# In libros de partibus animalium ΣΧΟΑΙΑ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ..1

Michael of Ephesius, In libros de partibus animalium, ΣΧΟΑΙΑ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-of-ephesius/in-libros-de-partibus-animalium/%CE%A3%CE%A7%CE%9F%CE%91%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%A4%CE%A1%CE%99%CE%A4%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%96%CE%A9%CE%A9%CE%9D%20%CE%9C%CE%9F%CE%A1%CE%99%CE%A9%CE%9D..1

καὶ τὸ στόμα τὸ περιεχόμενον ὑπὸ ὀδόντων καὶ ἐξ ὀδόντων συνεστηκός. λέγει δὲ καὶ ὅτι οὐ μόνον πρὸς τὴν τῆς τροφῆς ἐργασίαν ἔχει τὰ ζῷα τοὺς ὀδόντας, ἀλλὰ καὶ χάριν ἀλκῆς. διαιρεῖ δὲ τὴν ἀλκὴν εἴς τε τὸ ποιεῖν καὶ ἐπιτίθεσθαι ἀλλήλοις καὶ εἰς τὸ μὴ πάσχειν καὶ ἀμύνεσθαι τὰ ἐπιτιθέμενα. τῶν γὰρ ζῴων τὰ μὲν ἐπιτίθενται ἄλλοις, οἷον λέων, ἀετός, καὶ κατεσθίουσι τὰ οἷς ἐπιτίθενται, τὰ δὲ οὔτε ἐπιτίθεται οὔτε ἐπιβουλεύει, οἷον λαγώς, ἀηδών, ἀλλ’ ἀμύνεται καὶ μάχεται, ὡς δύναται, τοῖς ἐπιτιθεμένοις καὶ ἀναιρεῖν αὐτὰ σπουδάζουσιν. ὁ δὲ ἄνθρωπος ἔχει τοὺς κυνόδοντας καὶ τοὺς ἄλλους ἅπαντας τοσούτους πρὸς τὴν διάλεκτον· ἢν γάρ τις λείπῃ, ψελλίζεται ὁ ἄνθρωπος. χαυλιόδοντας δὲ λέγει τοὺς ἐοικότας τοῖς τῶν βουβάλων κέρασιν, οἷοί εἰσιν οἱ τῶν κάπρων. οὐδὲν δὲ τῶν ζῴων ἔστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν· ἐπεὶ γὰρ τὸ καρχαρόδουν ἕνεκα τοῦ δάκνειν ἐστί, τὸ δὲ χαυλιόδουν τοῦ πλήττειν καὶ τιτρώσκειν, οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ, διὰ τοῦτο οὐδέν ἐστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν. ἐπεὶ δὲ ὅ τε κάπρος καὶ ἡ θήλεια ὗς ἐκ τοῦ αὐτοῦ εἰσι γένους (λέγων γένος τὸ εἶδος), ὅ τε ἄρρην ἔλαφος καὶ ἡ θήλεια (ὁμοειδῆ γὰρ καὶ ταῦτα) καὶ ὁ μὲν κάπρος ἔχει χαυλιόδοντας, ἡ δὲ ὗς οὐκ ἔχει, ὁμοίως ὁ ἄρρην ἔλαφος ἔχει κέρατα, ἡ θήλεια δὲ οὔ, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, καὶ ἦν εἰκὸς τὸν μὴ ἀργὸν τὴν διάνοιαν ζητεῖν, διὰ τί ὁμοειδῆ ὄντα ὅ τε κάπρος καὶ ἡ ὗς ὁ μὲν ἔχει χαυλιόδοντας, ἡ δὲ οὐκ ἔχει, ὁμοίως καὶ ἐπὶ τῶν ἐλάφων ὁ μὲν κέρατα, ἡ δὲ οὔ, μέλλων τὴν αἰτίαν τούτων εἰπεῖν λέγει ὅτι δεῖ καθόλου περὶ τούτων εἰπεῖν, ὃ χρήσιμον ἔσται καὶ περὶ τούτων καὶ τῶν ἄλλων τῶν ὕστερον λεχθησομένων· καὶ ἐπάγει ὅτι ἐπειδὴ χάριν ἀλκῆς καὶ βοηθείας ὑπὸ τῆς φύσεως δίδοται οἷς δίδοται κέρατα, κέντρα, πλῆκτρα, στρατηγὸς οὐκ ὅν δώσει τῷ βρέφει σπάθην ἢ κοντὸν, ἀλλ’ ἀνδρί, καὶ ἀνδρὶ τῷ δυναμένῳ χρῆσθαι, οὕτω καὶ ἡ φύσις τοῖς μὲν ἄρρεσι τῶν ζῴων ἰσχυροτέροις οὖσι καὶ δυναμένοις χρῆσθαι δέδωκε κέρατα, κέντρα, χαυλιόδοντας, τοῖς δὲ θήλεσι διὰ τὴν ἀσθένειαν οὐ δέδωκε, καὶ τῶν ἀρρένων πάλιν τὰ μείζω κέρατα καὶ πλῆκτρα καὶ τὰ λοιπὰ δέδωκε τοῖς ἱσχυροτέροις, τὰ δ’ ἐλάττω τοῖς ἀσθενεστέροις. εἰ δέ που συμβαίη τὰ αὐτὰ ἔχειν τὸ θῆλυ, ἅπερ καὶ τὸ ἄρρεν, οἷά εἰσι τὰ πρὸς τὴν τροφὴν χρησιμεύοντα, ἥττονά εἰσι τὰ τῶν θηλειῶν, μείζω δὲ τὰ τῶν ἀρρένων. λέγει δὲ τοὺς ἰχθύας ἔχειν τοὺς ὀδόντας γαμψοὺς καὶ κεκαμμένους, ὥσπερ τὸ τῶν ἱεράκων ῥύγχος, διὰ τὸ πᾶσαν τὴν ἰσχὺν αὐτῶν ἐν τούτοις εἶναι· ἐπιτηδειότερα δὲ τὰ γαμψὰ πρὸς τὸ σπαράττειν καὶ διατέμνειν. Ἔχει δέ, φησί, τὰ ζῷα τὸ στόμα ἕνεκεν τῶν ἔργων τούτων, λέγων ἔργα τὸ ἐσθίειν, τὸ ἔχειν ὀδόντας ἐν αὐτῷ, καὶ πρὸς τούτοις χάριν I τοῦ ἀναπνεῖν· ἀναπνεῖ γὰρ καὶ ἐκ τοῦ στόματος. ἔχει δὲ τῶν ζῴων τινὰ μὲν τὸ στόμα χάριν τοῦ ἐσθίειν μόνον, τὰ δὲ καὶ πρὸς τὸ ἀμύνασθαι, τὰ δὲ πρὸς τούτοις καὶ πρὸς τὸ διαλέγεσθαι, ὥσπερ ὁ ἄνθρωπος· καὶ διὰ τοῦτο γέγονε τὰ στόματα τῶν ζῴων διάφορα, ὅτι καὶ αἱ ἐργασίαι αὐτῶν διάφοροί εἰσι. μύουρον δὲ εἶπε τὸ τῶν μὴ σαρκοφάγων ἰχθύων στόμα, ὅτι ἐκ παχέος ἢ πλατέος εἰς λεπτὸν λήγει· τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν μυῶν οὐρά. γλαφυρὸν δὲ εἶπε τὸ τῶν μικρῶν ὀρνίθων ῥύγχος ἀντὶ τοῦ περιφερὲς καὶ κυρτόν. στεγανόποδα δὲ λέγει τὰ μὴ ἐσχισμένους ἔχοντα τοὺς δακτύλους, οἷοί εἰσιν οἱ τῶν χηνῶν καὶ νηττῶν. τὸ δὲ πρόσωπον, φησίν, ἢ ἐκ τοῦ πρόσθεν ὀπωπέναι καλεῖται πρόσωπον ἢ ἐκ τοῦ πρόσω τὴν φωνὴν διαπέμπειν. Σαφῆ δὲ ἃ περὶ κεράτων λέγει· κατὰ δὲ τὴν λέξιν τὴν ὅσοις δὲ μή, δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος λείπει τὸ ῾κέρατα δέδωκεν᾿, ἵν’ ἡ τὸ πλῆρες τοιοῦτον ῾ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις κέρατα, δέδωκεν αὐτοῖς ἄλλην ἀλκὴν πρὸς σωτηρίαν᾿. καὶ τίς ἡ τοιαύτη ἀλκή, ἐπάγει λέγων ῾οἷον τοῖς μὲν ἵπποις βεβοήθηκε, τουτέστιν εἰς βοήθειαν δέδωκε ταχυτῆτα σώματος, ταῖς δὲ καμήλοις μέγεθος. ἡ γὰρ ὑπερβολὴ τοῦ μεγέθους ἱκανὴ ὑπάρχει βοηθεῖν αὐταῖς’. ταῦτα μὲν οὕτω βεβοήθηκεν, ἄλλα δέ, ὥσπερ εἴρηται, πεποίηκε χαυλιόδοντα. ἐπεὶ δέ τινα, ὥσπερ οἱ ἔλαφοι, κέρατα μὲν ἔχουσιν, οὐδὲν δὲ πρὸς βοήθειαν αὐτοῖς συντελεῖ, διά τε τὸ μέγιστα εἶναι καὶ πολυσχιδῆ (κατεσχισμένα γὰρ τὰ τῶν ἐλάφων κέρατα καὶ πολλαῖς παραφυάσι καταπεπύκνωται, ὥσπερ καὶ τὰ δένδρα τοῖς κλάδοις), δέδωκεν αὐτοῖς ταχυτῆτα. οἱ δὲ βόνασοι, φησίν, ἐπειδὰν διώκωνται, ἀπορρίπτουσιν ἐκ τοῦ ἐν τῇ κοιλίᾳ αὐτῶν παρασκευάζει τὸ διῶκον· ὥστε διὰ τῆς τοιαύτης τοῦ περιττώματος προσθήκης ἐφεῦρεν ἡ φύσις σωτηρίαν τοῖς ζῴοις. ἐπεὶ δέ εἰσι μονόκερα καὶ διχηλὰ καὶ μώνυχα, εὐλογώτερόν ἐστι, φησί, τὸ τὰ μώνυχα μονόκερα εἶναι ἤπερ τὰ διχηλά· τῷ μωνύχῳ γὰρ διὰ τὸ ἓν ἁρμόζει καὶ τὸ μονόκερων, τῷ δὲ διχήλῳ διὰ τὴν δυάδα τὸ δίκερων. ἔτι ἐπεὶ ἡ σχίσις κατ’ ἔλλειψιν ὕλης ἐστί· μὴ γὰρ εὐποροῦσα ἡ φύσις ὕλης ὁλόκληρον ὥσπερ τὸ τῶν μωνύχων απεργασασθαι, πεποίηκεν αὐτὸ δίχηλόν. ἀποβάλλει δὲ μόνος ὁ ἔλαφος τὰ κέρατα διὰ τὴν εἰδικὴν αἰτίαν καὶ διὰ τὴν ὑλικήν· διὰ μὲν τὴν εἰδικήν, ὅπως τῇ ἀποθέσει ἐλαφριζόμενα ὠφελοῖντο, ἐξ ἀνάγκης δέ, τουτέστι διὰ τὴν ὕλην, ὅτι βαρύτατα ὄντα καὶ διὰ τοῦτο διηνεκῶς κινούμενα σάττεταί τε καὶ ἐκριζοῦται. οὐ πέφυκε δὲ τὰ κέρατα ἐκ τοῦ δέρματος, ἀλλ’ ἐν τῷ δέρματι ἐνήρμοσται στερεὸν ἐκ τῶν ὀστῶν, τουτέστιν ἐκ τοῦ κρανίου διὰ τοῦ δέρματος δίεισιν ὀστοῦν τι, καὶ εἰσέρχεται εἰς τὸ τοῦ κέρατος κοῖλον. Ταῦτα εἰπὼν λέγει ὅτι ῥητέον πῶς ἔχουσα ἡ ἀναγκαία καὶ ὑλικὴ φύσις λαμβάνει αὐτὴν τὸ εἶδος καὶ καταχρῆται ἕνεκά του. καὶ λέγει ὅτι τῷ σωματώδει καὶ γεώδει, ὅπερ ἐστὶν ἡ φύσις τῶν ὀστῶν, καταχρῆται ἡ φύσις ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον. τὰς δὲ θηλείας τῶν ἐλάφων, τὰς αὐτὰς τὴν φύσιν οὔσας τοῖς ἄρρεσι καὶ μηδὲ ὀδόντας ἄνωθεν ἐχούσας ὅσον ἐπὶ τούτῳ ἔδει κέρατα ἔχειν· οὐκ ἔχει δὲ διὰ τὸ μηδὲ τοῖς ἄρρεσιν, ὥσπερ εἴρηται, χρήσιμα εἶναι· ἔχουσι δὲ ταῦτα οἱ ἄρρενες, ὅτι ἰσχυρότεροι τῶν θηλειῶν ὄντες, ἧττον βλάπτονται. Λέγει δὲ καὶ περὶ τοῦ οἰσοφάγου ὅτι οὐκ ἀναγκαῖον ἔχειν αὐτὸν ἕνεκα τῆς τροφῆς. οὐθὲν γὰρ παρασκευάζει πρὸς αὐτήν, τουτέστι οὐθὲν συντελεῖ πρὸς αὐτήν· οὔτε γὰρ λεαίνει ταύτην ὥσπερ οἱ ὀδόντες οὔτε πέττει ὡς ἡ κοιλία οὔτ’ ἄλλο οὐδὲν ποιεῖ πρὸς αὐτήν. ἔτι ἐπεὶ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι τὴν κοιλίαν, ἱκανόν ἐστι τὸ στόμα διακομίζειν τὴν τροφὴν πρὸς τὴν κοιλίαν, ὥστε οὐδεμία ἐστὶ τοῖς οὕτως ἔχουσι κειμένην τὴν κοιλίαν οἰσοφάγου χρεία. τὸν δὲ πνεύμονα ἐπεὶ οὐκ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι, χρεία τῆς τραχείας ἀρτηρίας, δι’ ἧς μερισθήσεται τὸ πνεῦμα κατὰ τὰς ἀρτηρίας, αἵτινες περιέχονται ὑπὸ τῶν ἐν τῷ πνεύμονι συρίγγων· οἷον γὰρ σωλῆνες οὖσαι αἱ ἐν τῷ | πνεύμονι σύριγγες ἔχουσιν ἐν ἑαυταῖς τὰς ἀρτηρίας. ἐπεὶ δὲ ἡ κοιλία πόρρω κεῖται τοῦ στόματος, ἀναγκαῖος γέγονε μεταξὺ τοῦ στόματος καὶ τῆς κοιλίας ὁ οἰσοφάγος, ἵνα δι’ αὐτοῦ ἀπὸ τοῦ στόματος πρὸς τὴν κοιλίαν κομίζηται τὰ βρώματα. ἡ δὲ τραχεῖα ἀρτηρία κεῖται ἔμπροσθεν τοῦ οἰσοφάγου, καίπερ ἐμποδίζουσα αὐτόν· πεφειδημένως γὰρ καὶ οἱονεὶ μετὰ ἐμποδισμοῦ ὁ οἰσοφάγος τὰς τροφὰς ἐκ τοῦ στόματος λαμβάνει διὰ τὸ ὥσπερ δεδιέναι μή τι ἐκδραμὸν εἰσέλθοι τῆς ξηρᾶς ἢ ὑγρᾶς τροφῆς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν. σαφῆ δὲ τὰ ἑξῆς. Τὸ δὲ δῆλον δὲ ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρὸν λύσις ἐστὶν ἐνστάσεως ὑπὸ τῶν ἀντιδοξούντων λεγομένης. ἔφασκον γὰρ ὅτι μὴ γὰρ εἰς τὴν κοιλίαν ἀπέρχεται τὸ ποτόν, ἵν’ ὦσιν ἐκ τοῦ πνεύμονος πόροι πρὸς αὐτήν, ἀλλ’ εἰς τὴν κύστιν. πρὸς δὴ ταύτην τὴν ἔνστασιν ἐπῆκται τὸ ῾δῆλόν ἐστιν ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλ᾿ εἰς τὴν κοίαν πρότερον’. πίστις δὲ τούτου ὅτι μελαίνεται τὰ τῆς κοιλίας περιττώματα ὑπὸ τοῦ ἐρυθροῦ οἴνου· ὥστε, εἰ μὴ ἀπήρχετο ὁ οἶνος πρότερον εἰς τὴν κοιλίαν, οὐκ ἄν ἐμελαίνετο ὑπ’ αὐτοῦ τὰ περιττώματα. ἀλλὰ καὶ κοιλίας πολλάκις ὑπὸ βέλους τρωθείσης ὡράθη ἐξ αὐτῆς ἐξερχόμενον τὸ ποτόν. ἀλλὰ περὶ μὲν τούτων, φησί, εὔηθες ἀντιλέγειν. ἡ δὲ φύσις πεποίηκε τὴν ἐπιγλωττίδα, ἥτις περίκειται τὴν τραχεῖαν ἀρτηρίαν, ὅπως μὴ ἐᾷ εἰς αὐτὴν εἰσέρχεσθαι ὑγρὸν ἢ ξηρόν. ὅσα δὲ μὴ ἔχουσιν ἐπιγλωττίδα, τούτων συνάγεται καὶ συστέλλεται ὁ φάρυγξ εἰσιούσης τῆς τροφῆς καὶ οὐκ ἐᾷ εἰσέρχεσθαί τι τῆς τροφῆς εἰς αὐτήν. μεμηχάνηται δὲ θαυμαστῶς καὶ ἡ ταύτης καὶ ἡ τῆς ἐπιγλωττίδος κίνησις· τῆς γλώττης γὰρ κινουμένης ἡνίκα ἡ τροφὴ ὑπὸ τῶν ὀδόντων λεαίνεται, οὐδαμῶς αὕτη δήκεται ὑπὸ τούτων, εἰ μὴ σπανίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στόματι λεαινομένης, παρ’ αὐτὴν δὲ διιούσης καὶ τὰ ἑξῆς. τὸ δὲ ἀλλ’ αὐτῆς τῆς ἀρτηρίας τῶν ἐσχάτων θᾶσσον ἂν ἐγίνετο ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος τοιοῦτόν ἐστιν ἀλλ’ ἀπὸ τῶν ἐσχάτων μορίων τῆς τραχείας ἀρτηρίας θᾶσσον γίνεται ἡ συναγωγὴ τῆς ἐπιγλωττίδος, ἤ τις ἄν ἐγίνετο ἐκ τῆς οἰκείας σαρκός’. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ῾θᾶσσον συνάγεται καὶ συστέλλεται τὰ ἔσχατα μέρη τῆς τραχείας ἀρτηρίας’, ἔσχατα λέγων τὰ ἐγγὺς τοῦ στόματος· εἰ δὲ εἶχεν ἀπὸ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδα, ἐπειδὴ ξηρά ἐστιν ἡ σάρξ, βραδέως ἄν συνήγετο’. κεῖται δ᾿ ἕμπροσθεν ὁ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης· ἐπεὶ γὰρ ἡ καρδία ἔμπροσθεν κεῖται δι’ ἃς αὐτὸς σαφῶς λέγει αἰτίας, ὁ δὲ πνεύμων περὶ τὴν καρδίαν, ἵνα καταψύχῃ αὐτήν, ἡ δὲ ἀρτηρία, ἣν φάρυγγα εἶπε, κομίζει περὶ τὸν πνεύμονα τὸ πνεῦμα, ἀνάγκη τὴν ἀρτηρίαν ἔμπροσθεν κεῖσθαι τοῦ οἰσοφάγου. τὸ μὲν οὖν λεγόμενον τοιοῦτον· τὸ δὲ αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διώρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἴσον ἐστὶ τῷ οὕτω γὰρ ὁριζόμεθα τὸ ἔμπροσθεν· ἔμπροσθέν ἐστιν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς αἰσθήσεως᾿. τὸ δὲ τά μὲν γὰρ πρὸς τὸν πνεύμονα τείνει, τὰ μὲν εἶπε φάρυγγα καὶ τὴν ἀρτηρίαν· ὁ δὲ πνεύμων εἰς τὴν κοιλίαν. σημειωτέον δὲ ὅτι πρότερον μὲν φάρυγγα καὶ ἀρτηρίαν τὸ αὐτὸ ἔλεγε, νῦν δὲ φάρυγγα λέγει τὴν ἀρχὴν τῆς ἀρτηρίας τὴν εὐθὺ μετὰ τὸ στόμα, ἀρτηρίαν δὲ τὸ λοιπὸν ἅπαν· καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ῾ὁ μὲν γάρ’ ἢ ἰή μὲν γάρ’ ἑνικῶς, εἶπεν ὅτι τὰ μὲν γάρ. ὅλως δέ, φησίν, ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον ἐν τῷ βελτίονι τίθησιν ἡ φύσις τόπῳ, κἄν μὲν εἴη τὸ βέλτιον ἄνω, ἐν τῷ ἄνω, εἰ δὲ τὸ ἔμπροσθεν, ἐν τῶ ἔμπροσθεν, εἰ δὲ τὸ δεξιόν, ἐν τούτῳ· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ τοῦ μὲν ἄνω καὶ κάτω ἐν τοῖς μᾶλλόν ἐστιν ἄνω καὶ ἑξῆς. ἐλλιπῶς δὲ καὶ ἀσαφῶς ἀπήγγελται τὸ τοῖς μάλιστά ἐστιν ἄνω· εἴη δ᾿ ἄν τὸ πλῆρες τοιοῦτον ἱέν τοῖς ἔχουσι τὸ ἄνω μᾶλλον, ἤτοι τιμιώτερον, ἐν ἐκείνοις τὸ τιμιώτερον ἄνω κεἶται᾿. Ἅ δὲ λέγει περὶ τῶν σπλάγχνων σαφῆ. τὸ δὲ ὥσπερ τῶν ἐκτὸς μορίων οὐ πᾶσι τῶν αὐτῶν χρῆσις ἴσον ἐστὶ τῷ ῾οὐ πᾶσι τοῖς ἐκτὸς μορίοις πρὸς τὰ αὐτὰ χρώμεθα’. οὐ γὰρ οἷς χρώμεθα μορίοις πρὸς βάδισιν, τούτοις καὶ πρὸς τὸ τὴν τροφὴν | λεαίνειν, ἀλλ’ ἑτέροις. τὸ δὲ αἱματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον, μέγιστα μὲν εἶπε, διότι αἱματικά εἰσι, πάμπολυ δὲ ἐν τοῖς νεογνοῖς τὸ αἷμα. τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλῆθος ἐμφανέστατον, εἶδος καὶ πλῆθος ἐκ παραλλήλου θείς, ἐμφανέστατον δὲ ἀντὶ τοῦ πολύ· πολὺ γὰρ ἐν αὐτοῖς τὸ αἷμα, ὅπερ ἐστὶν ὕλη τῶν σπλάγχνων. τὸ δὲ κατὰ λόγον πρόσκειται, ὅτι ὑπερβαίνει τὴν ἀναλογίαν τοῦ ὅλου σώματος. ἀναγκαῖον δὲ λέγει σῶμα τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τοῦ ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα. κεῖται οὖν ἡ καρδία ἐν τῷ μέσῳ τοῦ ἀναγκαίου σώματος· ὥσπερ δὲ ἀρχὴ τοῦ ἀναγκαίου σώματος ἡ κεφαλή, οὕτω πέρας ᾗ τὰ περιττώματα ἐκκρίνεται. ἀναγκαῖον δὲ καλεῖ τὸ τοιοῦτον σῶμα διὰ τὸ μὴ δύνασθαι χωρὶς τούτου εἶναι τὸ ζῷον· χωρὶς μὲν γὰρ χειρῶν ἢ ποδῶν ἢ ὤτων ἢ ῥινῶν εἶναι δύναται, ἄνευ δ’ ἐκείνου ἀδύνατον. τὸ δὲ δῆλον δ’ ὡς οὐδὲ προστιθέμενα φθείρει εἴρηκε διὰ τὸ γίνεσθαί τινας ἀνθρώπους ἑξαδακτύλους, ὅμως μὴ φθείρεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς τοιαύτης προσθέσεως. δύσριγον δὲ εἶπε τὸν ἐγκέφαλον ἀντὶ τοῦ ταχέως ῥιγοῦντα. καὶ ἐπεὶ ψυχρὸς ὁ ἐγκέφαλος αἱ δὲ φλέβες θερμαί, ἐπεὶ καὶ τὸ ἐν αὐταῖς αἷμα, οὐκ ἂν εἶεν αἱ φλέβες ἐκ τοῦ ἐγκεφάλου· ψυχραὶ γὰρ ἄν ἦσαν καὶ αὗται. τῷ δὲ αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ αἵματος προστέθεικε τὸ ἢ ὑποδοχὴ πρώτη, ὥσπερ εἰ ἔλεγεν εἰ δέ τις ἀρχὴν ἵματος μὴ λέγοι τὴν καρδίαν, ἀλλὰ τὴν ἐν αὐτῇ ψυχήν, λεγέτω τὴν καρδίαν πρώτην ὑποδοχὴν τοῦ αἵματος’. τὸ δὲ καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμοίως ἢ παραπλησίως. δυνάμει τοιοῦτόν ἐστι ῾ τὸ κείμενον μέσον μᾶλλον δύναται μεταδιδόναι ὁμοίως δυνάμεως τινος τοῖς κύκλῳ αὐτοῦ· ἡ δὲ καρδία μέση κεῖται· αὕτη ἄρα δυνήσεται ὁμοίως καὶ τοῖς πρὸς τῇ κεφαλῇ καὶ τοῖς πρὸς τοῖς ποσὶ μέρεσι χορηγεῖν ζωτικήν τινα δύναμιν, ἤπερ ὁ ἐγκέφαλος ἄνω κείμενος᾿. τὸ δὲ ἢ παραπλησίως εἴρηται ἀντὶ τοῦ ἧττον ὁμοίως· ἢ γὰρ ὁμοίως πᾶσι χορηγεῖ ἢ ὀλίγον τι νεύει πρὸς τὸ ἀνομοίως χορηγεῖν. τὸ δὲ αἷμα ἔχει ἡ καρδία ὥσπερ τὸ ἀγγεῖον τὸν οἶνον. τὸν δὲ σπλῆνα εἶπεν ἀντίζυγον ἀντὶ τοῦ ὁμόζυγον· ὡς γὰρ ὁ δεξιὸς ὀφθαλμὸς ὁμόζυγον ἔχει τὸν ἀριστερόν, οὕτως καὶ τὸ ἧπαρ τὸν σπλῆνα. λέγει δὲ τὴν καρδίαν κεῖσθαι ἐν τοῖς ἔμπροσθεν τοῦ σώματος, ὅπως μὴ καταψύχηται, καὶ τὴν αἰτίαν ἐπήγαγε διὰ τοῦ πᾶσι γὰρ ἀσαρκότερον τὸ στῆθος, τὰ δὲ πρανῆ σαρκωδέστερα· ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει καὶ διὰ τοῦτο δέχεται ἐν τοῖς πρανέσι τούς τε ὄμβρους τά τε ψύχη, ἐν δὲ τοῖς ὑπτίοις διὰ τὴν κάμψιν οὐδαμῶς, ὥστε καὶ θερμότερα, διὰ τοῦτο κἂν ἀσαρκωδέστερα τυγχάνῃ, τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει. εἰ γὰρ ἔκειτο πρὸς τοῖς πρανέσιν, ἐπειδήπερ, ὡς εἴρηται, ἐν τούτοις δέχεται τοὺς ὄμβρους καὶ τὰ ψύχη, ἐψύχετο ἄν. διὰ τοῦτο καὶ σαρκωδέστερα γέγονε ταῦτα, ἵνα μὴ ταχέως διέρχηται διὰ τούτων εἰς τὴν καρδίαν τὸ ψῦχος. ἐν δὲ τοῖς ἀνθρώποις γέγονε τὰ πρανῆ * * διὰ τὴν αὐτὴν αἰτίαν, ἔχει δὲ τὸ στῆθος τὸ θερμὸν διὰ τὴν ἀπὸ τῶν χειρῶν φυλακήν. ἐπεὶ δὲ τὸ ὀξὺ τῆς καρδίας ἐν μὲν τοῖς ἄλλοις ζῴοις πρὸς τῷ στήθει κεῖται (τοῦτο γάρ ἐστι τὸ ἔμπροσθεν, ὥσπερ ἡ κεφαλὴ τὸ ἄνω) ἐν δὲ τοῖς ἰχθύσιν οὐχ οὕτω κεῖται, ἀλλὰ πρὸς τῇ κεφαλῇ, ἐπήγαγε τὸ ὅτι δὲ καὶ ἐν τοῖς ἰχθύσιν ἡ καρδία ὁμοίως κεῖται, τουτέστιν ἔμπροσθεν, κἂν πρὸς τῇ κεφαλῇ κειμένη οὐ φαίνεται εἰς τὸ ἔμπροσθεν κεῖσθαι, ἀλλ’ εἰς τὸ ἄνω, δῆλον· ἐν γὰρ τοῖς ἰχθύσι τὸ ἔμπροσθεν ἡ κεφαλή ἐστι. πῶς δὲ ἐν τοῖς ἰχθύσιν ἡ κεφαλή ἐστι τὸ ἔμπροσθεν, κατασκευάζων ἐπήγαγεν ἐπὶ ταύτην γὰρ ἡ κίνησις· ἐφ’ ὃ δὲ ἡ κίνησις, τοῦτό ἐστι τὸ ἔμπροσθεν. ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις πᾶσαι περαίνονται. πῶς δὲ ἀπὸ ταύτης περαίνονται, ἐπήγαγε τὸ διὰ τοῦ ἕλκειν καὶ ἀνιέναι· ἕλκουσα γὰρ ἡ καρδία διὰ τῶν ἐξ αὐτῆς νεύρων τὰ τῆς πορείας ὄργανα καὶ πάλιν ἀνιεῖσα, κινεῖ τὸ ζῷον. ἐπεὶ οὖν διὰ τῶν νεύρων κινεῖ τὸ ζῷον, δεῖ αὐτῇ τῆς ἀπὸ τῶν νεύρων ὑπηρεσίας καὶ ἰσχύος. διὰ ταύτην ἄρα τὴν αἰτίαν ἐστὶ καὶ τῶν νεύρων ἀρχὴ ἡ καρδία. λέγει δὲ καὶ διὰ τί αἱ τῶν μεγά|λων ζῴων καρδίαι ἀνὰ τρεῖς ἔχουσι κοιλίας, ἄλλαι δὲ ἀνὰ δύο, πρὸς δὲ τούτοις καὶ διὰ τί οὐδεμία καρδία ἀκοίλιός ἐστιν, ἀλλὰ τοὐλάχιστον τέως μίαν ἔχει· τὸ γὰρ μίν δὲ πᾶσι, ἴσον ἐστὶ τῷ οὐκ ἔστι δέ τις καρδία, ἵνα τέως μίν μὴ ἔχῃ· τρεῖς μὲν γὰρ μὴ ἔχειν μηδὲ δύο εὕρηνται πολλαί, μηδεμίαν δὲ οὐδεμία ὦπται᾿. καὶ ἡ αἰτία τοῦ τίνος χάριν ἔχει μίαν εἴρηται· ἀνάγκη γὰρ ἀρχὴν οὖσαν τοῦ αἵματος τὴν καρδίαν ἔχειν ἀγγεῖον τὸ ὑποδεξόμενον τὸ αἷμα· ἐπεὶ δὲ αἱ ἀρχηγοὶ καὶ πρῶται καὶ ῥίζαι τῶν ἄλλων φλεβῶν δύο εἰσίν, ἥ τε μεγάλη καὶ ἡ καλουμένη ἀορτή, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι, ἀρχὶ δὲ τῶν τοιούτων δύο φλεβῶν τὸ ἐν τῇ καρδίᾳ αἷμα. βέλτιον οὖν τὸ καὶ τὸ ἐν τῇ καρδίᾳ αἷμα κεχωρισμένον εἶναι καὶ διάφορον τὸ ἐξ οὗ γέγονεν ἡ μεγάλη πρὸς τὸ ἀφ᾿ οὗ ἡ ἀορτή· διάφορον δὲ οὐκ ἄν ἦν, εἰ μὴ δύο ἦσαν αἱ ἐν τῇ καρδίᾳ κοῖαι, καὶ ἐν θατέρᾳ μὲν ἦν τὸ ἀφ’ οὗ ἡ μεγάλη φλὲψ γέγονεν αἷμα, ἐν δὲ τῇ λοιπῇ τὸ ἀφ’ οὗ ἡ ἀορτή. δι’ ἣν μὲν οὖν αἰτίαν ἀνάγκη πρὸς τῇ μιᾷ καὶ ἄλλην εἶναι κοιλίαν ἐν τῇ καρδίᾳ εἴρηται· δι’ ἣν δὲ καὶ τρίτη προσευρίσκεται, ἐπάγει λέγων ἀνάγκη καὶ τρίτην εἶναι ἐν τοῖς μεγάλοις, ὅπως ᾖ ἀρχὴ τῶν λοιπῶν δύο· δύο γὰρ οὐσῶν τῶν κοιλιῶν τίνος ἂν ἕνεκα ἡ ἐν τῷ δεξιῷ μέρει φέρε εἰπεῖν ἀρχὴ ἦν τῆς ἐν τῷ ἀριστερῷ, καὶ οὐχ αὕτη ἐκείνης; διὰ τοῦτο καὶ μέσου τινὸς ἐδέησεν, ἵν’ ᾖ τὸ περισσὸν καὶ τρίτον ἀρχὴ τῶν λοιπῶν δύο’. τὸ δὲ ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεὶ ἴσον ἐστὶ τῷ ‘ὥστε ταῖς μελλούσαις ἔχειν καρδίαις τρεῖς κοιλίας ἀνάγκη μέγεθος ἔχειν· εἰ γὰρ μὴ ὧσι μεγάλαι, πῶς ἄν χωρήσωσι τὰς τρεῖς κοιλίας; σαφῆ δὲ τὰ ἑξῆς. Διὰ τί δὲ καθαρώτατον τὸ ἐν τῇ μέσῃ τῆς καρδίας κοιλίᾳ αἷμά ἐστι, σαφῶς ἐκτίθεται λέγων δεῖ γὰρ τὴν ἀρχήν, λέγων ἀρχὴν τὴν αἰσθητικὴν ψυχὴν καὶ ὅλως πᾶσαν ψυχὴν τὴν ἐν τῇ καρδίᾳ καθιδρυμένην, δεῖ οὗν, φησί, τὴν ἀρχὴν ἠρεμεῖν· ἠρεμήσειε δ’ ἂν καθαροῦ τοῦ αἵματος ὄντος καὶ μέσου τῷ τε πλήθει καὶ τῇ θερμότητι. εἰ γὰρ ὑπερβάλλῃ ἢ τῷ πλήθει ἢ τῇ θερμότητι, ταραχὴν παρέξει τῇ ἀρχῇ. λέγει δὲ τὴν καρδίαν ἔχειν διαίρεσιν καὶ οἱονεὶ ῥαφήν, οἷα τυγχάνει ὄντα τὰ χαράγματα τὰ ἐν τῷ μέρει τῆς χειρός, ὃ καλεῖται θέναρ. τοιαύτην δή τινα διαίρεσιν ἔχειν λέγει τὴν καρδίαν· οὔκ εἰσι δὲ συναφεῖς καὶ συνεχεῖς ὑπὸ τῶν τοιούτων διαιρέσεων αἱ καρδίαι ὥσπερ τὰ ἐκ διαφόρων τινῶν καὶ ἀνομοίων μερῶν συγκείμενα. τὰ γὰρ ἀνομοιομερῆ, ὥσπερ αἱ ἐπιφάνειαι φέρε εἰπεῖν, ὑπὸ τῶν γραμμῶν συνεχίζονται, καὶ ταῦτα ὑπὸ τῶν τοιούτων ῥαφῶν· αἱ δὲ καρδίαι ὁμοιομερεῖς οὖσαι ἑαυταῖς ἔχουσι τὰς ῥαφὰς οἱονεὶ διαρθρώσεις καὶ ῥαφάς, οἷαί εἰσι καὶ αἱ ἐν τοῖς δακτύλοις ᾗ κάμπτονται ῥαφαί· φανερῶς γὰρ φαίνονται, καὶ μάλιστα ἐν ταῖς περιφερείαις, καθ’ ἃς κάμπτονται οἱ τῶν χειρῶν δάκτυλοι, ῥαφαί τινες, ἃς ῥαφὰς καὶ ἄρθρα ὀνομάζει πολλάκις, διὰ τὸ ἐν τοῖς ἄρθροις εὑρίσκεσθαι περικειμένας. ἀλλ’ αἱ μὲν τῶν αἰσθητικῶν καρσίαι, φησίν, εἰσὶν ἀρθρωδέστεραι, τουτέστιν ἔχουσιν εἰς βάθος ἐνσεσημασμένας καὶ διὰ τοῦτο διαδηλοτέρας τὰς τοιαύτας ῥαφάς, τῶν δὲ νωθροτέρων ἀναρθρότεροι ἤγουν ἐπιπόλαιοι αἱ ῥαφαὶ τούτων εἰσί, καὶ οὐ διαδηλοι, ἀλλ᾿ ἀμαυραί. λέγει δὲ καὶ διὰ τί τὰ μεγάλας ἔχοντα τὰς καρδίας δειλά ἐστι, καί φησιν ὅτι ἐπεὶ ὁ φόβος γίνεται ψυχρανθέντος τοῦ αἵματος, ἐν δὲ τῇ μεγάλῃ καρδίᾳ μικρὸν ὂν τὸ αἷμα (λέγει μικρὸν τὸ ὀλίγον) ὀλίγον οὖν ἐν ταύτῃ ὃν τὸ αἷμα ψύχεται διὰ τὸ μὴ ἀνάλογον ἔχειν τῷ μεγέθει αὐτῆς τὸ θερμόν, δῆλον τὸ διὰ τί δειλά ἐστι τὰ μεγάλας ἔχοντα τἀς καρδίας. παραπλήσιον δὲ ταύτῃ εἰσὶ ψυχραὶ καὶ αἱ μεγάλαι κοιλίαι, ὁμοίως δὲ καὶ αἱ μεγάλαι φλέβες. ὡς γὰρ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ πῦρ ἐν μὲν μεγάλῃ οἰκίᾳ τεθὲν ἧσσον θερμαίνει, ἐν δὲ βραχυτάτῃ μᾶλλον, οὕτως καὶ ἐν ταῖς μικραῖς καρδίαις ἢ φλεψὶ τὸ αὐτὸ θερμὸν μᾶλλον θερμαίνει, ἧττον δὲ ἐν ταῖς μεγάλαις. ἄλλως τε ἐπειδὴ αἱ ἀλλότριαι κινήσεις, οἷον ἀνέμων καὶ ἀέρος, καταψύχουσιν ἕκαστον τῶν θερμῶν (εἰ γάρ τι θερμὸν ὂν ἐν ἀνέμῳ ἢ ἀέρι ὑπ’ ἀνέμου κινουμένῳ τεθείη, ψυχρὸν γίνεται), ἐν δὲ ταῖς εὐρυχωροτέραις καρδίαις ἡ φλεψὶν ἢ κοιλίαις ἔνεστι πολὺ πνεῦμα, ἀνάγκη ὑπὸ τούτου ψύχεσθαι τὸ ἐν αὐταῖς αἷμα· καὶ διὰ τοῦτο οὐδὲ πίονά ἐστι τὰ μεγαλόφλεβα καὶ μεγαλοκοίλια, ὅτι ὀλίγον τὸ ἐν αὐταῖς θερμόν, τὸ δὲ πῖον πέψις ἐστὶν αἵματος διὰ θερμοῦ. λέγει δὲ καὶ τίνος ἕνεκα τὰ μὲν ἄλλα σπλάγχνα ὑπομένει χαλεπὰ πάθη, ἡ καρδία δὲ οὐδαμῶς, ἀλλ᾿ ἄν τι τοιοῦτον περὶ αὐτὴν συμβῇ, εὐθὺς φθείρεται τὸ ζῷον. οἱ δοθιῆνες δὲ εἶδός ἐστι φυμάτων. περὶ δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ ἐν τῷ ἥπατι περὶ τὸ μέρος ἐκεῖνο, καθ’ ὃ συνάπτει ἐν αὐτῷ ἡ μεγάλη φλέψ, λέγει μηδ’ ὅλως γίνεσθαι ὑπομονὴν καὶ καρτερίαν χαλεποῦ πάθους. διὰ τί; ὅτι κατὰ ταῦτα τὰ μέρη κοινωνοῦσι τῇ καρδίᾳ, ὥστε τὸ γεγονὸς ἐν τούτοις πάθος εὐθὺς ὑπὸ τούτων διαδιδόμενον εἰς τὴν καρδίαν φθείρει τὸ ζῷον. καὶ διά τινα δὲ πάθη εἰ ἀποθάνοι ζῷον καὶ ἀνατμηθῇ, ὁρᾶταί τι πάθος περὶ τὴν καρδίαν αὐτοῦ· εἰ μὴ γὰρ εἰς αὐτὴν φθάσει τὸ πάθος, οὐκ ἀποθνήσκει τὸ ζῶον. Λέγει δὲ καὶ διὰ τί δύο εἰσὶν αἱ μεγάλαι φλέβες, καὶ ἀπὸ μιᾶς ἀρχῆς τῆς καρδίας. ἀπὸ μὲν οὖν μιᾶς ἀρχῆς λέγει εἶναι αὐτὰς διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν μίαν εἶναι. μιᾶς δὲ οὔσης ταύτης τῆς ψυχῆς εὔλογον καὶ τὸ ταύτην ἔχον μόριον ἓν εἶναι· ἀμερὴς γὰρ ὖσα καὶ ἀσώματος, πῶς ἐνδέχεται ἐν πλείοσι μέρεσι τὴν οὐσίαν αὐτῆς εὑρίσκεσθαι; ἀλλ’ ἐν μὲν τοῖς ἐναίμοις καὶ πᾶσι τοῖς γεννῶσιν ὅμοια ἑαυτοῖς ἐστιν ἡ αἰσθητικὴ ψυχὴ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, καθὸ ἔχουσι τὴν τοιαύτην ψυχὴν ἐνεργείᾳ, δυνάμει δέ, καθὸ δύνανται μεταδοῦναι τοιαύτης ψυχῆς καὶ τοῖς ἐξ αὐτῶν γινομένοις· ἐν δὲ τοῖς μὴ γεννῶσιν ὅμοια ἑαυτοῖς, οἷά ἐστι τὰ ἐκ σήψεως γινόμενα, ἐνεργεία μόνον, καθὸ ἤδη ἔχουσιν αὐτήν, οὐδαμῶς δὲ δυνάμει, διότι οὐ γεννῶσιν ὅμοια ἑαυτοῖς, ἵνα ἐκ τούτου ἔχωσι δύναμιν τοῦ καὶ ἄλλοις διδόναι. ὅτε οὖν ἔστιν ἡ τοιαύτη ψυχὴ ἐνεργείᾳ ἐν τῇ καρδίᾳ, ἀνάγκη τότε ἐν αὐτῇ εἶναι καὶ τὴν τοῦ αἵματος ἀρχήν· αὕτη γὰρ ἡ ψυχὴ ἐστὶν αἰτία καὶ τοῦ εἶναι τὸ αἷμα ὑγρὸν καὶ θερμόν. διότι μὲν οὖν ἐστιν ἡ αἰσθητικὴ ψυχὴ ἐν τῇ καρδίᾳ, διὰ τοῦτο καὶ τὸ αἷμά ἐστιν ἐν αὐτῇ, διὰ δὲ τὴν τοῦ αἵματος ἑνότητα, ἤτοι διὰ δὲ τὸ αἷμα ἐν αὐτῇ ἠθροῖσθαι, διὰ τοῦτο καὶ αἱ φλέβες εἰσὶν ἀπ’ αὐτῆς. δύο δὲ τυγχάνουσιν οὖσαι, ὅπερ προὔκειτο ζητῆσαι, διὰ τὸ καὶ τὰ τῶν ζῴων σώματα διμερῆ εἶναι· εὐθὺ γὰρ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν δύο καὶ οὐχ ἕν, καὶ τὸ ἄνω δὲ καὶ τὸ κάτω δύο, ὁμοίως δὲ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. λέγει δὲ καὶ τὴν μεγάλην φλέβα πάντα ἔχειν τὰ ἔναιμα, ἔνια δὲ τὴν ἀορτὴν ἀφανῶς· σαφῆ δὲ τὰ ἑξῆς· ἐν δὲ τῇ λέξει τῇ καὶ ἄλλους αἰεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ τὸ πλῆρες ἱείς πολλοὺς ὀχετοὺς καὶ ἐκ τούτων εἰς ἄλλους πρὸς τὸ πάντῃ μεταδιδόναι’. τὰ δὲ περὶ τῶν τάφρων, ἃς ὁ πολὺς ἄνθρωπος τράφους καλεῖ, δῆλον ὅτι αἱ μὴ εἰς βάθος, ἀλλ᾿ ἐπιπολαίως ὀρωρυγμέναι ταχέως ἀφανίζονται ὑπὸ τῆς ἰλύος, ἣν κατάγει τὸ ὕδωρ, αἱ δὲ μὴ τοιαῦται βραδέως. δῆλον δὲ καὶ ὅτι καθαιρομένης πάλιν τῆς ἰλύος φαίνονται αἱ τάφροι λέγει δὲ καὶ ὅτι ἐπειδὰν ἐλάσσους αἱ φλέβες γένωνται, δίοδος αἵματος ἐν αὐταῖς οὐ γίνεται δι’ ἣν ἔχει παχύτητα. καὶ αἵματος μὲν δίοδος οὐ γίνεται ἐν αὐταῖς, γίνεται δὲ τοῦ περιττώματος, ὃ καλοῦμεν ἱδρῶτα· λεπτότατον γὰρ τοῦτο. λέγει δὲ καὶ ὅπως συνέβη τισὶ διὰ καχεξίαν ἱδρῶσαι αἷμα, καί φησι ‘γενομένου γὰρ τοῦ σώματος αὐτῶν ῥυάδος; καὶ σαφηνίζων.. τί δηλοῖ ἡ ῥυάς, ἐπήγαγε τὸ καὶ μανοῦ. ῥυάδος γὰρ καὶ μανοῦ γενομένου τοῦ σώματος, ὑγροῦ οε του αἵματος διὰ τὴν ἀπεψίαν, καὶ μὴ δυναμένου τοῦ σώματος δι’ ἢν πέπονθε μανότητα καὶ ἀραιότητα τὴν τοιαύτην κατέχειν ὑγρότητα, συμβαίνει αἱματώδεις ἱδρῶτας ἐκκρίνεσθαι ἀπ’ αὐτοῦ. λέγει δὲ καὶ τὴν ὑπερβολὴν δισσὴν εἶναι ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ. τῷ μὲν ποιῷ φέρε εἰπεῖν τῆς δυσπεψίας ὑπερβάλλει ὁ τυρός· ὁ γὰρ καρυαῖος τυρὸς δυσπεπτότερός ἐστιν, εἰ τύχῃ, ὦ ἀλεκτορίδος· ὑπερβάλλει οὖν ὁ τοιοῦτος τυρὸς καὶ νικᾷ τὴν ἀλεκτορίδα οὐ τῷ ποσῷ (σμικρότατος γάρ), ἀλλὰ τῷ ποιῷ. αἱ δὲ πέντε ἀλεκτορίδες ὑπερβάλλουσι τὴν μίαν οὐ τῶ ποιῷ (εὐχυμόταται γὰρ πᾶσαι), τῶ. ποσῷ. τὰς δὲ αἱμορροίας λέγει γίνεσθαι ἐκ τῆς τραχείας ἀρτηρίας μετὰ βίας. μετὰ γὰρ βηχῶν καὶ ὀδυνῶν ἀποπτύονται. διεστῶσι δὲ ἄνωθεν (λέγων ἄνωθεν τὴν καρδίαν) ἄνωθεν οὗν ἐκ τῆς καρδίας διεστῶσαι καὶ εὐθὺ χωριζόμεναι αἱ δύο φλέβες, ἥ τε μεγάλη καὶ ἡ ἀορτή, κάτω δὲ πρὸς τοὺς μηροὺς καὶ ἄνω ὁμοίως πρὸς τῇ κεφαλῇ ἐναλλάσσουσαι αὐταί τε καὶ αἱ ἀπ’ αὐτῶν φυόμεναι φλέβες, καὶ αἱ μὲν πρὸς τὰ δεξιὰ κείμεναι γινόμεναι πρὸς τὰ ἀριστερά, ἐκεῖναι δὲ πρὸς τὰ δεξιά, συνέχουσι τὸ σῶμα. σαφῆ δὲ τὰ ἑξῆς. Ἐv δὲ τῇ λέξει τῇ ὥστε ἐν τῷ πνεύματι αὐτῶν εἶναι τὸ τέλος τοῦ ζῆν ἴσον ἐστὶν τῷ ἕως ἂν ἀναπνέῃ, ἕως τότε καὶ ζῇ. ὄργανον δὲ τοῦ ἀναπνεῖν ἐστιν ὁ πνεύμων· τὴν δὲ ἀρχὴν τοῦ εὐρύνεσθαι καὶ πάλιν συστέλλεσθαι ἔχει ὁ πνεύμων ἀπὸ τῆς καρδίας. τοῦ Πλάτωνος δὲ λέγοντος ὅτι κεῖται δὲ ἡ καρδία ὑπὸ τὸν πνεύμονα διὰ τὴν ἅλσιν (διότι γάρ, φησίν, ἅλλεται ἡ καρδία, τέθεικεν αὐτὴν ἡ φύσις ἐπάνω τοῦ πνεύμονος, ἵνα ἐν αὐτῷ σομφῷ ὄντι καὶ μαλακῷ προσκρούουσα μὴ βλάπτηται· εἰ γὰρ μὴ τοῦτον τέθεικεν ἐπάνω αὐτῆς, προσέκρουεν ἂν στερεοῖς τισι καὶ ἐβλάπτετο), ταῦτα τοῦ Πλάτωνος λέγοντος ἐπάγει τὸ τὸ δὲ διὰ τὴν τῆς καρδίας ἅλσιν γενέσθαι τὸν πνεύμονα, ἵνα ἐν αὐτῷ προσπταίῃ ἡ καρδία καὶ μὴ ἐν στερεῷ τινι, οὐ καλῶς εἴρηται· ἐν πολλοῖς γὰρ πλεῖστον ἀφέστηκεν ἡ καρδία τοῦ πνεύμονος, ὥστε μηδὲ προσεγγίζειν αὐτῷ κἂν λίαν ἅλληται, ἔν τισι δὲ οὐδὲ ὑπὸ τὸν πνεύμονα κεῖται, ἀλλ’ ἐπάνω αὐτοῦ᾿. τὸ δὲ φαινόμενον ἐν τοῖς ὄρνισιν αἱματῶδες ἰστέον ὅτι οὐκ ἔστιν ὁ πνεύμων, ἀλλὰ τὸ ἧπαρ· ὁ δὲ πνεύμων αὐτῶν ἐστι τὸ κείμενον ἐν τῇ ῥάχει καὶ ἁπτόμενον αὐτῆς μακρὸν καὶ φλεβῶδες. τὸν δὲ ἀφρὸν λέγει ἐκ μεγάλου μικρὸν γίνεσθαι διὰ τὸ ἐξέρχεσθαι τὸν ἐν αὐτῷ ἀέρα· τοῦ γὰρ τοιούτου ἀέρος ἐξερχομένου συστέλλεται ὁ ἀφρὸς εἰς ἐλάττονα ὄγκον. ἄδιψοι δὲ καὶ ὀλιγόποτοί εἰσιν οἱ ὄρνιθες διὰ τὸ τὸν πνεύμονα αὐτῶν ὀλίγαιμον εἶναι καὶ διὰ τοῦτο ψυχρόν. τοῦτο δὲ αἴτιον τοῦ καὶ τοὺς ὄρνιθας πολὺν χρόνον ὑπὸ τὸ ὕδωρ εἶναι· ξηρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν καὶ σομφὸς ὁ πνεύμων αὐτῶν, καὶ διὰ μὲν τὴν ὀλιγαιμίαν, ὡς εἴρηται, ψυχρός, διὰ δὲ τὴν σομφότητα πολὺν ἔχων ἀέρα, ἱκανῶς ἐμψύχονται ὑπ’ αὐτοῦ, καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ θύραθεν ἀέρος· τούτου δὲ μὴ δεόμενα οὐδὲ σπεύδει γενέσθαι ἐκτὸς τοῦ ὕδατος. λέγει δὲ καὶ ὅτι οὐδὲν τῶν ζῳοτόκων τρωγλοδυτεῖ· θερμὰ γὰρ ὄντα ὄρθιά ἐστι, τὸ δὲ ὄρθιον οὐ δύναται ὑπὸ τὴν τρώγλην εἰσέρχεσθαι, ὥσπερ οἱ σαῦροι· οὗτοι γάρ, καίπερ ὑπόποδες ὄντες, ὅμως διὰ τὴν τῶν σκελῶν βραχύτητα καὶ μᾶλλον διὰ τὸ μὴ ὄρθιοι εἶναι, οὐκ ἐμποδίζονται εἰσέρχεσθαι, καθάπερ οὐδὲ οἱ ὄφεις. ὅλως μὲν οὗν ὁ πνεύμων ἐστὶ χάριν τοὐ ἀναπνεῖν. τὸ δὲ γένους τινός πρόσκειται, διότι οὐ πάντα ἀναπνεῖ. ἔστι δὲ ὁ πνεύμων καὶ ἄναιμος καὶ τοιοῦτος, τουτέστι καὶ ἔχων αἷμα· τινῶν μὲν γάρ ὁ πνεύμων ἔχει αἷμα, τινῶν δὲ ἔχει μέν, ἀλλὰ πάμπαν ὀλίγον, ὥσπερ ὁ τῶν ὀρνίθων· τοὺς γὰρ ὀλιγαίμους πνεύμονας εἶπε καὶ ἀναίμους. Τοῦ δὲ σπληνὸς παραπλησίαν ἔχοντος τὴν φύσιν τῷ ἥπατι, πῇ μὲν δοκεῖ τὸ ἧπαρ μονοφυὲς εἶναι, πῇ δὲ διφυές· ᾗ μὲν γὰρ διαφέρει σπληνός, ταύτῃ δόξειεν ἄν μονοφυές, ᾗ δὲ κοινωνεῖ αὐτῷ, ταύτῃ διφυές· αἴτιον δὲ τοῦ διφυὲς εἶναι δοκεῖν καὶ μονοφυὲς τό τε διφυῆ μὲν εἶναι τὴν τοῦ σώματος φύσιν, συντελοῦσαν δὲ πρὸς μίαν ἀρχήν, λέγων πάλιν ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχήν. ὡς μὲν οὖν διφυὲς τὸ σῶμα δοκεῖ καὶ τὸ ἧπαρ διφυὲς εἶναι, ὡς δὲ συντελοῦν πρὸς μίαν ἀρχήν, ταύτῃ πάλιν μονοφυὲς δόξειεν ἄν εἶναι. τὰ δὲ ἑξῆς σαφῆ. τὸ δὲ ἐνίοις δὲ κἀκεῖ τὸ κἀκεῖ ἀντὶ τοῦ τοῖς ᾠοτόκοις· κἀκεῖ δὴ ἐν τοῖς ᾠοτόκοις ἐπιδήλως διέστηκε τὸ ἧπαρ, ὥσπερ ἐν τοῖς ζῳοτόκοις. πάντα δέ, φησί, τὰ κάτω τοῦ ὑποζώματος σπλάγχνα χάριν τῶν φλεβῶν εἰσι· μετεώροις γὰρ οὔσαις ὑπέστρωσεν αὐταῖς ἡ φύσις τὰ σπλάγχνα, ἵνα ἀνέχωσιν αὐτάς. ὥσπερ γὰρ ἀγκύρας τινὰς καὶ βοηθείας τῶν φλεβῶν πεποίηκεν αὐτὰς ἡ φύσις, ἵνα μὴ τέμνωνται ὑπὸ τού τῶν ἀνεχόμεναι. βέβληνται δὲ ὑπ’ αὐτὰς τὰ σπλάγχνα διὰ τῶν ὑποτεταμένω|ν μορίων, τουτέστιν ὑπὸ τὰ ὑποτεταμένα μόρια, λέγων ὑποτεταμένα μόρια τὰς ἀπὸ τῶν μεγάλων φλεβῶν σχιζομένας φλέβας. καὶ ποῦ αἰ τοιαῦται φλέβες τέτανται λέγει, ὅτι ἀπὸ τῆς μεγάλης ἀρχόμεναι φλεβὸς τείνουσι πρός τε τὸ ἧπαρ καὶ τὸν σπλῆνα· προσλαμβάνουσι γὰρ καὶ ἑαυτοῖς τό τε ἧπαρ καὶ ὁ σπλὴν συμφύουσιν αὐτήν, ἤτοι τὴν μεγάλην φλέβα, διὰ μέσων τῶν λοιπῶν σπλάγχνων. ὥσπερ γὰρ εἰ νοήσειέ τις δύο ἄνδρας ἱσταμένους τὸν μὲν πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος τὸν δὲ πρὸς τῷ τέλει, κατέχοντας ἐν ταῖς χερσὶν ἑνὸς σχοινίου τὰ ἄκρα καὶ τείνοντας αὐτό, μεταξὺ δὲ τῶν δύο τούτων ἀνδρῶν ἄλλους ἐπ’ εὐθείας ἱσταμένους καὶ ἀνέχοντας τὸ τοιοῦτον σχοινίον διὰ τῶν ὤμων, ἀλλ᾿ ἔστω καὶ τοῦτο ὅτι ὁ πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος ἱστάμενος δέδωκε τῷ μετ᾿ αὐτὸν τὸ ἄκρον τοῦ σχοινίου κἀκεῖνος τῷ μετ’ ἐκεῖνον, καὶ οὕτως ἐφεξῆς ἕως τοῦ ἱσταμένου πρὸς τῷ πέρατι τοῦ καμπτῆρος, καὶ εἰ τοῦτο γένοιτο, δυνάμεθα λέγειν ὅτι προσλαμβάνουσιν οἱ ἄκροι τὰ τοῦ σχοινίου ἄκρα διὰ τῶν μεταξὺ ἀνδρῶν, τοιοῦτόν τι καὶ ἐνταῦθα γίνεται καὶ προσλαμβάνουσι τῇ συστάσει τῶν ζῴων, ἤτοι πρὸς σύστασιν τῶν ζῴων· ταῦτα οὖν (λέγω ταῦτα τό τε προσλαμβάνεσθαι τὴν φλέβα διὰ τῶν σπλάγχνων εἰς τὸ ἧπαρ καὶ τοὺς νεφρούς) ταῦτα οὖν γίνεται διὰ μέσων τῶν σπλάγχνων πρὸς σύστασιν τῶν ζῴων. λέγει δὲ ὅτι καὶ ἡ καρδία ἀναγκαία ἐστὶ τοῖς ζῴοις· δεῖ γὰρ αὐτὴν εἶναι οἷον ἑστίαν καὶ οἴκημα καὶ τὸ ὅλον ἀκρόπολιν, ἐν ᾗ ὥσπερ τις βασιλεὺς κείσεται τὸ τῆς φύσεως ζωπυροῦν. τοῦτο δ’ ἄν εἴη ἢ τὸ ἔμφυτον θερμὸν ἢ αἰσθητικὴ ψυχή. ὁ δὲ σπλήν, φησί, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἔχουσιν, ὥσπερ καὶ τὰ περιττώματα. ὡς γὰρ οὐκ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, ἀλλ᾿ ἐξ ἀνάγκης γίνεται τοῦτο, διὰ τὸ μὴ δύνασθαι ἅπασαν τὴν ξηρὰν καὶ ὑγρὰν τροφὴν πεφθῆναι, καὶ γίνεται μὲν ἐξ ἀνάγκης διὰ τὴν ὕλην, κατὰ συμβεβηκὸς δέ, ὅτι μὴ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ σπληνός· οὗτος γὰρ ἀντισπῶν καὶ ἕλκων πρὸς ἑαυτὸν τὰς περιττευούσας ἰκμάδας ἐκ τῆς κοιλίας καὶ συμπέττων, αἱματώδης ὢν συνίσταταί τε καὶ ἔστιν· ὥστε διὰ μὲν τὴν τοιαύτην ἰκμάδα ἐξ ἀνάγκης ἐστί, διὰ δὲ τὸ μὴ σκοπὸν ἔχειν σπλῆνα ποιῆσαι, κατὰ συμβεβηκὸς ἐνυπάρχει τοῖς ἔχουσιν. εἰ μὲν οὖν σύμμετρός ἐστιν ἡ τοιαύτη ἰκμάς, ὥστε δύνασθαι ὑπὸ τῆς τοῦ σπληνὸς θερμότητος συμπέττεσθαι, ὑγιεινὰ καὶ εὔχροα τὰ σώματα τυγχάνει· ἂν δὲ τὸ περίττωμα πλέον ᾖ καὶ νικῴη τὴν τοῦ σπληνὸς θερμότητα, νοσακερὰ καὶ ὠχρὰ τὰ σώματα γίνεται πληρωθέντα τροφῆς. καὶ διὰ τὸ τὴν τοιαύτην ὑγρότητα πρὸς τὸν σπλῆνα ἐκ τῆς κοίας ἕλκεσθαι καὶ παλίρροιαν πρὸς αὐτὸν γίνεσθαι, σκληραὶ καὶ λιθώδεις τοῖς σπληνιῶσιν αἱ κοιλίαι γίνονται, ὥσπερ καὶ τοῖς λίαν οὐρητικοῖς, λέγων λίαν οὐρητικοὺς ὧν ἐν τῇ κύστει πολὺ τὸ περίττωμα συναθροίζεται· καὶ ἐν τούτοις γὰρ ὥσπερ καὶ τοῖς σπληνιῶσι πολὺ τὸ ὑγρὸν ἐκ τῆς κοιλίας διὰ μέσων τῶν νεφρῶν, ὡς ἐρεῖ, ἀντισπᾶται. οἷς δὲ οὐ γίνεται πολλὴ ἡ περίττωσις, ἐξ ἧς ὁ σπλὴν συνίσταται καὶ τὸ εἶναι ἔχει, τοῖς μὲν οὐ μέγας ἐστὶν ὁ σπλήν, τοῖς δὲ σμικρότατος, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν σημείου χάριν. ἀλλὰ καὶ ἐν τοῖς τετράποσι τοῖς ᾠοτόκοις μικρὸς καὶ στιφρός ἐστι, λέγων στιφρὸν τὸ μανὸν καὶ ξηρόν, ὥσπερ ἐστὶν ὁ μὴ βεβρεγμένος σπόγγος. ἐπεὶ δὲ ὁ σπλὴν ἐκ τῆς ὑγρότητος τρέφεται, ὡς εἴρηται, τὰ δὲ ἔχοντα τὸν πνεύμονα σομφὸν καὶ ὀλίγαιμον ὀλιγοποτεῖ, τὰ δὲ ὀλιγοποτοῦντα ἔνδειαν ἔχει ὑγρότητος, διὰ ταύτην τὴν αἰτίαν τὰ τὸν πνεύμονα σομφὸν ἔχοντα ἔχει τὸν σπλῆνα μικρόν. ὀλιγοποτεῖ δὲ τὰ ἔχοντα τὸν πνεύμονα σομφὸν διὰ τὸ ὀλίγαιμον καὶ οἱονεὶ κενὸν εἶναι· τὸ δὲ ὀλίγαιμον ψυχρόν ἐστιν, ἡ δὲ δίψα γίνεται διὰ τὴν πνεύμονος θερμότητα. εἰ δὲ καὶ συμβαίῃ γενέσθαι τοῖς ὀλιγοποτοῦσι περίττωμα ὑγροῦ, εἰς πτερῶν ἢ λεπίδων σύστασιν τὸ τοιοῦτον ἀναλίσκεται. οἷς δὲ ἔνεστι κύστις καὶ ὁ πνεύμων ἔναιμος, τούτων ὁ σπλὴν ὑγρός ἐστι διὰ τὴν εἰρημένην αἰτίαν καὶ διὰ τὸ τὴν φύσιν τῶν ἀριστερῶν ὑγροτέραν εἶναι καὶ ψυχροτέραν· ἔδει γὰρ τὸν σπλῆνα, ὑγρὸν ὄντα καὶ ψυIχρόν, κεῖσθαι πρὸς τὸ ὑγρὸν καὶ ψυχρὸν μέρος. καὶ ὁ μὲν σπλήν, ὡς εἴρηται, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης, οἱ δὲ νεφροὶ οὐχ οὕτως, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν * * δι᾿ αὐτῶν εἰς τὴν κύστιν συναθροίζεσθαι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν. τὸ δὲ κατὰ τὴν ἰδίαν φύσιν ἴσον ἐστὶ τῷ χάριν τῆς περιττώσεως ταύτης γέγονεν ἡ τῶν νεφρῶν φύσις. Σαφῆ δὲ ἃ λέγει περὶ κύστεως, πλὴν ἐνίων· αὐτίκα δεῖται ἐπιστάσεως τὸ τοῖς ἔχουσι τὸν πνεύμονα ἔναιμον καὶ μέγαν, τούτοις ἀποδέδωκε κύστιν διὰ τοιαύτην αἰτίαν. ἀνάγκη γὰρ μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος θερμὸν αὐτὸν εἰνὶ, θερμοῦ δὲ τούτου ὄντος ἀνάγκη διψητικώτατα τὰ τοῦτον ἔχοντα εἶναι· διψητικὰ δὲ ὄντα ἀνάγκη δι’ ἃς αἰτίας σαφῶς αὐτὸς λέγει, κύστιν ἔχειν. ὅσα δὲ τὸν πνεύμονα ἔχει σομφον καὶ πλήρη ἀέρος, ἀλλ᾿ οὐχ αἵματος (τὸ γὰρ πλῆρες αἵματος οὐ σομφόν) ὅσα οὖν σομφὸν ἔχει τὸν πνεύμονα καὶ διὰ τοῦτο ψυχρόν, ὀλιγόποτά ἐστι καὶ ἄδιψα. σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινόμενον τοῦ περιττώματος εἰς ταῦτα λέγει τὰς φολίδας καὶ τὰς λεπίδας. λέγει δὲ μὴ ἔχειν κύστιν ὅσα φολίδας ἔχει, πλὴν τῶν χελωνῶν· αἱ γὰρ χελῶναι, καίπερ οὖσαι φολιδωταί, ἔχουσι κύστιν. αἴτιον δ’ ὅτι αἱ μὲν θαλάττιαι χελῶναι ἔχουσι τὸν πνεύμονα σαρκώδη καὶ ἔναιμον καὶ διὰ τοῦτο θερμόν, καὶ διὰ τοῦτο διψητικώταται, αἱ δὲ χερσαῖαι μείζω τῆς ἀναλογίας τοὐ ὅλου σώματος αὐτῶν, καὶ διὰ τοῦτο καὶ θερμόν· μείζων γὰρ ὢν τῇ ἀναλογίᾳ νικᾷ καὶ ἡ ἐν αὐτῷ θερμότης. διά τοι τοῦτο καὶ αἱ κύστεις τῶν θαλαττίων χελωνῶν μείζους εἰσί, τῶν δὲ χερσαίων σμικρόταται. ἀλλ’ οὐδὲ νεφροὺς οὐδὲν ἔχει τῶν φολιδωτῶν ἢ λεπιδωτῶν πλὴν τῶν εἰρημένων χελωνῶν· ἔν τισι δέ, φησί, τῶν ὀρνίθων νεφροὶ μὲν οὐχ ὑπάρχουσιν, ἀλλὰ σαρκία πλατέα εἰς πολλὰ διεσπαρμένα, νεφροειδῆ ὄντα εὑρίσκεται, ἅπερ πλατέα καὶ νεφροειδῆ ἔχουσιν ἀντὶ νεφρῶν· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χώραν, καὶ τὰ ἑξῆς. εἴη δ’ ἄν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ‘ἀλλ᾿ ἐν ἐνίοις τῶν ὀρνίθων οὐκ ἐχούσης χώραν τῆς σαρκὸς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης, τουτέστι μὴ δυνηθείσης συστῆναι καὶ εἰς ἕν τι συναθροισθῆναι τῆς σαρκὸς τῆς εἰς γένεσιν νεφρῶν ὑπὸ τῆς φύσεως δημιουργουμένης, ἀλλὰ τῇδε κἀκεῖσε διασπαρείσης καὶ εἰς πλείονα μέρη κατακερματισθείσης, ἀντὶ νεφρῶν ἔν τισιν αὐτῶν εὑρίσκεται πλατέα νεφροειδῆ’. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ τοὺς νεφροὺς πάντων εἶναι κοίλους, τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον, πλὴν τῆς φώκης· τούτους δέ φησι στερεωτάτους εἶναι καὶ ναστοὺς καὶ μὴ ἔχοντας κοιλότητα ἢ κενὸν συγγενοῦς σώματος. λέγει δὲ καὶ τὸν πόρον τὸν ἀπὸ τῆς φλεβὸς πρὸς τοὺς νεφροὺς φέροντα μὴ τελευτᾶν ἔσωθεν εἰς τὸ κοῖλον τῶν νεφρῶν, ἀλλὰ μέχρι τῆς κυρτῆς περιφερείας αὐτῶν ἐρχόμενον ἐν ταύτῃ καταναλίσκεσθαι. σημεῖον δὲ τοῦ μὴ ἄχρι τοῦ κοίλου φέρεσθαι τὸν πόρον τὸ μὴ γίνεσθαι αἷμα ἐν τῷ τῶν νεφρῶν κοίλῳ. ὥστε εἴπερ ὁ τῆς φλεβὸς πόρος ἐκεῖσε ἐτελεύτα, ἦν ἄν αἷμα ἐν αὐτῷ, νῦν δὲ τελευτησάντων καὶ ἀποθανόντων τῶν ζῴων οὐχ εὑρίσκεται. ἀπὸ δὲ τῆς κοιλότητος ἑκάστου τῶν νεφρῶν εἷς φέρεται πόρος πρὸς τὴν κύστιν· ὥστε ἐπεὶ δύο οἱ νεφροί, ἀφ’ ἑκάστου δὲ τούτων εἷς φέρεται πόρος πρὸς τὴν κύστιν, δῆλον ὅτι καὶ οἱ πόροι δύο εἰσὶ καὶ οὐ πλείους. ἔχει δὲ ταῦτα οὕτω διὰ ταύτην τὴν αἰτίαν, ὅπως ὑπὸ μὲν τῆς φλεβὸς βαδίζῃ τὸ περίττωμα εἰς τὴν τοῦ νεφροῦ κυρτὴν περιφέρειαν· ἐνταῦθα γὰρ ἡ φλέψ, ὡς εἴρηται, τελευτᾷ· ἐνταῦθα δὲ γενόμενον τὸ περίττωμα καὶ διὰ τὴν τῆς τῶν νεφρῶν σαρκὸς μανότητα διηθηθὲν καὶ εἰς τὸ κοῖλον συρρεῦσαν ἀπὸ τοῦ τοιούτου κοίλου εἰς τὴν κύστιν φέρεται διὰ τῶν εἰρημένων πόρων. ἡ δὲ κύστις καθώρμισται τουτέστιν ἀπῃώρηται ἐκ τῶν νεφρῶν. κεῖται δὲ ὁ δεξιὸς νεφρὸς ἀνωτέρω τοῦ ἀριστεροῦ διὰ τὸ τὴν κίνησιν ἐκ τῶν δεξιῶν εἶναι, ὥστε εἴπερ ἔκειτο τὰ ἐν τοῖς δεξιοῖς σπλάγχνα κάτω, βάρος ἄν παρεῖχε καὶ ἐνεπόδιζε τὰ ἄρχοντα τῆς κινήσεως. Σαφῆ δὲ τὰ περὶ τῶν νεφρῶν. εἰπὼν δὲ πῶς διὰ τὴν ὕλην πιμελώδεις ἢ στεατώδεις γίνονται, ἐπάγει ὅτι πιμελώδεις ἢ στεατώδεις γίνονται ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης, λέγων ἀνάγκην τὴν ὕλην. διὰ μὲν τὴν ὕλην | εἰσὶ τοιοῦτοι, ἀλλὰ καὶ διὰ τὸ εὖ· κείμενοι γὰρ κάτωθεν τοῦ νώτου καὶ πρὸς τῇ ὀσφύι, καὶ δεόμενοι ἀλέας διὰ τὴν τῆς ὀσφύος ἀσαρκίαν καὶ τὴν ἐκ τῆς ἀσαρκίας ἐπιγινομένην ψυχρότητα, χρεία πιμελῆς τοῖς νεφροῖς, ἵνα θερμαίνωνται ὑπ’ αὐτῆς. οἱ δὲ νεφροί, φησί, τῶν προβάτων κὰν πάνυ πίονες ὦσιν, ἐλλείπει τι ἐν αὐτοῖς· εὑρίσκεται γάρ τινα διαλείμματα ἐν αὐτοῖς, ἔνθα οὐ κεῖται πιμελή, ἀλλ’ εἰσὶν ἀπίμελα. λέγει δὲ καὶ διὰ τί μόνα τὰ πρόβατα ἀποθνήσκει, ἐπειδὰν οἱ νεφροὶ αὐτῶν πιμελώδεις γένωνται, καί φησιν ὅτι τὰ πιμελώδη οὐκ ἀποθνήσκουσι διὰ τὸ ὑγρὸν καὶ ἀραιὸν εἶναι τὸ πῖον καὶ διὰ τοῦτο μὴ κωλῦον ἐξέρχεσθαι τὸ ἐν τοῖς νεφροῖς συνιστάμενον πνεῦμα. αἱ δ᾿ αἶγες στεατῶδες μὲν ἔχουσι τὸ πῖον ὥσπερ καὶ τὰ πρόβατα, ἀλλ᾿ οὐχ ὁμοίως πυκνόν· λίαν γάρ ἐστι πυκνότατον τὸ τῶν προβάτων. Τὸ δὲ διάζωμα λέγει κεῖσθαι μεταξὺ τῆς καρδίας καὶ τῆς κοιλίας, ἵνα κωλύῃ τὰ ἀνερχόμενα ἐκ τῆς κοιλίας πνεύματα, καὶ μὴ ἐᾷ προσβάλλειν τῇ καρδίᾳ καὶ ταράττειν τὴν ἐν αὐτῇ ψυχήν. λέγει δὲ καὶ ὅτι ἄνω ἐκεῖνο λέγομεν, οὗ χάριν ἐστὶ τὰ κάτω (διὰ γὰρ τὸ ἄνω τὰ κάτω) κάτω δ’ ἐστὶν τὸ ἕνεκεν τοῦ ἄνω ὑπάρχον. ἔστι δὲ τοῦτο τὸ δεχόμενον τὴν τροφήν· τὸ γὰρ δεκτικὸν τῆς τροφῆς ἐκεῖνο ἔστι τὸ κάτω καὶ ἀναγκαῖον διὰ τὴν τροφήν. ὅτι δὲ αἱ φρένες διὰ τὸ κωλύειν τὴν ἀπὸ τῆς κοιλίας ἀνιοῦσαν θερμότητα γεγόνασι, σημεῖον τὸ συμβαῖνον· ὅταν γὰρ αὗται διὰ τὴν γειτνίασιν, ἣν ἔχουσι πρὸς τὴν κοιλίαν, ἑλκύσωσιν ἀπ’ αὐτῆς θερμότητα, εὐθὺς τῇ καρδίᾳ μεταδιδοῦσαι ταράττουσι τὴν διάνοιαν, ὅπερ ἐπὶ τῶν μεθυὁτων ἔστιν ἰδεῖν. σαρκώδη δὲ λέγει εἶναι τὰ τῶν φρενῶν μέρη τὰ πρὸς ταῖς πλευραῖς ὄντα, ὅτι καὶ αἱ πλευραὶ σαρκώδεις, ἐξ ὧν αἱ φρένες τὴν ἀρχὴν ἔχουσι, τὸ δὲ μᾶλλον πλησιάζον τῷ ἐξ οὗ γέγονεν ἀνάγκη μᾶλλον κοινωνεῖν ἐκείνῳ. ὅτι δὲ αἱ φρένες θερμαινόμενι μεταδιδόασι τῇ αἰσθητικῇ ψυχῇ τοῦ τοιούτου πάθους, σημεῖον καὶ τὸ περὶ τοὺς γέλωτας συμβαῖνον· ὅταν γάρ τις γαργαλίσῃ καὶ κινήσῃ τὴν μασχάλην, εὐθὺ θερμαίνονται ὑπὸ τῆς τοιαύτης κινήσεως αἱ φρένες διὰ τὸ ἔχεσθαι τῶν μασχαλῶν, ἡ δὲ ὑπὸ τοῦ γαργαλισμοῦ γενομένη θερμότης, ξηρὰ οὖσα, διαχέει τὴν ἐν τῇ καρδίᾳ θερμότητα καὶ ποιεῖ τὴν διάνοιαν κινεῖσθαι· ἡ δὲ τοιαύτη κίνησις γέλως ἐστίν. ἔστι δὲ γέλως κίνησις παρὰ τὴν προαίρεσιν. ἰστέον δὲ ὅτι τὸ ἐκ τῆς κοιλίας ἀνιόν, θερμὸν ὂν καὶ ὑγρόν, ἐπιθολοῖ μᾶλλον τὸ ἐν τῇ καρδίᾳ θερμόν, τὸ δὲ θερμὸν καὶ ξηρὸν διὰ τὴν ξηρότητα λεπτύνει καὶ διαχέει. μόνος δὲ ὁ ἄνθρωπος γαργαλίζεται, διὰ τὴν τοῦ δέρματος λεπτότητα καὶ διὰ τὸ γελᾶν· οὐ γὰρ γελᾷ καὶ τὰ ἄλλα, ἵνα γνοίημεν εἰ γαργαλίζεται. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ τὸ τοῦ Ὁμήρου ἔπος τινὰς φθεγγομένη γράφειν διὰ τοῦ ἡ, ἀλλ᾿ οὐ ‘φθεγγομένου᾿ διὰ τῆς ου διφθόγγου, ἵν’ ᾖ κατ᾿ ἐκείνους τὸ λεγόμενον ὅτι καὶ ἀποκοπεῖσα ἡ κεφαλὴ φθεγγομένη ἦν, ἀλλ᾿ οὐχὶ φθεγγομένου τοῦ ἀνθρώπου ἀπεκόπη ἡ κεφαλή. ἔτι δέ, φησί, διὰ τί καὶ τὰ ἄλλα ζῷα ἀποτεμνόμενα τὴν κεφαλὴν οὐ φθέγγεται αὐτῶν ἡ κεφαλή, ὡς πέφυκε φθέγγεσθαι; Λέγει δὲ καὶ τὰ σπλάγχνα ὅμοια εἶναι ἀλλήλοις, διὰ τὸ εἶναι πάντα αἱματικά· ὅμοιος γὰρ ὁ σπλὴν τῷ ἥπατι. γεγόνασι δὲ τὰ σπλάγχνα ἐντός, ὅτι καὶ αἱ φλέβες, ἐξ ὧν τὰ σπλάγχνα, ἐντός εἰσι. λέγει δὲ καὶ ἔνια τῶν ζῳοτόκων μὴ ἔχειν χολὴν διὰ τὴν τοῦ ἥπατος θερμότητα. αὕτη γὰρ εὔπεπτα καὶ διὰ τοῦτο εὔκρατα τούτων ἀποτελοῦσα τὰ σώματα οὐ δίδωσι χώραν τοῦ συστῆναι φαύλην περίττωσιν, ἀφ’ ἧς ἄν γένοιτο χολή. λέγει δὲ διαφέρειν τὰ σπλάγχνα πρὸς τὴν σάρκα οὐ μόνον τῷ ὄγκῳ ἤτοι τῷ πάχει. ἀλλὰ καὶ τῇ θέσει. τὰ μὲν γὰρ σπλάγχνα ἐντὸς κεῖται, ὅτι καὶ αἱ φλέβες, ἀφ’ ὧν τὰ σπλάγχνα, ἡ δὲ σὰρξ ἐκτός· μεταξὺ γὰρ τοῦ θώρακος, ἐν ᾧ κεῖται τὰ σπλάγχνα, σὰρξ οὐκ ἔστι. καὶ τινὰ μὲν τῶν σπλάγχνων, ὡς εἴρηται, χάριν τῶν φλεβῶν εἰσιν, αὐτὰ δὲ φλέβας οὐκ ἔχει, ὥσπερ τὸ ἔπιπλον, τινὰ δὲ οὐκ ἄνευ φλεβῶν. καταλέγει δὲ καὶ τίνα ἐστὶ τὰ μονοκοίλια, μεθ’ ὧν τάττει καὶ τὰ δίχηλά καὶ ἀμφώδοντα, οἷόν ἐστιν ὁ χοῖρος ὁ ὕσπληξ. πολλάκις δέ, φησί, τινὰ τῶν ζῴων διὰ τὸ μέγιστα εἶναι καὶ ἐσθίειν τροφὴν ἀκανθώδη | καὶ ξυλικήν (ῥίζας γὰρ δένδρων καὶ φλοιοὺς καὶ κλάδους ἐσθίουσι) τοιαύτην οὖν ἐσθίοντα τροφὴν δύσπεπτον ἔχουσιν ἐξ ἀνάγκης πλείους κοιλίας, ἵνα κατεργάζηται διὰ τούτων ἡ τροφή. πάντα δὲ τὰ κερατοφόρα μὴ ἀμφώδοντα καὶ τὰ μὴ ἀμφώδοντα κερατοφόρα. καὶ ἔχει ταῦτα πλείους κοιλίας δι’ ἃς μετ’ ὀλίγον εἴποι αἰτίας. ἡ δὲ κάμηλος, καίπερ οὖσα μὴ ἀμφώδους, κέρατα μὲν οὐκ ἔχει, ἔχει δὲ κοιλίας πλείους ὁμοίως τοῖς μὴ ἀμφώδουσι διὰ τὸ δύσπεπτον τῆς τροφῆς, ἐξ ἧς τρέφεται. ἄλλως τε καὶ ἐπειδὴ ἡ τῇς καμήλου τροφὴ ἀκανθώδης ἐστίν, ἀνάγκη δὲ διὰ τὰς ἀκάνθας σκληρὰν καὶ σαρκώδη τὴν γλῶτταν ἔχειν, ὁμοίως δὲ καὶ τὸν οὐρανόν, τῇ σκληρότητι τῆς τοιαύτης γλώττης καὶ τοῦ οὐρανοῦ κέχρηται ἀντὶ ὀδόντων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς σκληρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις. ὥστε τὸ μὲν πρὸς σκληρότητα εἴη ἄν ἴσον τῷ τῇ σκληρότητι τοῦ οὐρανοῦ, καὶ προσυπακουστέον οἶμαι καὶ τοῦ καὶ τῆς γλώττης᾿· τὸ δὲ τῷ ἐκ τῶν ὀδόντων γεώδει ἀντὶ τοῦ τῶν ὀδόντων. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον κατὰ τὴν λέξιν τὴν οἱ δὲ τὸν οἰσοφάγον ἔχουσι πλατὺν τοιοῦτόν ἐστιν· πλατὺς ὢν ὁ οἰσοφάγος καὶ εὐρὺς καὶ διὰ τὴν εὐρύτητα κοιλαίνεσθαι δυνάμενος δύναται κατέχειν διὰ τῶν κοιλοτήτων τὰ βρώματα καὶ πέττειν ἐκεῖσε χρονοτριβοῦντα᾿. ἢ τὸν μὲν οἰσοφάγον πλατὺν οὐκ ἔχουσιν, ἔχουσι δὲ τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη, ὥσπερ αἱ χῆνες καὶ ἄλλα πολλά, ἥτις δι’ ἄμφω θερμή ἐστι, διὰ μὲν τὸ σαρκῶδες, ὅτι ἡ σὰρξ θερμή, διὰ δὲ τὸ ἰσχυρὸν καὶ πυκνόν, ὅτι οὐ δίδωσι χώραν διεξόδου τῷ ἐν αὐτῇ θερμῷ. τοῦ δὲ πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν ἑρμηνευτικὸν ἐπῆκται τὸ πέττειν· τὸ γὰρ πολὺν χρόνον κατεχόμενον μᾶλλον πέττεται, τὸ δ’ ἐν ὀλίγῳ ἧττον. ἡ οὖν θερμότης τῆς σαρκώδους καὶ σκληρᾶς κοιλίας ἀναλαμβάνει καὶ ἀναπληροῖ τὴν τοῦ στόματος ἔνδειαν. ἄλλα δέ τινα οὔτε κοιλίαν ἔχει οὔτε τινὰ ἐν τῇ κοιλίᾳ ἐπανεστηκότα μόρια ἐοικότα τοῖς προλόβοις, ἀλλ’ ἔχει τὸν πρόλοβον μακρόν, οἷά ἐστι τὰ μακροσκελῆ ὥσπερ γέρανος. εἰσὶ δὲ τῶν μακροσκελῶν τὰ σκέλη λεῖα καὶ παντελῶς ἐστερημένα πτερῶν διὰ τὴν τῆς τροφῆς ὑγρότητα καὶ ψυχρότητα· τοῦτο γὰρ λείπει. ὥσπερ γὰρ τὰ θερμὰ καὶ ὑγρὰ δασέα, οὕτω τὰ ψυχρὰ καὶ ὑγρὰ λεῖα. ἔχουσι μὲν οὖν τὰ μακροσκελῆ ἀντὶ κοιλίας καί τινος ἐπανεστηκότος τὸν πρόλοβον μακρόν. ἡ γὰρ τροφὴ τούτων εὐλέαντος οὖσα (ἐν τέλμασι γὰρ καὶ λίμναις τὰ πλεῖστα διαιτᾶται) οὐ δεῖται χρόνου πρὸς τὸ κατεργασθῆναι· οὐ γάρ ἐστι ξυλώδης ἢ χορτώδης ἤ τις τῶν δυσκατεργάστων. καὶ διὰ τὸ τὴν τροφὴν αὐτῶν εἶναι ὑγρὰν καὶ τελματώδη συμβαίνει τὰς κοιλίας αὐτῶν εἶναι ὑγράς, καὶ διὰ τὴν ἀπεψίαν· καὶ ᾗ μὲν εὐλέαντός ἐστιν ἡ τροφή, ταύτῃ εὐκατέργαστός καὶ εὔπεπτός ἐστιν, ᾗ δὲ πολλῇ ταύτῃ χρῶνται, ταύτῃ ἀπεπτοῦσι καὶ ἔχουσιν ὑγρὰς τὰς κοίας. τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν καὶ ἀμφώδουν καὶ καρχαρόδουν ἐστί, πλὴν τοῦ σκάρου· οὗτος γὰρ διὰ τὸ μὴ ἀμφώδους εἷναι οὐδὲ καρχαρόδους ἐστί. μὴ ὄντων γὰρ τῶν ἄνω ὀδόντων πῶς ἄν ἐπάλλαξις γένηται, ἵν’ ᾖ καρχαρόδους; ὥστε διὰ τὸ μὴ ἀμφώδοντα εἶναι καὶ διὰ τοῦτο μηδὲ καρχαρόδοντα τὸν σκάρον, ἀνάγκη αὐτὸν μηρυκάζειν· πᾶν γὰρ μὴ ἀμφώδουν μηρυκάζει. ἀποφυάδας δὲ λέγει τὰ ἐπανεστηκότα ἐν ταῖς κοιλίαις καὶ προλόβοις ἐοικότα. ἐν δέ τῇ λέξει τῇ ἀλλ’ ἄπεπτα διαχωρεῖν τὸ ἀλλά ἀντὶ τοῦ καί συνδέσμου εἴρηται. ἐν δὲ τῇ καί τινας ἔχουσι μετρίας πλάνας τὸ πλάνας ἀντὶ τοὺ ἕλικας κεῖται. δύνανται γὰρ αἱ ἕλικες διὰ τὴν ποικίλην καὶ κεκλασμένην αὐτῶν θέσιν κατέχειν τὴν τροφήν, ὥσπερ πάλιν τὰ ἐοικότα εὐθείαις γραμμαῖς μὴ κατέχειν. τοῦτο δὲ τὸ μόριον λέγει τὸ ἔντερον. κατὰ δὲ τὴν λέξιν τὴν πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τῆς τροφῆς λείπει τὸ ‘ἔχει τὰ ἔντερα’, ἵν ᾖ τὸ πλῆρες τοιοῦτον ‘πάντα γὰρ τὰ κερατοφόρα μεγάλα ἔχει τὰ ἔντερα διὰ τὴν κατεργασίαν τῆς τροφῆς’. τὸ γὰρ μέγα καὶ εὐρύτατον δύναται κοιλαίνεσθαι, τὸ δὲ κοιλαινόμενον δύναται ἐν ταῖς κοιλότησι συνέχειν τὴν τροφήν. ἀλλὰ καὶ πᾶσι | τοῖς μὴ εὐθυεντέροις εὐρύτατον γίνεται τὸ ἔντερον· ἐξ ἀρχῆς μὲν γὰρ στενόν ἐστιν, ὅσον δὲ κάτεισι, τοσοῦτον εὐρύνεται. λέγει δὲ καλεῖσθαι ἀρχὸν τὸ εὐθὺ πρὸς τὴν ἔξοδον διατεῖνον τοῦ περιττώματος. εὐρύνεται δὲ τοῖς εὐχιλοτέροις, τουτέστιν εὐπεπτοτέροις (χιλὸς γὰρ ἡ τροφή) εὐρύνεται οὖν τοῖς εὐχιλοτέροις καὶ εὐπεπτοτέροις καὶ διὰ τοῦτο εὐτραφεστέροις τὸ ἔντερον, ἵνα κατερχόμενον τὸ περίττωμα ἱστῆται ἐν ταῖς διὰ τὴν εὐρυχωρίαν αὐτοῦ γινομέναις κοιλότησι, καὶ μὴ τάχιον ἐξερχόμενον πεινῇ. εἰς πλῆθος δὲ γαστρίμαργα λέγει τὰ ἐσθίοντα πάνυ πολλά, ἅπαξ δὲ ἢ δὶς τῆς ἡμέρας, εἰς τάχος δὲ γαστρίμαργα τὰ πολλάκις τῆς ἡμέρας ἐσθίοντα. ἐν δὲ τῇ λέξει τῇ τοῦτο γὰρ μεταξὺ τῆς ἄνω, ἐν ᾗ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ἡ τὸ ἄχρηστον περίττωμα, τὸ τοῦτο ἀντὶ τοῦ αὕτη εἴρηται· περὶ γὰρ τῆς νήστιδος ἔτι ὁ λόγος αὐτῷ. τοῦτο δὲ δῆλον ἐκ τοῦ ἐπαχθέντος τοῦ γίνεται δ᾿ ἐν πᾶσι μέν, δήλη δ’ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν, ἀλλ’ οὐκ ἐδηδοκόσιν. ἀλλὰ πῶς δήλη ἐν τοῖς νηστεύσασι γίνεται; ἢ ἐπειδὴ ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ νεαρά ἐστιν, ἡ ἐν τῇ κάτω δὲ κοπρώδης, ἡ δὲ ἐν τῇ νήστιδι ἑτέρα τούτων ὁρᾶται, φαίνεται ὅτι ἑτέρα ἔστιν ἡ νῆστις τῆς τε ἄνω καὶ τῆς κάτω κοιλίας. εἰ γὰρ ἦν ἡ αὐτή τινι τούτων, ἦν ἄν καὶ ἡ ἐν αὐτῇ περίττωσις ὁμοία τινὶ τῶν ἐν ταύταις περιττώσεων· φαίνεται δὲ ἡ ἐν τῇ νήστιδι περίττωσις ἑτέρα τῶν ἄλλων, ἐπειδὰν νηστεύσωσιν, ὅτι ἡνίκα φάγωσι καὶ πλησθῶσιν, ἀναμίγνυται ἡ ἐν τῇ ἄνω κοία τροφὴ μετὰ τῆς ἐν τῇ νήστιδι περιττώσεως, καὶ οὐ γίνεται διάδηλος, εἰ ἑτέρα ἐστί· βραχὺς γὰρ ὁ καιρός, ἀφ᾿ οὗ ἔφαγε τὸ ζῷον καὶ οὔπω ἐπέφθη, ἵνα φανῇ ἡ ἑτερότης αὐτῶν. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου.

---

Michael of Ephesus, In libros de partibus animalium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4034.tlg003.local001/.
