γὰρ περὶ τὸ ἄγκιστρον στρόμβον, ὃν ἰδοῦσαι ἔρχονται πρὸς αὐτόν, καὶ οὕτως ἁλίσκονται. σαφῆ δὲ τὰ λοιπὰ πάντα τοῦ παρόντος βιβλίου, διὸ ἑκτέον τῶν ἐφεξῆς.

---

Michael of Ephesus, In libros de partibus animalium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4034.tlg003.local001/.
