# In libros de partibus animalium ΣΧΟΑΙΑ ΕΙΣ TO TETAPTON TΩN ΠEPI ZΩΩN MOPIΩN..1

Michael of Ephesius, In libros de partibus animalium, ΣΧΟΑΙΑ ΕΙΣ TO TETAPTON TΩN ΠEPI ZΩΩN MOPIΩN.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-of-ephesius/in-libros-de-partibus-animalium/%CE%A3%CE%A7%CE%9F%CE%91%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20TO%20TETAPTON%20T%CE%A9N%20%CE%A0EPI%20Z%CE%A9%CE%A9N%20MOPI%CE%A9N..1

Ἀρχόμενος τοῦ τετάρτου τῶν Περὶ ζῴων μορίων λέγει ὅτι τὰ τετράποδα καὶ ᾠοτόκα τῶν ζῴων καὶ τὰ ἄποδα, οἷον οἱ ὄφεις, ὁμοίαν ἔχουσι τήν τε κοιλίαν καὶ τὰ σπλάγχνα καὶ ἕκαστον τῶν εἰρημένων μορίων. ἡ γὰρ τῶν ὄφεων φύσις συγγενής ἐστι τοῖς τετράποσι καὶ ᾠοτόκοις· ὅμοιοι γάρ εἰσιν οἱ ὄφεις σαύρῳ μακρῷ, εἴ τις τοῦτον ἄποδα νοήσειε. πάλιν δὲ τοῖς τετράποσι καὶ ᾠοτόκοις καὶ τοῖς ὄφεσιν ἔχουσιν οἱ ἰχθύες πάντα τὰ σπλάγχνα παραπλήσια. λέγει δὲ καὶ διὰ τοὺς ἰχθύας ὅτι ἐμφαίνεται λευκότης ἐν τῷ περιττώματι αὐτῶν τῷ ἐκ τῆς ὑγρᾶς τροφῆς, καθάπερ καὶ ἐν τῷ τῶν ὀρνίθων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις. διὰ τοῦτο καὶ ἐν τοῖς ἔχουσι κύστιν ὑφίσταται ἡ ἁλμυρίς, γεώδης οὖσα καὶ λευκή, τὸν αὐτὸν ἔχουσα λόγον ὅνπερ ἐν ἐκείνοις τὸ ἐμφαινόμενον λευκόν. λέγει δὲ τοὺς ἔχεις διαφέρειν πρὸς τοὺς ὄφεις ὃν τρόπον καὶ οἱ ἰχθύες πρὸς τὰ σελάχη, καὶ τί διαφέρουσιν ἐπάγει· ζῳοτοκοῦσι γὰρ καὶ τὰ σελάχη καὶ οἱ ἔχεις, οἱ δὲ ὄφεις καὶ οἱ ἰχθύες ᾠοτοκοῦσι. σαφῆ δὲ τὰ ἑξῆς. Ἅ δὲ ἀντιλέγει πρὸς τὸν Πλάτωνα περὶ χολῆς ἔσται δῆλα, εἰ πρότερον τεθείη τὰ τῷ Πλάτωνι δοκοῦντα. ὁ μὲν δὴ Πλάτων’ ἐν τῷ ἥπατι λέγων εἶναι τὸ ἐπιθυμητικὸν ἔλεγεν ὅτι τὸ ἐπιθυμητικὸν πρὸς ἡδονὴν καὶ ἄνεσιν ἕλκον τὸ ζῷον ἐκλύει καὶ παντάπασι φθείρει αὐτό· προνοουμένη οὖν ἡ φύσις τοῦ ζῴου πεποίηκεν ἐν τῷ ἥπατι τὴν χολὴν ὅπου τυγχάνει ὂν καὶ τὸ ἐπιθυμητικόν, ἵνα δριμεῖα οὖσα δάκνῃ τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικόν, τούτου δὲ δακνομένου πονῇ τὸ ζῷον, πονοῦν δὲ συσφίγγηται καὶ συνιστῆται καὶ ἀνιστῆται ἀπὸ τῆς ἀνέσεως καὶ τῆς ἐκ ταύτης καὶ διὰ ταύτην γινομένης φθορᾶς. ἀλλ᾿ ὅταν μέν, φησὶν ὁ Πλάτων’, δάκνῃ ἡ χολή, συνίσταται καὶ διεγείρεται τὸ ζῷον, λυομένης δὲ τῆς δήξεως ἵλεων γίνεται καὶ πρὸς ἄνεσιν περιπετές. ταῦτα τοῦ Πλάτωνος λέγοντός φησιν ὁ Ἀριστοτέλης ὅτι πολλὰ τῶν ζῴων ἐπιθυμεῖ μέν, χολὴν δὲ οὐκ ἔχει τὴν δάκνουσαν, ὥστε οὐ διὰ τοῦτο γέγονεν ἡ χολή. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ πρὸς Ἀναξαγόραν ὡς εἴπερ τῆς χολῆς κατά σε ἀπορραινομένης πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας ἐγίνετο τὰ ὀξέα νοσήματα, μόνα τῶν ζῴων περιπνευμονίαις καὶ τοῖς ὀξέσι νοσήμασι περιέπιπτον ὅσα ἔχει χολήν· νῦν δὲ πολλὰ τῶν ἀχόλων τούτοις ἀναλίσκεται τοῖς νοσήμασιν. ἀλλὰ καὶ πάμπολλα ζῷα ἅμ τῷ θανεῖν ἀνετμήθη καὶ οὐχ εὑρέθη ἀπόρροια χολῆς οὔτε ἐν τῷ πνεύμονι οὔτε ἐν ταῖς φλεψὶν οὔτε ἐν ταῖς πλευραῖς. καὶ ἡ ἀπεμουμένη δὲ χολὴ ὑπὸ τῶν νοσούντων, πολλαπλάσιος οὖσα τῆς ἐν τῇ χοληδόχῳ κύστει, ἣν οὗτός φησιν ἀπορραίνεσθαι, πολλαπλάσιος οὖν οὖσα ἡ ἀπεμουμένη τῆς ἐν τῇ χοληδόχῳ κύστει μαρτυρεῖ ὅτι οὐ γέγονεν ἡ χολὴ πρότερον καὶ ἐναπετέθη ἐν τῇ κύστει, ὅπως ἀπορραίνηται πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας καὶ ἔτι τὰς πλευράς. εἰ γὰρ διὰ τοῦτο ἐγίνετο, ἔδει μὴ ἐν ἄλλῳ μορίῳ γίνεσθαι πλὴν ἐν τῇ εἰρημένῃ κύστει, ἀφ’ ἧς οὗτός φησιν ἀπορραίνεσθαι· ἐπεὶ δὲ πολλαπλάσιος, ὥσπερ εἴρη τᾶι, ἡ ἀπεμουμένη ἐστὶ τῆς ἐν τῇ κύστει, δῆλόν ἐστιν ὡς ἡ σὰρξ τοῦ τοιούτου ζῴου ἐπιτήδειος γέγονεν ὑπὸ τῆς νόσου εἰς τὸ μεταβάλλειν εἰς χολήν, καὶ μεταβάλλουσα καὶ συντηκομένη καὶ εἰς γένεσιν χολῆς ἀναλυομένη συμβαίνει ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος τῆς χολῆς. ταῦτα εἰπὼν ἐπάγει πρὸς τὸν Πλάτωνα ἀποτεινόμενος τὸ οὐ διὰ ταῦτα γέγονεν ἡ χολή, ὥσπερ φησὶν ὁ Πλάτων’, διὰ τὸ τὸ ζῷον ἀπὸ τῆς ἡδονῆς ἀνεγείρεσθαι καὶ τῆς ἐκ ταύτης ἀνέσεως, ἀλλ’ ὥσπερ ἡ χολὴ ἡ γινομένη κτὰ τὸ ἄλλο σῶμα περίττωμά ἐστιν ἢ σύντηξις καὶ ἀνάλυσις σαρκὸς εἰς χολὴν διά τινα καχεξίαν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι. καὶ ἐπεὶ οὐ πάντα ἕνεκά τινος γίνεται, ἀλλὰ γίνεται καὶ ὡς περιττώματα, οὐ δεῖ περὶ πάντων ζητεῖν, τίνος ἕνεκα γίνεται, ἀλλὰ τίνων ὄντων καὶ τίνων προηγησαμένων ταῦτα γέγονε᾿. λέγει δὲ τὸ μέρος τοῦ ἥπατος, ὃ περίκειται ἡ χολή, γλυκύτατον εἶναι, καὶ τοῦτο εὐλόγως· τὸ γὰρ ἁλμυρὸν ἢ πικρὸν ἢ ὅλως παρὰ τὸ γλυκὺ ἑλκόμενον ὑπὸ τῆς χολῆς πρὸς ἑαυτὴν διά τε τὴν συγγένειαν καὶ τὴν γειτνίασιν, λείπεται τὸ γλυκύτατον καὶ ἀνόμοιον τῇ χολῇ ἀνεπίμικτον καὶ καθαρόν. ὅτι δὲ ὅλως ἡ χολὴ περίττωμά ἐστι, καὶ ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τῇ τροφῇ ἐναντίον τὸ περίττωμα (τὸ γὰρ μὴ πεφθὲν μηδὲ γενέσθαι δυνηθὲν τροφὴ περίττωμα) ἐπεὶ οὖν τὸ περίττωμα ἐναντίον τῇ τροφῇ καὶ τῷ γλυκεῖ τὸ πικρόν, ἔστι δὲ ἡ τροφὴ γλυκεῖ., δῆλον ὡς ἡ χολὴ πικρὰ οὖσα οὐκ ἔστι τροφή, εἰ δὲ μὴ τροφή, περίττωμα· εἰ γὰρ ἦν τροφή, ἦν ἄν γλυκεῖα. λέγει δὲ καὶ ὅτι εὔλογον τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον οὖσαν, τουτέστιν εἰς ἐπιτηδειότατον τόπον κειμένην (ἐν γὰρ τῷ δεξιῷ μέρει κεῖται) εὔλογον οὖν ἐπίκαιρον οὖσαν αἰτίαν εἶναι τοῦ ζῆν ἢ πολὺν ἢ ὀλίγον χρόνον τὰ ζῷα κατὰ τὴν αὐτοῦ ποιότητά τε καὶ κρᾶσιν. λέγει δὲ καὶ διὰ τί ἐν τῷ ἥπατι μόνῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν σπλάγχνων γίνεται ἡ χολή, καί φησιν ὅτι ἐν τῇ καρδίᾳ ἀδύνατον αὐτὴν γενέσθαι· ἡνίκα γὰρ πικρὸν ἢ ἄλλο τι πάθος πλησιάσει ἐν αὐτῇ, θνήσκει τὸ ζῷον. ἐν ἄλλῳ δὲ σπλάγχνῳ εἰ μέλλει γενέσθαι, εὔλογον ἐν ἐκείνῳ γίνεσθαι, ὅπερ ἐν ἅπασιν εὑρίσκεται· εὑρίσκεται δὲ ἐν ἅπασιν ἢ ἧπαρ ἢ τὸ ἀνάλογον τῷ ἥπατι, νεφροὶ δὲ ἢ σπλὴν ἢ πνεύμων οὐκ ἐν ἅπασιν εὑρίσκεται τοῖς ἐναίμοις. ἐπεὶ δέ τινες ἦσαν οἱ λέγοντες ὡς εἴπερ ἦν ἡ χολὴ περίττωσις, εὑρίσκετο ἂν ὅπου καὶ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσις, ἀλλ᾿ οὐκ ἐν τῷ ἥπατι, λέγει ὅτι ‘ὥσπερ γὰρ ὅπου ἄν τις ἴδῃ φλέγμα ἢ τὸ ὑπόστημα τῆς κοιλίας, εἴτε ἐν τῇ κοιλίᾳ εἴτε ἀλλαχοῦ, εἰ μὴ νομίζει τοῦτο περίττωμα, ἀλλ’ ἐν μὲν τῇ κοιλίᾳ βλέπων αὐτὸ λέγει εἶναι περίττωμα, ἐκτὸς δὲ ταύτης ὁρῶν αὐτὸ οὐ λέγει περίττωμα, ὥσπερ οὖν οὗτος ἄτοπος λογισθήσεται, οὕτως ἄν εἴη ἄτοπος καὶ ὁ μὴ λέγων τὴν χολὴν περίττωμα, ὅπου ἂν αὐτὴν ἴδῃ᾿. Τὸ δὲ ἔπιπλον λέγει ἦρχθαι ἀπὸ μέσης τῆς κοίας καὶ περιέχειν τὸ ἥμισυ μέρος αὐτῆς. καὶ λέγει τὴν αἰτίαν, τίνος χάριν τὸ ἥμισυ περιέχει αὐτῆς, καὶ οὐχ ἅπασαν· λέγει δὲ ταύτην παρακατιών, ὅταν φησὶν καὶ διὰ τοῦτο ἀπὸ μέσης ἦρκται τῆς κοιλίας, ὅτι τὸ ἐπέκεινα μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ. ἐπειδὴ γὰρ χάριν τοῦ θερμαίνειν τὴν κοιλίαν γέγονε τὸ ἔπιπλον, τοῦ δὲ ἡμίσεος μέρους αὐτῆς ἐπίκειται τὸ ἧπαρ, ἀρκεῖ τοῦτο θερμότατον ὂν πρὸς τὸ θερμαίνειν τὸ μέρος αὐτῆς, ἐν ᾧ μή ἐστιν ἔπιπλον· τοῦ δὲ λοιποῦ μέρους μὴ ἁπτόμενον τὸ ἧπαρ, ἀναγκαίως ἡ φύσις περιεκάλυψεν αὐτὸ διὰ τοῦ ἐπίπλου, ἵν’ ὥσπερ τὸ ἧπαρ συμπέττει τουτέστι θερμαίνει τὸ ἥμισυ τῆς κοιλίας, οὕτω καὶ τὸ ἔπιπλον τὸ ἐπίλοιπον. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴπομεν, παρακατιὼν λέγει διὰ τῆς λέξεως, ἣν παρεθέμεθα· περὶ δὲ τῆς τοῦ ἐπίπλου γενέσεως λέγων φησὶν ῾ἔτι δὲ διὰ τὴν τοῦ ὑμένος πυκνότητα τὸ διηθούμενον καὶ δι᾿ αὐτοῦ ἐξερχόμενον τῆς αἱματώδους τροφῆς ἀναγκαῖον λεπτότατον εἶναι καὶ εὔπεπτον, καὶ διὰ τοῦτο λιπαρόν. σαφῆ δὲ τὰ ἐφεξῆς. Λέγει δὲ περὶ τῶν ἐντόμων καὶ πάντων τῶν ἀναίμων μὴ ἔχειν σπλάγχνα διὰ τὸ μηδὲ αἷμα, ἐξ οὗ τὰ σπλάγχνα συνέστηκε· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐξ ὧν γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν ἔχει τούτων αἷμα. ἔσται δὲ σαφὴς ἡ λέξις, εἰ τὸ ἐξ ὧν ἀντὶ τοῦ ἐξ οὗ | ἀκούσομεν, καὶ εἴη ἄν οὕτω τὸ λεγόμενον τοιοῦτον ‘οὐδὲν τῶν ἀναίμων ἔχει αἷμα, ἐξ οὗ αἵματος συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις. καὶ διὰ τί οὐδὲν τούτων ἔχει αἷμα, ἐπήγαγεν εἰπὼν διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς, εἰπὼν πάθος νῦν τὴν οὐσιώδη διαφοράν. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ἴδιά τὸ οὐσιῶσθαι καὶ εἰδοποιεῖσθαι τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα, διὰ τοῦτο ἔστιν ἄναιμα’. ὡς γὰρ ὁ ἄνθρωπος ἐν τῷ λογικὸς καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸς εἶναι ἔχει τὸ εἶναι, οὕτω καὶ τούτων τὸ εἶναί ἐστιν ἐν τῷ μὴ ἔχειν αἷμα, καὶ ὑπάρξει δὴ τὸ ἄναιμον ἐν τῷ λόγῳ τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν, ὥσπερ καὶ τὸ λογικὸν ἐν τῷ τοῦ ἀνθρώπου. οὐκ ἔχει οὖν τὰ ἔντομα σπλάγχνα, ὅτι οὐδὲ αἷμα. ἀναγκαῖον δὲ αὐτοῖς μόνον ἔχειν τὸ ἀνάλογον τῇ καρδίᾳ, ἵν ᾖ ἐν αὐτῷ ἡ αἰσθητικὴ ψυχή, ὥσπερ καὶ ἐπὶ τῶν ἐναίμων ἐν τῇ καρδίᾳ. τὸ γὰρ αἰσθητικὸν ψυχῆς, τουτέστι τὴν γὰρ αἰσθητικὴν ψυχὴν ἀνάγκη ἐν ἀρχῇ τινι τῶν μορίων, τουτέστιν ἀνάγκη ἐν μορίῳ τινὶ τοῦ σώματος λόγον ἀρχῆς ἔχοντι ὑπάρχειν ἐν πᾶσι τοῖς ζῴοις· ἀρχῆς δὲ λόγον ἐν πᾶσιν ἔχει τοῖς ζῴοις ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ. Λέγει δὲ τὴν σηπίαν πλείονα τὸν θολὸν ἔχειν, ἤπερ αἱ τευθίδες, διὰ τὸ πρόσγειον εἶναι τὸν βίον αὐτῆς, λέγων πρόσγειον τὸν αἰγιαλώδη· ἐν γὰρ τοῖς αἰγιαλοῖς οὖσα μᾶλλον ἐπιβουλεύεται τῶν τευθίδων, πελαγίων τούτων οὐσῶν. λέγει δὲ καὶ τὸν θολὸν ἔχειν τὴν σηπίαν κάτωθεν, διά τε τὸ πολὺν εἶναι καὶ διὰ τὸ ῥᾳδίως αὐτόθεν πέμπειν αὐτόν· καὶ γὰρ καὶ αἱ τευθίδες αἱ πρὸ τῆς μύτιδος αὐτὸν ἔχουσαι καὶ αὗται κάτωθεν αὐτὸν προΐενται. λέγει δὲ καὶ ὅτι ὥσπερ ἔνια τῶν ἐναίμων, ὅταν φοβηθῶσιν, οὐροῦσιν, οὕτω καὶ αἱ σηπίαι ἀντὶ οὔρου προίενται τὸν θολόν, ἐπειδὰν φοβηθῶσι. σαφῆ δὲ τὰ ἑξῆς. Μετὰ ταῦτα λέγει εἶναι καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων, καὶ τὰ μὲν αὐτῶν εἶναι στρομβώδη τὰ δὲ δίθυρα, λέγων δίθυρα τὰ ἔχοντα δύο ὄστρακα, ὥσπερ οἱ κτένες τὰ λιμνόστρεα καὶ ἄλλα πολλά, τὰ δὲ μονόθυρα, λέγων μονόθυρα τὰ ἔχοντα τὸ σαρκῶδες αὐτῶν τῇ πέτρᾳ προσπεφυκὸς καὶ ἄνωθεν ὄστρακον ἕν, οἷά εἰσιν αἱ καλούμεναι λεπάδες. ὡς γὰρ οἱ κτένες ἔχουσι μὲν κάτωθεν τῆς σαρκὸς ἓν ὄστρακον, ἕτερον δὲ ἄνωθεν, οὕτως αἱ λεπάδες κάτω μὲν ἀντὶ τοὐ ἑνὸς ὀστράκου ἔχουσι τὴν πέτραν, ἐν ᾗ προσπέφυκε τὸ σαρκῶδες, ἄνωθεν δὲ ὄστρακον. σκέπεται οὖν καὶ σώζεται ἡ λεπὰς ἄνω μὲν ὑπὸ τοῦ ὀστράκου, κάτω δὲ ὑπὸ τῆς πέτρας, ἣν πέτραν ἀλλότριον εἴρηκε φράγμα. ὁ δὲ ἐχῖνος, φησίν, ὁ θαλάσσιος ἔχει τὸ ὄστρακον ἴδιον τῶν ἄλλων ὀστρακοδέρμων· οὐδὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων κύκλῳ, τουτέστι σφ’ σφαιροειδὲς τὸ ὄστρακον ἔχει, καὶ πρὸς τούτῳ κεχαρακωμένον ταῖς ἀκάνθαις. τὰ δὲ μαλάκια ἀντικειμένως ἔχει τοῖς μαλακοστράκοις καὶ ὀστρακοδέρμοις· τοῖς μὲν γὰρ μαλακίοις, ὥσπερ ἐπὶ τῶν σηπίων, ἔξω τὸ σαρκῶδες, τοῖς δὲ ἐντός. σαφῆ δὲ τὰ ἑξῆς. κτὰ δὲ τὴν λέξιν τὴν τὰ μὲν γὰρ τῷ λόγῳ, τὰ δὲ πρὸς τὴν ἄψιν αὐτῶν σαφῆ νίζειν δεῖ μᾶλλον, τῷ μὲν οὖν λόγῳ σαφηνίζειν δεῖ τὸ διὰ τί τούτων ἕκαστον οὕτως ἔχει, οἷον διὰ τί τὰ μὲν ἔχει πρόλοβον, τὰ δὲ οὐκ ἔχει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὑπὸ δὲ τῆς ὄψεως σαφῆ γέγονεν ὅτι τὰ μὲν ἔχει χολήν, τὰ δ’ οὐκ ἔχει, καὶ ὅτι πρῶτον μὲν κεῖται τόδε τὸ μόριον, εἶτα τόδε, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὑπὸ δὲ τῆς λέξεως τῆς ἰδίως δ’ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος οὐ τοῦτο λέγεται, ὡς ἄν τις ὑπολάβοι, ὅτι διαφέρει τὰ τήθυα πρὸς τοὺς ἐχίνους, ἀλλὰ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι οἱ ἐχῖνοι καὶ τὰ τήθυα διαφέρουσι πρὸς τὰ ἄλλα ὀστρακόδερμα. λέγει δὲ τοὺς ἐχίνους ἔχειν καὶ τὰ ᾠὰ μικρὰ πάμπαν ἔξω τῶν ἐπιπολαζόντων, λέγων ἐπιπολάζοντας ἐχίνους τοὺς παρ’ ἡμῖν εὑρισκομένους· μεγάλα γὰρ οὗτοι ἔχουσι τὰ ᾠά. τὰ δὲ ὀστρακόδερμα, φησίν, ἐν τῷ χειμῶνι οὔκ εἰσι πίονα διὰ τὸ πονεῖν ὑπὸ τοῦ ψύχους· τὸ δὲ πονοῦν λυπεῖται, τὸ δὲ λυπούμενον οὐ πιαίνεται. οἱ δὲ ἐχῖνοι ἐν τῷ θέρει μᾶλλον εὐθηνοῦσιν, ἤγουν πίονες γίνονται, πλὴν τῶν ἐν τῷ Πυρραίῳ εὐρίπῳ· ἐκεῖνοι γὰρ οὐχ ἧττον τοῦ χειμῶνος πίονές εἰσιν, ἀλλ’ ἐπίσης τῷ θέ|ρει καὶ κατὰ τὸν χειμῶνα πίονές εἰσιν. ἀναχωρούντων γὰρ ἐκεῖθεν τῶν ἰχθύων ἐν τῷ χειμῶνι προσπίπτει αὐτοῖς πλείστη νομή, ὥστε κἄν ῥιγῴη καὶ διὰ τοῦτο λυπῆται, ἀλλὰ διὰ τὴν ἀφθονίαν τῆς τροφῆς εὐθηνεῖ τὸ τούτων γένος. οἱ δὲ κατὰ τοὺς ἄλλους τόπους πρὸς τῷ ῥιγοῦν καὶ λυπεῖσθαι καὶ σπάνιν ἔχουσι τροφῆς, καὶ ἐπὶ τούτῳ οὐκ εὐθηνεῖ. Μετὰ ταῦτα λέγει καὶ διὰ τί πέντε ἔχουσιν οἱ ἐχῖνοι τὰ καλούμενα ὠά, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καί φησιν ὅτι μία μὲν αἰτία τοῦ ἔχειν πλείω ταῦτα τὸ μὴ εἶναι ᾠά. ζητήσειε δ᾿ ἄν τις, τίνος ἕνεκα διὰ τὸ μὴ εἶναι ᾠὰ πλείω ἑνὸς ἔχει ταῦτα. ἢ τὸ αἴτιον δὲ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ αἴτιον δὲ τοῦ μὴ ἐπ’ ἀμφότερα τὰ μέρη ἔχειν τὰ καλούμενα ᾠά, ἀλλ’ ἐπὶ τὸ ἕτερον μόνον μήτε τοὺς ἐχίνους μήτε τὰ ὀστρακόδερμα τὸ μὴ εἶναι ᾠά· τὰ γὰρ ὡς ἀληθῶς ᾠὰ ἐπ’ ἀμφότερα τὰ μέρη εὑρίσκεται. οἵ τε γὰρ κέφαλοι καὶ λάβρακες καὶ ὄρνιθες καὶ ἁπλῶς πάντα, ὅσα ἔχει ᾠά, ἐπ’ ἀμφότερα τὰ μέρη, τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, ἔχει ταῦτα. εἰπὼν οὖν κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν ὀστρακοδέρμων, τίνος ἕνεκα ἐπὶ τὸ ἕτερον μόνον μόριον ἔχουσι τὸ καλούμενον μὲν ᾠόν, μὴ ὂν δὲ ᾦ ὄν, πρῶτον μὲν λέγει, διὰ τί τὰ μὲν ἄλλα ὀστρακόδερμα ἐν βραχεῖ τόπῳ ἔχει τὸ καλούμενον ᾠόν, ὁ δὲ ἐχῖνος ἐν ὅλῳ τῷ ἡμικυκλίῳ, καί φησιν ὅτι ἐπεὶ ὁ ἐχῖνος σφαιροειδής ἐστι καὶ δυνατὸν ἐν αὐτῷ πολλοὺς κύκλους γραφῆναι, τόν τε ἀναλογοῦντα φέρε εἰπεῖν τῷ ὁρίζοντι καὶ τὸν τῷ μεσημβρινῷ καὶ τὸν τῷ ἰσημερινῷ καὶ τὸν τῷ λοξῷ καὶ ἄλλους πλείους, ἀνάγκη καὶ τὸ ᾠὸν ὁμοίως ἔχειν, τουτέστι χώραν ἔχειν μὴ ἐν ἑνὸς κύκλου μέρει εὑρίσκεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἀλλ᾿ ἐν πλειόνων όνων κύκλων μέρεσιν. ἐπὶ μὲν γὰρ τῶν ἄνων ὀστρακοδέρμων, οἷον τῶν κτενῶν καὶ τῶν τοιούτων, εἷς μόνος κύκλος ἐστὶν ὁ τῷ ὁρίζοντι ἀναλογῶν, ἄλλος δὲ ἢ νοηθῆναι ἢ γραφῆναι οὐ δύναται. ἐπεὶ οὗν ταῦτα διὰ τὸ ἕνα κύκλον ἐν αὐτοῖς, ὡς εἴρηται, εὑρίσκεσθαι τὸν ἀναλογοῦντα τῷ ὁρίζοντι, ἐν ἑνὶ ἡμικυκλίῳ, οἷον ὡς εἰπεῖν τῷ δεξιῷ, ὁρᾶται ἔχοντα τὸ ᾠόν, ἕξει καὶ ὁ ἐχῖνος διὰ ταύτην τὴν αἰτίαν ἓν ᾠὸν ἐν τῷ δεξιῷ μέρει τοῦ ἀναλογοῦντος κύκλου τῷ ὁρίζοντι. τέμνει δὲ τὸν ὁρίζοντα ὁ μεσημβρινός· ἕξει οὖν καὶ ἕτερον ὠόν, καθ’ ὃ οὗτοι τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἕξει δὲ τοῦτο τὸ ὠὸν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν ᾧ καὶ ὁ ὁρίζων αὐτὸ ἔχει, διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτὸν καὶ ἐν θατέρῳ μέρει ἔχειν τὸ ᾠόν, ὀστρακόδερμόν τε ὄντα καὶ <διὰ τὸ> τὸ λεγόμενον ᾠὸν μὴ εἶναι ᾠόν. ἕξει οὖν, καὶ διὰ τὸν μεσημβρινὸν καὶ ἄλλο ᾠόν· πᾶς γὰρ κύκλος ἐπὶ τῶν ἀστρακοδέρμων πέφυκεν ἐν θατέρῳ μέρει ἔχειν ᾠόν· ἀλλὰ μὴν ἕξει καὶ ἕτερον διὰ τὸν λοξόν, καὶ κατὰ τὸ μέρος, ἐν ᾧ καὶ οἱ ἄλλοι διὰ τὰς εἰρημένας αἰτίας. καὶ ἐπεὶ ἄπειροι κύκλοι δύνανται γράφεσθαι ἐν τῇ σφαίρα, ἄπειρα καὶ ᾠὰ συμβαίνει ἐκ τούτου εὑρίσκεσθαι ἐν αὐτῇ. ἀλλ’· ἐρεῖ τὴν αἰτίαν αὐτός, καίτοι τούτου συμβαίνοντος, δι’ ἣν πλείω τῶν πέντε γενέσθαι ἀδύνατον. διὰ μὲν οὖν τὰς εἰρημένας αἰτίας χώραν ἔχει τὸ ᾠὸν ἐπὶ τοῦ ἐχίνου ἐν πλείοσιν εὑρίσκεσθαι. οὐ γάρ ἐστιν ἀνόμοιον τὸ κύκλῳ σῶμα τοῦ ἐχίνου, ἵν εἷς μόνος κύκλος ἐπ’ αὐτοῦ γράφηται, ὥσπερ τὰ τῶν ἄλλων ὀστρακοδέρμων· πᾶσι γὰρ ἐν τούτοις διὰ τὸ ἐν μέσῳ εἶναι τὴν κεφαλὴν εἷς ἐστι κύκλος καὶ ἔχουσιν ἄνω τὸ τοιοῦτον μόριον· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλωνζῴων τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, οὕτω καὶ τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, εἰ καὶ ἐν μέσῳ κεῖται τοῦ ὅλου σώματος. πρὸς τουτοις προσδιορίζεται καὶ ἕτερα δύο, χρῄζων καὶ τούτων πρὸς τὴν δεῖξιν τοῦ διὰ τί πέντε ἔχει τὰ ᾠά. προσδιορίζεται οὖν λέγων ‘ἀλλὰ μὴν οὔτε συνεχῆ δυνατὸν εἶναι τὰ ᾠά (οὐδὲ γὰρ τὰ τῶν ἄλλων ζῴων) ἀλλὰ ἐπὶ θάτερα᾿, ἀντὶ τοῦ καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον. δεῖ οὖν μήτε συνεχῆ ἔχειν ταῦτα καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκότα. ταῦτα προειπὼν δείκνυσι τέως, διὰ τί οὐκ ἐνδέχεται ἔχειν τὸν ἐχῖνον ἄρτια τὰ ᾤ’, καί φησιν ἀ|νάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἁπάντων κοινόν, τουτέστι τὸ ἐπὶ θάτερα μόνον τοῦ κύκλου ἔχειν τὸ ὠόν, ἴδιον δ’ ἐκείνου ἐστὶ τὸ ἔχειν τὸ σῶμα σφ’ σφαιροειδές, μὴ εἶναι ἄρτια τὰ ᾠά. εἰ γὰρ | ἦσαν ἄρτια, κατὰ διάμετρον ἄν ἔκειντο καὶ ἐν ἀμφοτέροις τοῖς μέρεσι· καὶ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἄρτια εὑρίσκεται, οὐκ ἐν τῷ ἑνὶ μέρει, ἀλλ’ ἐν ἀμφοτέροις κεῖται, τὰ μὲν ἐν τῷ δεξιῷ τὰ δ’ ἐν τῷ ἀριστερῷ. εὐθὺς οὐ μόνον ἐπὶ τῶν ᾠῶν δῆλον τοῦτο, οἷον σκόμβρου, λάβρακος, κεφάλου, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μερῶν, ὀφθαλμῶν, ὤτων, τῶν ὁμοίων. εἴπερ οὖν ἦσαν ἄρτια τὰ ᾠά, ἀνάγκη ἐν ἀμφοτέροις κεῖσθαι τοῖς μέρεσιν· οὐδὲν δὲ ὀστρακόδερμον οὕτως ἔχει, ἀλλ’ ἐπὶ θάτερα μόνον τοῦ κύκλου. διὰ ταῦτα μὲν οὖν ἄρτια οὐχ οἷόν τέ ἐστιν ἔχειν τὰ ᾠὰ τοὺς ἐχίνους· ἀνάγκη τοίνυν ἢ τρία ἢ πέντε εἶναι ἢ ἄλλον τινὰ ἀριθμόν. εἰ μὲν οὖν εἶχον τρία, ἐπειδὴ δεῖ τὰ ᾠὰ ὅλον συνέχειν τὸ ἡμικύκλιον, μέγα δὲ τοῦτο, ὅτι καὶ οἱ ἐχῖνοι μεγάλοι, πόρρω ἄν ἦσαν ἀπ’ ἀλλήλων· δεῖ δὲ μήτε συνεχῆ εἶναι, ὥσπερ εἴρηται, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκέναι. εἰ δὲ ἦσαν πλείω τῶν πέντε, ἦσαν ἄν συνεχῆ διὰ τὸ μὴ δύνασθαι χωρεῖν αὐτὰ τὸ ἡμικύκλιον. τούτων δέ, τουτέστι τοῦ τε πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι καὶ τοῦ εἶναι συνεχῆ, τὸ μὲν πόρρω διεστηκέναι οὐ βέλτιον, τὸ δὲ εἶναι συνεχῆ οὐκ ἐνδέχεται· λείπεται τοίνυν πέντε εἶναι. διὰ τὴν αὐτὴν δ’ αἰτίαν ἀνάγκη καὶ τὰς κοιλίας ἔχειν πέντε, καὶ τοὺς ὀδόντας ὁμοίως τοσούτους· ἕκαστον γὰρ ᾠόν, ὥσπερ ἓν ζῷον ὂν καθ’ αὑτό, οἷον Σωκράτης ἢ Πλάτων’ ἡ ἄλλο ὁτιοῦν τῶν ἀτόμων, κοιλίας δεῖται καὶ ὀδόντος πρὸς τὸ ζῆν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἕκαστον γὰρ τῶν ᾠῶν οἷον σῶμά τι τοῦ ζῴου, τουτέστιν ἕκαστον γὰρ ᾠὸν οἱονεὶ σῶμα ὑπάρχον ζῴου ἀναγκαῖον ἔχειν πρὸς τὸν τρόπον τῆς ζωῆς ἤτοι πρὸς τὸ ζῆν ὅμοιον, καὶ προσυπακουστέον τὸ μόριον, οἷον ἔχει τὰ λοιπὰ ζῷα. τὸ δὲ πρὸς τὸ ζῆν μόριόν ἐστιν ἡ κοιλία. ἕκαστον οὖν ᾠόν, σῶμα ὑπάρχον ζῴου, ἀναγκαῖον ἔχειν πρὸς τὸ ζῆν κοιλίαν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, <καὶ> διὰ ταῦτα καὶ ὀδόντα. τὸ δ’ ἐντεῦθεν γὰρ αὔξησις ἀντὶ τοῦ ἀπὸ τῆς κοιλίας. ἀναγκαία δὲ ἡ αὔξησις δι’ αἰτίαν τοιαύτην· πάντα τὰ ὄντα ἐφίεται τῆς ἀιδιότητος· ὅσα οὖν μὴ δύναται ἀεὶ εἶναι κατ᾿ ἀριθμὸν τὰ αὐτά, σπεύδει γεννῆσαι ἕτερα οἷά εἰσιν αὐτά. οὐδὲν δὲ δύναται ὅμοιον ἑαυτῷ γεννῆσαι μὴ εἰς ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόν· ἔρχεται δὲ εἰς τὸ τοιοῦτον μέτρον δι’ αὐξήσεως. ὥστε ἐπεὶ ἡ αὔξησις ἀναγκαία, γίνεται δὲ ἡ αὔξησις πεττομένης τῆς τροφῆς, πέττεται δὲ ὑπὸ τῆς κοιλίας, ἀναγκαία ἄρα καὶ ἡ κοιλία, ὅθεν ἡ αὔξησις. εἰπὼν οὖν μίαν αἰτίαν τίνος ἕνεκεν πέντε κοιλίας ἔχει ὁ ἐχῖνος, ἐπάγει καὶ ἑτέραν λέγων εἰ μὲν οὖν ἦν μία ἡ κοιλία, ἡ μεγάλη ἄν ἦν ἡ μικρά. εἰ μὲν οὖν μεγάλη, πόρρω ἄν ἦσαν ἀπ’ ἀλλήλων τὰ ἐν αὐτῇ ᾠά’· τοῦτο δ’ εἴρηται ὅτι οὐκ ἐνδέχεται· εἰ δὲ μικρά, κατείχετο ἄν πᾶν τὸ τῆς κοιλίας κύτος ὑπὸ τῶν ᾠῶν᾿. εἰ δὲ τοῦτο, πρῶτον μὲν δυσκίνητος ἂν ἦν ὁ ἐχῖνος, ὅπερ πάσχομεν καὶ ἡμεῖς, ἐπειδὰν ὑπερπλησθῶμεν ὑπὸ τῆς τροφῆς, ἔπειτα κατέχοντα πᾶν τὸ τῆς κοίας κύτος χώραν οὐκ ἄν ἐδίδου εἰσόδου τῇ τροφῇ· τῆς τροφῆς δὲ χώραν μὴ ἐχούσης εἰσόδου, οὐκ ἄν ἐπληροῦτο τὸ ζῷον, ἀλλ ἐπείνη. πέντε οὖν ὄντων τῶν διαλειμμάτων (λέγων τὰ διαλείμματα τοὺς κατεχομένους ὑπὸ τῶν ᾠῶν τόπους) ἀνάγκη ἐν ἑκάστῳ τῶν τόπων ἢ ᾠῶν οὖσαν κοίαν πέντε καὶ ταύτας εἶναι· καὶ ἐπεὶ τὰ ἄλλα ὄστρεια μονοκοίλια ὄντα ἀνὰ ἕνα ἔχει ὀδόντα, ἀναγκαῖον τὸν ἐχῖνον, ἐπειδὴ πέντε ἔχει κοίας, τοσούτους ἔχειν καὶ τοὺς ὀδόντας. οὕτω γὰρ ἄν τὸ ἀνάλογον σωθείη, καὶ ἕξει ὡς ὁ εἷς ὀδοὺς πρὸς τὴν μίαν κοιλίαν, οὕτως οἱ πέντε πρὸς τὰς πέντε. ὅτι δέ, φησίν, οἱ θερμότεροι τῶν ἐχίνων καὶ κινητικώτεροί εἰσι, σημεῖον τὸ ἔχειν ἐν τοῖς ποσὶ χορτώδη τινὰ περιπεπλεγμένα· κινουμένων γὰρ περιπλέκονται ἐν τοῖς ποσίν, ἀκανθώδεσιν οὖσι. πῶς δὲ εἰπὼν τοὺς ἀβρώτους περιττώματος εἶναι πλήρεις, ἐπήγαγεν ὅτι παρασκευάζει αὐτοὺς ἡ οἰκεία θερμότης κινητικωτάτους εἶναι; εἰ γὰρ θερμοί, εὖ πέττουσιν· εἰ δὲ εὖ πέττουσιν, οὐ πλήρεις περιττώματος· εἰ δ’ οὐ περιττώματος πλήρεις, οὐκ ἄβρωτοι. ἡ θερμοὶ μέν εἰσιν, ἀλλὰ διὰ τὸ πάμπολλα ἐσθίειν λαίμαργοι ὄντες νικᾶται ὑπὸ τοῦ τῶν βρωμάτων πλήθους ἡ ἔμφυτος αὐτῶν θερμότης, καὶ ἀπεπτοῦσι. Τὸν δὲ σπόγγον λέγει ὁμοίως ἔχειν τοῖς φυτοῖς· ὥσπερ γὰρ τὰ φυτὰ ἐν τῷ προσπεφυκέναι καὶ ἐρρι|ζῶσθαι τῇ γῇ ζῇ, ἀπολυθέντα δὲ καὶ ἀπορριζωθέντα οὐ ζῇ, οὕτω καὶ ὁ σπόγγος προσπεφυκὼς τῇ πέτρᾳ ζῇ, ἀπολυθεὶς δὲ θνήσκει. ὁ οὖν σπόγγος, φησίν, ὁμοίως ἔχει τοῖς φυτοῖς (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως)· ὁμοίως οὖν ἔχει κατὰ δύο τρόπους, καὶ ἐν τῷ ζῆν μόνον προσπεφυκὼς καὶ ἐν τῷ μὴ ζῆν ἀπολυθείς. εἰπὼν δὲ καὶ ὅτι οἱ πνεύμονες καὶ τὰ ὁλοθούρια οὐδεμίαν ἔχει αἴσθησιν, ζῇ δὲ ἀπολελυμένα (οὐ γὰρ προσπεφυκότες εἰσὶν οἱ πνεύμονες) ζῇ οὖν ἀπολελυμένα ὥσπερ φυτὸν ἀπολυθὲν τῆς γῆς καὶ ζῶν, ἐπήγαγεν ἔστι δὲ καὶ ἐν τοῖς ἐπιγείοις φυτοῖς, προσέθηκε δὲ ἐπιγείοις, διότι ὃν τρόπον ἔχει τὰ φυτὰ ἐν τῇ γῇ, οὕτως ἔχουσι καὶ οἱ πνεύμονες καὶ τὰ τοιαῦτα ἐν τῇ θαλάττῃ, καί εἰσιν οἱ μὲν πνεύμονες θαλάττια φυτά, τὰ δὲ δένδρα ἐπίγεια φυτά. ὥσπερ οὖν οἱ πνεύμονες, τὰ θαλάττια φυτά, ζῇ ἀπολελυμένα, οὕτως εἰσὶν ἔνια τῶν ἐπιγείων φυτῶν, καὶ ζῇ ἀπολυθέντα καὶ γίνεται, τουτέστι βλαστάνει· τὰ γὰρ κρόμμυα ἐν τῷ παττάλῳ κρεμάμενα βλαστάνει. ἀλλὰ καὶ βοτάνη τις ἀνώνυμος κοπεῖσα καὶ ἐπάνω τοῦ θύμου ὡς ἔτυχε τεθεῖσα βλαστάνει, καὶ γίνεται τὸ καλούμενον ἐπίθυμον, σύνθετον ὂν τρόπον τινὰ ἐκ τοῦ θύμου καὶ τῆς ἐπιτεθείσης ἀνωνύμου βοτάνης. ἀλλὰ τὸ μὲν κρόμμυον καὶ τὸ ἐπίπετρον καὶ ἄλλ’ ἄττα ἀπολυθέντα τῆς γῆς καὶ ἐν παττάλῳ κρεμάμενα ζῇ καὶ βλαστάνει, τὸ δ’ ἐπίθυμον ἐν ἑτέρῳ οὐκ ἐγκεντρισθέν, ἀλλ᾿ ὡς ἔτυχεν ἐπιτεθέν. τὰ δὲ τήθυά φησι δύο ἔχειν πόρους, ἕνα μὲν ᾗ δέχονται τὴν ὑγρὰν τροφήν, ἄλλον δὲ ᾗ διαπέμπει τὴν ὑπολειπομένην ἰκμάδα· ἰκμὰς γὰρ ἀλλ’ οὐ περίττωμα ἐν αὐτοῖς ὁρᾶται. πόρους μὲν οὖν ἔχει δύο, διαίρεσιν δὲ μίαν, ὥσπερ ἄν εἰ νοήσαις ὑμενώδη σωλῆνα ἐξωγκωμένον καὶ σχίσαις αὐτὸν ἄνωθεν ἕως κάτω ἐν θατέρῳ μέρει. ἔχει δὲ διὰ μέσου καὶ ὑμένα λεπτόν, ὃς ἀναλογεῖ τῇ καρδίᾳ, ἐν ᾧ καὶ ὑπάρχει τὸ κύριον τῆς ζωῆς· τὸ γὰρ κύριον τῆς ζωῆς ἡ καρδία ἢ τὸ ἀνάλογον αὐτῇ. σαφῆ δὲ ἃ λέγει περὶ τῶν ἀκαληφῶν· λέγει δὲ αὐτὰς καὶ ἐοικέναι τοῖς φυτοῖς ἔν τε τῷ μὴ ἔχειν περίττωμα καὶ ἐν τῷ ἔχειν στόμα· τὰ γὰρ φυτὰ περίττωμα μὲν φανερὸν οὐκ ἔχει, στόμα δ’ ἔχει. λέγει δὲ τὸ τῶν ἀστέρων γένος ὅμοιον εἶναι ταῖς ἀκαλήφαις καὶ τοῖς ἀπολελυμένοις τῶν εἰρημένων ζῴων, λέγων εἰρημένα ζῷα τά τε μαλάκια καὶ τὰ μαλακόστρακα. Καὶ τὰ μὲν οὖν μόρια τὰ περὶ τὴν τροφὴν τοῖς ὀστρακοδέρμοις καὶ μαλακίοις καὶ τοῖς τοιούτοις τοῦτον ἔχει τὸν τρόπον. ὥσπερ δὲ τὰ ἔναιμα τῶν ζῴων ἔχει τινὰ ἀρχήν, τοῦτο δ’ ἔστι τὸ κύριον τῶν αἰσθήσεων, τοῦτο δ’ ἐστὶν ἡ καρδία, οὕτω δεῖ καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ ἁπλῶς εἰπεῖν τά τε ἔναιμα καὶ πάντα τὰ ζῷα ἔχειν ἢ τοῦτο τὸ μόριον ἢ τὸ ἀνάλογον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δεῖ δὲ δηλονότι καὶ τῶν τοῖς ἐναίμοις ὑπαρχόντων κατὰ τὸ κύριον τιῶν αἰσθήσεων ἔχειν ἀνάλογόν τι μόριον. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ γενικῆς τῆς τῶν τοῖς ἐναίμοις ὑπαρχόντων ἦν δοτική, ἵνα ἦν οὕτω ‘τὸ ἀνάλογον τοῖς ὑπάρχουσι τοῖς ἐναίμοις’. δεῖ γὰρ ὑπάρχειν καὶ ἐν τοῖς ἄλλοις τὸ κύριον τῶν αἰσθήσεων ἀναλογοῦν τοῖς παρέχουσι κυρίως τὴν αἴσθησιν τοῖς ἐναίμοις. τὸ δὲ κύριον τῶν αἰσθήσεων τὸ ἀναλογοῦν τῇ καρδίᾳ ἐν μὲν τοῖς μαλακίοις κείμενόν ἐστιν ἐν ὑμένι, ὑγρὸν ὂν τὴν φύσιν. διέρχεται δὲ διὰ μέσου τοῦ τοιούτου ὁ στόμαχος πρὸς τὴν κοιλίαν ὥσπερ τις ἄτρακτος διὰ σπονδύλου ἡ βελόνη διὰ κηροῦ. προσπέφυκε δὲ τοῦτο τὸ ὑγρὸν καὶ μᾶλλον πλησιάζει τοῖς πρανέσι, τουτέστι τοῖς ἀναλογοῦσιν ὀστράκοις τῷ νώτῳ καὶ τῇ ῥάχει· ὅπερ ὑγρὸν καλοῦσί τινες μύτιδα. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν, δι’ ἣν διὰ μέσου τοῦ εἰρημένου ὑγροῦ ὁ στόμαχος τείνει πρὸς τὴν κοιλίαν, καί φησιν ‘εἰ γὰρ ἐφεξῆς τῷ ὀστράκῳ ἦν ὁ στόμαχος, εἶτ’ ἐφεξῆς τούτῳ ἡ εἰρημένη μύτις, εἰσιούσης τῆς τροφῆς διὰ τοῦ στομάχου οὐκ ἄν ἠδύνατο ὁ στόμαχος λαμβάνειν διάστασιν’, τουτέστιν οὐκ ἄν ἠδύνατο εὐρύνεσθαι καὶ χώραν διδόναι τῇ τροφῇ δι’ ὅλου διὰ τὴν σκληρότητα τοῦ περικειμένου ὀστράκου. εἰ γὰρ ἦν μαλακὸν τὸ ἀναλογοῦν νώτῳ ὄστρακον, ὑπεῖκεν ἂν καὶ ἐλάμβανε διάστασιν ὁ στόμαχος· νῦν δὲ διὰ τὴν σκληρότητα ἀδυνατεῖ τοῦτο γενέσθαι. ἔξωθεν δὲ τῆς τοιαύτης μύτιδός ἐστι τὸ ἔντερον, καὶ | ὁ θολὸς πρὸς τῷ ἐντέρῳ, ἵν’ ᾖ τὸ δυσχερὲς καὶ δυσῶδες πόρρω τῆς ἀρχῆς. ὅτι δέ, φησίν, ἡ τοιαύτη μύτις τὸ ἀνάλογόν ἐστι τῆ ἀρχῇ, ἤγουν τῇ καρδίᾳ, δηλοῖ ὁ τόπος· κεῖται γὰρ ἐν τῷ μέσῳ, πᾶσα δὲ καρδία ἢ τὸ ἀνάλογον ἐν τῷ μέσῳ κεῖται. εἰπὼν δὲ ὅτι περὶ μέσον δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν καὶ τὴν καρδίαν ἢ τὸ ἀνάλογον, λέγει καὶ πῶς δεῖ τὸ μέσον εὑρίσκειν, καί φησιν ὅτι ὅσα μέν ἐστι μόνιμα, δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν περὶ τὸ μέσον τοῦ δεχομένου μορίου τὴν τροφήν (τοῦτο δ’ ἐστὶ τὸ στόμα) καὶ τοῦ πέρατος τοῦ πόρου, δι’ οὗ ποιεῖται τὴν ἀπόκρισιν τὴν σπέρμα· τικὴν ἢ τὴν περιττωματικὴν· ὥστε ἐν τῷ τόπῳ, ἀφ’ οὗ ἴσαι εὐθεῖαι προσπίπτουσιν πρός τε τὸ στόμα καὶ τὸ τοῦ εἰρημένου πόρου πέρας, δεῖ ζητεῖν ἐν τοῖς μονίμοις τὴν τῆς καρδίας θέσιν· ὅσα δὲ πορευτικὰ τῶν ζῴων, ἀεὶ ἐν τῷ μέσῳ τῶν δεξιῶν καὶ ἀριστερῶν. ὥστε ἐν τοῖς μονίμοις κατὰ τὸ μῆκος δεῖ ζητεῖν τὴν μεσότητα, ἐν δὲ τοῖς πορευτικοῖς κατὰ τὸ πλάτος. τοῖς δ᾿ ἐντόμοις, φησίν, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις λόγοις, λέγων πρώτους λόγους τὴν Περὶ ζῴων ἱστορίαν, ἡ τοιαύτη ἀρχὴ ἐν ταῖς ἐντομαῖς ἐστιν. διὸ ὅσαι εἰσὶν ἐν ἑκάστω τῶν τοιούτων ζώων ἐντομαί, τοσαύτας ἔχει καὶ ἀρχάς, καὶ διὰ τοῦτο, ὡς ἐρεῖ ἐν τῷ Περὶ ζῴων πορείας, τεμνόμενα δύνανται τὰ ἀποτμηθέντα μόρια ἐπὶ πολὺ ζῆν. καὶ ἐπεὶ ἡ τοιαύτη ἢ αἱ τοιαῦται ἐντομαί εἰσιν ἀρχαὶ αἱ τῆ καρδίᾳ ἀναλογοῦσαι, βούλεται μὲν ἡ φύσις ἐν πᾶσι τοῖς ζώοις μίαν ταύτην ἑκάστῳ τούτων ἀποδιδόναι, καὶ δίδωσιν ἔνθα δυνατόν· ἔνθα δὲ οὐ δύναται οὐδὲ ἐνδέχεται διὰ μιᾶς ζῆν τε καὶ εἶναι, ἀποδίδωσι πολλάς. διὸ ἐν τοῖς ἰουλώδεσιν ἀδυνατήσασα μίαν ἐντομὴν καὶ ἀρχὴν ποιῆσαι ἀπέδωκεν ἑκάστῳ τούτων πλείους· διὸ καὶ τεμνόμενα, ὡς εἴρηται, ζῇ. τίνα δὲ τὰ ἰουλώδη, αὐτὸς σαφηνίζων ἐπήγαγε τὸ καὶ μακροῖς. εὐλόγως οὖν διατεμνόμενα ζῇ· ἐπειδὴ γὰρ ἡ ἐντομὴ ἀρχὴ καὶ ἑστία καὶ ἀκρόπολίς τίς ἐστι τῆς αἰσθητικῆς ψυχῆς, ὅσας ἂν ἔχῃ τὸ ζῷον ἐντομάς, τοσαύτας καὶ τὰς αἰσθητικὰς ἔχει ψυχάς, καὶ ἔστιν οἱονεὶ ἕν τι ζῷον ἐκ πολλῶν ζῴων συγκείμενον. διὰ τοῦτο χωριζόμενα ἀπ᾿ ἀλλήλων τὰ μέρη καὶ ζῇ καὶ κινεῖται καὶ αἰσθάνεται, ὡς ἔχον ἕκαστον ἐν ἑαυτῷ αἰσθητικὴν ψυχήν· εἰ δὲ εἶχον καὶ ὄργανα, δι’ ὧν ἂν ἐτρέφοντο, ὥσπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ἔζων ἄν ἐπὶ πολύ. εἰσὶ δὲ αἱ τοιαῦται ἐντομαὶ ἐν ἑτέροις δῆλαι μᾶλλον ἑτέρων· οὐ γὰρ ὁμοίως ἐν πᾶσίν εἰσι δῆλαι. οἱ δὲ τέττιγες, φησί, τὸ αὐτὸ καὶ ἓν μόριον ἔχουσι καὶ ἀντὶ στοματος καὶ ἀντὶ γλώττης· τὸ δὲ συμπεφυκὸς ὥσπερ εἰ σύμφυσις γλώττης καὶ στόματος ἐγεγόνει καὶ ἀπετελέσθη ἕν τι μόριον συγκείμενον ἐκ στόματος καὶ γλώττης εἴρηται. λέγει δὲ καὶ τρέφεσθαι τοὺς τέττιγας ἐκ τῆς καταλειφθείσης ἐκ τοῦ σώματος ὑγρότητος· ἐξ ὑγροῦ γὰρ τὴν σύστασιν ἔχοντες τῷ περιττεύσαντι ὑγρῷ ἐκ τῆς τοῦ σώματος αὐτῶν συστάσεως χρῶνται εἰς τροφήν. λέγει δὲ καὶ τὰ ἐφήμερα ζῷα ζῆν μίαν ἡμέραν, τοὺς δὲ τέττιγας πλείονας μὲν ἡμέρας ζῆν τῆς μιᾶς, ἣν ζῶσι τὰ ἐφήμερα, ὀλίγας δέ. Ταῦτα εἰπὼν ἐφεξῆς πάλιν περὶ τῶν ἐκτὸς μορίων τῶν ἐντόμων λέγει, καί φησιν αὐτὰ μὴ εἶναι πολυμερῆ· οὐ γὰρ ἔχουσιν αὐχένα καὶ χεῖρας καὶ τά τοιαῦτα· εἰσὶ δὲ πολύποδα, καὶ τὴν αἰτίαν τῆς πολυποδίας λέγει σαφῶς. ἔχουσι δέ, φησί, πλείονας ἐντομάς, διότι καὶ ἀρχὰς πλείονας, αἱ δὲ ἀρχαὶ αἰ ἀναλογοῦσαι τῇ καρδίᾳ αἱ ἐντομαί εἰσιν, ἐν αἷς εἰσιν αἱ αἰσθητικαὶ ψυχαί. διὰ δὲ ταύτας ἐστὶ τὰ τοιαῦτα ζῷα καὶ πολύποδα, ὅπως ἀνέχωνταί τε καὶ φέρωνται ὡσπερεὶ μέλη παραλελυμένα ὑπὸ τῶν ποδῶν. ὅσα δὲ τῶν ἐντόμων ὀλιγόποδά ἐστιν, ἀντὶ ποδῶν δέδωκεν αὐτοῖς ἡ φύσις πτερά. λέγει δὲ τοῖς βίοις ἑδραῖα τὰ μὴ ἐκτοπιζόμενα καὶ πόρρω ἀποπλανώμενα, καὶ λέγει ἔχειν αὐτὰ καὶ ἔλυτρα ἐν τοῖς πτεροῖς διὰ τὴν ἑδραιότητα καὶ δυσκινησίαν· δυσκίνητα γὰρ ὄντα καὶ διὰ τοῦτο μᾶλλον δυνάμενα βλάπτεσθαι ὑπὸ τῶν ἐπιβουλευόντων, δέδοται αὐτοῖς τὰ ἔλυτρα εἰς σκέπην καὶ βοήθειαν. τὰ δὲ πτερά, φησί, τῶν τοιούτων εἰσὶν ὑμένες δερματικοί, οἵτινες διὰ τὴν σκληρότητα τοῦ σαρκώδους ψυχόμενοι ἀφίστανται τοῦ σώματος, ὥσπερ καὶ τὰ τῶν δένδρων φύλλα, ἐπειδὰν ὁ ὀπὸς παγῇ. ὥστε καὶ διὰ τοῦτο ἄν εἴη αὐτοῖς ὑπὸ | τῆς φύσεως τὰ ἔλυτρα δεδομένα, ἵνα θερμαίνηται ὑπὸ τούτων τὰ πτερὰ καὶ μὴ ταχέως ψύχηται. εἰπὼν δὲ τὰ ἔντομα ἔχειν τὰς ἐντομὰς πλείονας διὰ τὸ καὶ τὰς ἀρχὰς πλείονας, λέγει καὶ ἄλλην αἰτίαν τούτου λίαν σαφῶς ‘καὶ τὰ μὲν ἑλικτὰ τῶν ἐντόμων συνελίττεται, τὰ δὲ μὴ ἑλικτὰ συνιόντα καὶ εἰς ἑαυτὰ συνιζάνοντα ὥσπερ σπόγγοι, ἐπειδάν τις αὐτῶν ἅψηται, σκληρύνεται εἰ γὰρ τὸ μανούμενον μαλακόν, τὸ πυκνούμενον καὶ εἰς ἑαυτὸ συνιζάνον δῆλον ὡς σκληρόν. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ τὰς μελίττας ἐν ἑαυταῖς ἔχειν τὸ κέντρον, ἀλλ’ οὐκ ἐκτός. καὶ μίαν μὲν ἐπήγαγε τοῦ ἐντὸς ἔχειν τὸ κέντρον αἰτίαν τὸ εἶναι πτηνά· πτηνὰ γὰρ ὄντα δύναται φεύγειν τὰ ἐπιβουλεύοντα, ἕως ἄν ἐκβάλωσι τὰ κέντρα πρὸς ἄμυναν, ὥστε οὐκ ἀνάγκη ἐκτὸς καὶ ἕτοιμον ἔχειν τὸ κέντρον ἄλλην δὲ πάλιν αἰτίαν ἐπήγαγε λίαν σαφῶς αὐτὴν ἑρμηνεύσας. ἀλλὰ ταύταις μὲν οὐκ ἀνάγκη τὸ κέντρον ἐκτὸς ἔχειν, τοῖς δὲ σκορπίοις πεζοῖς οὖσι καὶ μὴ δυναμένοις τάχιον ὑπὸ τῶν ἐπιβουλευόντων ἀμύνεσθαι, ἀναγκαῖον ἐπὶ ταῦτα, τουτέστιν ἐκτὸς ἔχειν τὸ κέντρον. εἰ δὲ μή, οὐκ ἂν εἴη χρήσιμον αὐτοῖς· φονευθήσονται γὰρ θᾶττον τοῦ ἐκβαλεῖν τὸ κέντρον. τὰ δὲ μικρὰ καὶ δίπτερα καὶ διὰ τοῦτο ἀσθενῆ λέγει ἔχειν ἔμπροσθεν τὸ κέντρον· μόλις γὰρ δύναται καὶ τοῖς ἔμπροσθεν τύπτειν δι’ ἀσθένειαν· τὰ γὰρ ἐκ τῶν ὄπισθεν τύπτοντα ἰσχυρὰ πάντα. λέγει δὲ καὶ ὅτι βέλτιόν ἐστιν, ἐν οἷς ἐνδέχεται μὴ τὸ αὐτὸ ὄργανον ἔχειν ἐπὶ ἀνομοίας χρήσεις, ἔχε..ν ἄλλο πρὸς ἄλλην. ᾗ γὰρ ἐνδέχεται εἰς δύο πράξεις δύο ὄργανα εἶναι, οἷον ἄλλο μὲν πρὸς τὸ ὁρᾶν, ἄλλο δὲ πρὸς τὸ ἀκούειν, οὐκ εἴωθεν ἡ φύσις ἓν ποιεῖν καὶ τὸ αὐτό, οἶον οὖς καὶ πρὸς τὸ ἀκούειν καὶ πρὸς τὸ ὁρᾶν, ἀλλ’ ὥσπερ εἴρηται, ἄλλο μὲν πρὸς τὴν ἄκουσιν, ἄλλο δὲ πρὸς τὴν ὅρασιν ἀποδίδωσιν. οὐ γάρ ἐστιν ἡ φύσις εὐτελὴς καὶ φειδωλός. ἵνα τὸ αὐτὸ καὶ ἓν ὄργανον ἀπεργάσηται πρὸς δύο πράξεις ὥσπερ ἡ χαλκευτική· ἐκείνη γὰρ διὰ μικροπρέπειαν καὶ φειδωλίαν ἀπεργάζεται πρόμηκες σιδήριον, καὶ χρῆται τῷ αὐτῷ καὶ ἑνὶ προμήκει σιδηρίῳ καὶ ὡς λύχνῳ καὶ ὡς ὀβελίσκῳ, ὃ δὴ καὶ ὀβελισκολύχνιον ἐπονομάζεται. σάφ᾿ ἡ δὲ τὰ ἑξῆς. τὸ δὲ ἀεὶ γὰρ χαρακίζουσιν αἱ μυῖαι τοῖς προσθίοις σκέλεσι, τὸ δὴ χαρακίζουσιν ἴσον ἐστὶ τῷ ἀποκαθαίρουσιν· ἀεὶ γὰρ ἀποκαθαίρουσι τοὺς ὀφθαλμοὺς τοῖς προσθίοις σκέλεσιν. ὡς γὰρ οἱ χάρακες ἀπερύκουσι τοὺς πολεμίους, οὕτω καὶ τὰ πρόσθια σκέλη τῶν μυιῶν αποδιώκουσι τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς. ὅτι δέ, φησί, καὶ τὰ ὀπίσθια σκέλη μείζω ἐστὶν διὰ τὸ αἴρεσθαι ἀπὸ τῆς γῆς, μᾶλλον δῆλον ἐπὶ τῶν πηδητικῶν, οἷον ἐπὶ τῶν ἀκρίδων καὶ ψυλλῶν. ὅταν γὰρ κάμψαντα τὰ ὀπίσθια σκέλη καὶ ταπεινότερα γενόμενα ἐκ τῆς καμπῆς πάλιν ἐκτείνῃ. ἀνάγκη αἴρεσθαι μᾶλλον· εἰ γὰρ κάμψαντα ταπεινοῦται καὶ ἴσα ἐκ τῆς καμπῆς γένηται τοῖς προσθίοις τά ὀπίσθια. ἀνάγκη ἐκταθέντα αἴρεσθαι καὶ ὑψηλότερα γίνεσθαι τὰ ὀπίσθια τῶν προσθίων. οὐκ ἔχουσι δὲ τὰ πηδαλιώδη σκέλη ἔμπροσθεν αἵ τε μυῖαι καὶ ἀκρίδες καὶ αἱ ψύλλαι καὶ τὰ ὅμοια, ἀλλ’ ὄπισθεν, ὅτι ἀνάγκη τὴν καμπὴν εἴσω, τουτέστι πρὸς τὴν κοιλίαν καὶ τὰ στέρνα ἔχειν, οὐδὲν δὲ τῶν τοιούτων ζῴων τὰ πρόσθια σκέλη ὑπὸ τὴν κοιλίαν καὶ τὰ στέρνα κάμπτει, ἀλλ’ εἰς τὰ πλάγια. τὴν δ᾿ ἀνάγκην τοῦ τὰ ὄπισθεν εἴσω κάμπτειν, τὰ δὲ πρόσθια εἰς τὰ σκέλη εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ ὅτι πάντα τὰ τοῦ σώματος τῶν ὀστρακοδέρμων μόρια ἀνώνυμά ἐστι, πλὴν τοῦ δι᾿ οὗ δέχονται τὴν τροφήν· τοῦτο γὰρ μόνον καλεῖται στόμα. τὰ δὲ μαλακόστρακα πάντα πρὸς τῷ νευστικὰ εἶναι καὶ πορευτικά ἐστιν. ὅσα δέ, φησίν, ἔχει χηλάς, οὐ πρὸς τὸ πορεύεσθαι ἔχει αὐτάς, ἀλλὰ πρὸς τὸ λαμβάνειν· διὸ καὶ ἑλίσσουσι καὶ συστρέφουσιν αὐτὰς πρὸς τὸ στόμα, ὥσπερ καὶ ἡμεῖς τἀς χεῖρας. πλάτας δὲ λέγει τὰς κώπας. οἱ δὲ μικροὶ πάμπαν, φησί, καρκίνοι ἁλίσκονται διὰ τῶν μικρῶν ἰχθυδίων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἱ δὲ πάμπαν μικροὶ καρκίνοι, οἳ ἁλίσκονται ἐν τοῖς μικροῖς ἰχθυδίοις. ἢ τὸ λεγόμενον ἴσον ἐστὶν τῷ οἳ ἁλίσκονται μετὰ τῶν μικρῶν ἰχθυδίων· συναλίσκονται γὰρ ταῖς μικραῖς ἀθερίναις καὶ ἀμίαις καὶ τοῖς τοιούτοις. τὰ δὲ καραβοειδῆ λέ|γει ἔχειν πολλοὺς πόδας διὰ τὸ μὴ μᾶλλον νευστικὰ εἶναι ἢ πορευτικά· εἰ μὲν γὰρ ἦσαν μᾶλλον νευστικώτερα, εἶχον ἂν ὀλίγους πόδας. ἐπεὶ δὲ μᾶλλόν εἰσι πορευτικώτερα, ἔχουσι πολλοὺς πόδας. εἴρηται δὲ καὶ τούτων ἡ αἰτία ἐν τῷ Περὶ πορείας ζῴων. αἱ δὲ θήλειαι τῶν καράβων ἔχουσι τὰ κάτω πλακωδέστερα, καὶ αἱ θήλειαι τῶν καρκίνων τὰ ἐν τῷ ἐπιπτύγματι δασύτερα, διότι τὰ ᾠὰ πρὸς αὐτὰ ἐκτείνουσι καὶ ἀποτίθενται, ἔνθα καὶ ζῷα γινόμενα ἐξέρχεται. εὐρυχωρότερα γὰρ ὄντα καὶ μείζω τά τε κάτω τῶν καράβων καὶ τὰ ἐν τῷ ἐπιπτύγματι τῶν καρκίνων χώραν ἔχει τοῖς ᾠοῖς μᾶλλον, τουτέστι χώραν δίδωσι μονῆς τοῖς ᾠοῖς. τὰ δὲ ἑξῆς σαφῆ. Λέγει δὲ τὰ μαλάκια τὸ κύτος τοῦ σώματος ἔχειν ἀδιόριστον· οὐ γὰρ ἔχει στέρνα ὡρισμένα καὶ διηρθρωμένα πλευράς τε καὶ τὰ λοιπά, ἀλλ᾿ ἀόριστα καὶ ἄδηλα, καὶ τούτου τοῦ κύτους ἔχει τοὺς πόδας ἔμπροσθεν περὶ τὴν κεφαλήν, ἐντὸς μέν, φησί, τῶν ὀφθαλμῶν, τουτέστιν οὐκ ἐγγὺς τῶν ὀφθαλμῶν, ἀλλ’ ὀλίγον πορρώτερον ἐπὶ τὸ ἔμπροσθεν, οἷον εἴ τις νοήσειε τὴν ἑαυτοῦ χεῖρα τὸ κύτος τοῦ πολύποδος, ἐν δὲ τῷ ἄκρῳ ἑνὸς τῶν δακτύλων τοὺς ὀφθαλμούς, ἐν δὲ τῇ καμπῇ τοῦ πρώτου κονδύλου τοῦ μετὰ τὸν ὄνυχα τοὺς πόδας καὶ λέγει ὅτι ἐντὸς τῶν ὀφθαλμῶν εἰσιν οἱ πόδες, τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῶν πολυπόδων· ἢ τὸ ἐντὸς ἀντὶ τοὐ ἔμπροσθε. ἔχουσι μὲν οὖν, ὡς εἴρηται, τοὺς πόδας ἐντὸς τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας, τουτέστιν ἔχουσι μὲν ἐντὸς τῶν ὀφθαλμῶν, πλησίον δὲ καὶ ἐγγὺς τοῦ στόματος καὶ τῶν ὀδόντων· τὸ γὰρ περὶ τὸ στόμα ἴσον ἐστὶ τῷ πλησίον τοῦ στόματος. καὶ τὰ μὲν ἄλλα ζῷα, ὅσα ἔχει πόδας, τοὺς μὲν ἔχει ἔμπροσθεν, ὥσπερ τὰ τετράποδα, τοὺς δὲ ὄπισθεν, τὰ δὲ πάντας ἐκ τοῦ πλαγίου, ὡς τὰ ἄναιμα καὶ ὅλως τὰ πολύποδα. τὸ δὲ γένος τὸ τῶν πολυπόδων ἰδίως καὶ διαφερόντως παρὰ τὰ εἰρημένα ζῷα ἔχει τοὺς πόδας· πάντας γὰρ ἔχουσιν ἐπὶ τὸ καλούμενον ἔμπροσθεν. αἴτιον δὲ τοῦ πάντας ἔχειν τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν, ὅτι τὸ ὄπισθεν συναχθὲν καὶ συναφθὲν τῷ ἔμπροσθεν καὶ ὡσπερεὶ κύκλος ἢ σφαῖρα τὸ ὅλον σῶμα γενόμενον ἀνάγκη καὶ τοὺς πόδας ἔχειν κύκλῳ. ὥσπερ γὰρ εἰ ἦν ὄφις ἐν θατέρῳ μέρει οἷον ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς οὐρᾶς ἔχων τρίχας, καὶ συνήγαγε τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν οἰκείαν οὐράν, ὥστε κύκλον ἀποτελέσαι, ἀνάγκη καὶ τὰς τρίχας κύκλον ἀποτελέσαι, οὕτω καὶ ἐπὶ τούτων συμβέβηκε τῶν πολυπόδων καὶ τοῖς ποσὶν αὐτῶν, ὅπερ δὴ συμβέβηκε καὶ ἐπὶ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσι· καὶ ἐπὶ τούτων γὰρ συνῆκται τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθεν. ὅλως γὰρ τὰ ὀστρακόδερμα κατά τι μὲν τοῖς μαλακοστράκοις ἐοίκασι, κατά τι δὲ καὶ τοῖς μαλακίοις. ᾗ μὲν γὰρ ἔξωθεν ἔχουσι τὸ γεῶδες, ἐντὸς δὲ τὸ σαρκῶδες, ἐοίκασι τοῖς μαλακοστράκοις (καὶ γὰρ καὶ οἱ κάραβοι καὶ οἱ καρκίνοι καὶ πάντα τὰ μαλακόστρακα ἐντὸς μὲν ἔχει τὸ σαρκῶδες, ἐκτὸς δὲ τὸ γεῶδες), κτὰ δὲ τὸ σχῆμα καὶ τὸ συναχθῆναι καὶ συναφθῆναι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ οἱονεὶ κύκλον τὸ ὅλον αὐτῶν σῶμα γενέσθαι ἐοίκασι τοῖς μαλακίοις· τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ τὸ δὲ σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, καὶ διὰ τῶν ἑξῆς. ἀσαφῶς δὲ ἑρμηνευθὲν κατὰ μὲν τὴν διάνοιαν σεσαφήνισται ὅτι κατὰ τὸ κυκλικὸν σχῆμα ἔοικε τοῖς μαλακίοις, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτ’ ἄν εἴη· ‘κατὰ δὲ τὸ σχῆμα τοῦ σώματος πάντα συνέστηκε τὰ ὀστρακόδερμα τοῖς μαλακίοις, τουτέστι τὸν ὅμοιον τρόπον τοῖς μαλακίοις, καὶ τὰ μαλάκια τοῖς μαλακοστράκοις· ἀμφοτέρων γὰρ τὰ ὄπισθεν συνῆκται πρὸς τὰ ἔμπροσθεν, καὶ ἐοίκασι κύκλῳ· καὶ τρόπον μέν τινα κατὰ τὸ σχῆμα πάντα συνέστηκεν ὁμοίως τοῖς μαλακίοις, μάλιστα δὲ ἀπὸ τῶν στρομβωδῶν ὡμοίωται τοῖς μαλακίοις τὰ ἔχοντα τὴν ἑλίκην᾿. καὶ πῶς ὡμοίωται τὰ μαλάκια τῶν στρομβωδῶν τοῖς ἔχουσι τὴν ἑλίκην, καὶ ταῦτα τοῖς μαλακίοις, ἐπάγει λέγων ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις, λέγων ἀμφότερα τὰ στρομβώδη τὰ ἔχοντα τὴν ἑλίκην καὶ τὰ μαλάκια. ἀμφο|τέρων οὖν τῶν στρομβωδῶν καὶ τῶν μαλακίων ἡ φύσις τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴ τις νοήσειεν εὐθεῖάν τινα ὅπερ ἐφ’ ἡμῖν τε καὶ τοῖς τετράποσι καὶ ἄλλοις πάνυ πολλοῖς, τὴν Α Β Γ Δ, καὶ ἐπ’. μὲν τῷ ἄνω ἄκρῳ τῆς εὐθείας τῷ Α νοήσειε κείμενον τὸ στόμα, ἐπὶ δὲ τῷ Β τὸν στόμαχον, ἐπὶ δὲ τῷ Γ τὴν κοιλίαν, ἀπὸ δὲ τοῦ Γ ἄχρι τοῦ Δ τὸ λοιπὸν μέρος τοῦ σώματος ἅπαντος, ὡς νοεῖσθαι τὸ Δ ἐφ’ ἡμῶν μὲν τοὺς πόδας, ἐπὶ δὲ ὄφεων τὸ πέρας τῆς οὐρᾶς καὶ ἁπλῶς ἐπὶ πάντων τὸ ἔσχατον τοῦ σώματος ἑκάστου, ἔπειτα νοήσειε τὸ Δ ὅτι συνήχθη καὶ συνήφθη τῷ Α, καὶ γέγονεν ὁ Α Β Γ Δ κύκλος. ὡς οὖν ἐπὶ τούτων, τοιοῦτόν τι χρὴ νοεῖν καὶ ἐπὶ τῶν μαλακίων καὶ τῶν στρομβωδῶν, καὶ τὴν μὲν Α B Γ Δ εὐθεῖαν ὑπονοεῖν ἄνθρωπον ἢ ὄφιν ἢ ἄλλο τι τῶν προμηκῶν ζῴων, τὸν δὲ Α Β Γ Δ κύκλον τὰ μαλάκια καὶ τὰ εἰρημένα στρομβώδη, ἔχοντα συνηγμένα τὸ Δ ἤτοι τὸ κάτω πρὸς τὸ Α τὸ στόμα ἢ τὴν κεφαλήν. ἀλλὰ τὰ μὲν τῶν ἐναίμων τοῦτον ἔχει τὸν τρόπον, ὃν εἴπομεν ἐπὶ τῆς Α Β Γ Δ, καὶ περὶ τοῦτο, τουτέστι περὶ τὸ μέρος τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, ἔχουσί τε τὸ εἶναι, καὶ ἄνευ τούτου οὐδέν τι τῶν ζῴων δύναται εἶναί τε καὶ ζῆν. τὰ δὲ λοιπὰ μόρια, οἷον πόδες, χεῖρες, τούτων τε χάριν εἰσί, λέγω δὴ τῆς κεφαλῆς καὶ παντὸς τοῦ θώρακος, καὶ ἕνεκα τοῦ κινεῖσθαι. βούλεται δὲ καὶ ἐν τοῖς μαλακίοις καὶ μαλακοστράκοις καὶ ἐντόμοισ ἡ εὐθυωρία τῶν σπλάγχνων καὶ πάντων τῶν ἐντὸς τὸν αὐτὸν ἔχειν τρόπον, καὶ εἶναι πρῶτον μὲν τὸν στόμαχον, εἶτα τὴν κοιλίαν, εἶτα τὸ ἔντερον τὸ ἀπὸ τῆ κοιλίας ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, διατεῖνον· ἀλλὰ διὰ τὸ συνῆχθαι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν ἡ τὰ κάτω πρὸς τὰ ἄνω οὐ δοκεῖ τοῦτον ἔχειν τὸν τρόπον. καὶ τὰ μὲν ἐντὸς βούλεται ὁμοίως ἔχειν, τὰ δὲ ὄργανα οἷς χρῶνται πρὸς τὰς ὑπηρεσίας τὰς ἐκτὸς τά τε ἔναιμα καὶ τὰ μαλάκια καὶ τὰ στρομβώδη διαφέρουσι· καὶ πρὸς τούτοις, ὥσπερ εἴρηται, τὰ μαλάκια καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει μὲν ἑαυτοῖς, τουτέστιν ἀλλήλοις, παραπλησίως, τούτοις δὲ ἤγουν τοῖς ἐναίμοις δὲ ἀντεστραμμένως· τῶν μὲν γὰρ μαλακίων καὶ στρομβωδῶν κέκαμπρται πται τὰ κάτω πρὸς τὰ ἄνω, τῶν δὲ ἐναίμων οὐδαμῶς. σημειωτέον δὲ ὅτι τὴν Α Β Γ Δ εὐθεῖαν νῦν E ἐκάλεσε. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ τὰς σηπίας καὶ τὰς τευθίδας ἀνομοίως ἔχειν τοῖς πολύποσι διὰ τὸ τὰς μὲν νευστικὰς μόνον εἶναι, τοὺς δὲ πολύποδας καὶ νευστικοὺς καὶ πορευτικούς. καὶ λέγει πῶς ἀνομοίως ἔχουσιν, ὅτι αἱ μὲν σηπίαι καὶ αἱ τευθίδες ὀκτάποδες οὖσαι ὥσπερ καὶ οἱ πολύποδες (ὀκτάποδες γὰρ καὶ οὗτοι) αἱ μὲν οὖν τοὺς πόδας τοὺς ὑπάρχοντας ἄνωθεν τῶν ὀδόντων αὐτῶν ἔχουσι μείζους, καὶ τούτων ἤγουν τῶν ὑπαρχόντων ἄνωθεν τῶν ὀδόντων μᾶλλόν εἰσι μείζους οἱ ἔσχατοι, καὶ αὖ πάλιν τούτων τῶν ὀκτὼ ποδῶν μεγίστους ἔχουσι τοὺς κάτωθεν δύο, οἵτινες κάτωθεν δύο μείζονες τυγχάνουσι καὶ τῶν ἄνωθεν δύο μεγάλων, τοὺς δὲ λοιποὺς μικρούς· οἱ δὲ πολύποδες ἀνομοίως τοὺς μὲν μέσους τέσσαρας μεγάλους, τοὺς δὲ ἄκρους μικρούς. εἰπὼν δὲ τὰς τευθίδας καὶ σηπίας τοὺς κάτωθεν δύο πόδας μεγίστους ἔχειν καὶ μείζονας τῶν ἄνωθεν δύο μεγάλων, τὴν αἰτίαν τοῦ διὰ τί οὕτως ἔχουσιν ἐπήγαγεν εἰπὼν τὸ γὰρ φορτίον καὶ τὸ βάρος τοῦ ὅλου σώματος οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα· καὶ ἀπὸ τῶν μέσων δὲ μάλιστα οἱ ἔσχατοι δύο μείζους εἰσὶ τῶν πρὸ αὐτῶν, διό τι συνυπηρετοῦσι πρός τε τὸ βάρος ἔχειν τοῦ σώ μάτος καὶ πρὸς τὸ κινεῖν, διότι δὴ συνυπηρετοῦσι τοῖς ἐσχάτοις τοῖς οὖσι μείζοσι τῶν ἄνωθεν νεγάλων. ἔχουσιν οὖν οἱ πόδες τῶν τευθίδων καὶ σηπίων ὡς συναγαγόντα εἰπεῖν ὧδε. οἱ δύο οἱ ἄνωθεν ὄντες τῶν ὀδόντων εἰσὶ μείζους, οἱ δὲ ἐφεξῆς τούτων, οἵτινες καὶ κάτωθέν εἰσι τῶν ὀδόντων, ἐλάττονες. οἱ δὲ ἐφεξῆς δύο μείζονες τῶν πρὸ αὐτῶν διὰ τὸ συνυπηρετεῖν τοῖς ἐφεξῆς τούτων οὖσιν· οἱ δὲ ἐφεξῆς πάλιν τούτων δύο εἰσὶ μείζους πάντων. ἔστωσαν δὴ οἱ μὲν ἄνωθεν τῶν ὀδόντων δύο πόδες ἐφ’ ᾧ τὸ Α, οἱ δὲ ἐφε|ξῆς τούτων ἐφ’ ᾧ Β, οἱ δὲ ἐφεξῆς τοῖς Β ἐφ’ ᾧ Γ, καὶ ἔτι οἱ ἐφεξῆς τοῖς Γ ἐφ’ ᾧ Δ. οἱ μὲν οὖν ἐφ’ ᾧ Δ, οἳ καὶ ἔσχατοί εἰσι, μείζους τῶν λοιπῶν τυγχάνουσιν ἕξ· οἱ δὲ ἐφ’ ᾧ Γ μείζους μὲν τῶν ἐφ’ ᾧ Β ὡς συνυπηρετοῦντες τοῖς ἐσχάτοις τοῖς ἐφ’ ᾧ Δ, ἐλάττονες δὲ τῶν ἐφ’ ᾧ Α. σαφῆ δὲ τὰ ἑξῆς. κοτυληδόνες δὲ καὶ πλεκτάναι ἐκ παραλλήλου κεῖνται τὸ αὐτὸ αὐτὸ σημαίνουσαι. ὥσπερ δέ, φησί, τὰ πλεγμάτια, ἃ ἐποίουν οἱ ἀρχαῖοι ἰατροί, δύναμιν εἶχον τοῦ κατέχειν καὶ μὴ ἐᾶν ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι τὸν ἐμβληθέντα δάκτυλον ἐν αὐτοῖς, ὥστε τμηθῆναι ἢ καυθῆναι ἢ ἄλλως πὼς θεραπευθῆναι, οὕτω καὶ αἱ πλεκτάναι πεπλεγμέναι εἰσὶν ὑπὸ τῆς φύσεως ἐκ τῶν ἰνῶν, αἷς πλεκτάναις ἕλκουσι τὰ προσπίπτοντα· περιλαμβάνουσι γὰρ αἱ πλεκτάναι τὸ προσπῖπτον, ὅταν οἱ πολύποδες οὐκ ὦσιν ἐκτεταμένοι. οἷόν τι ἐθεασάμην καὶ ἐγὼ ποιοῦντας τοὺς παῖδας ἐν ταῖς παιδιαῖς· οὗτοι γὰρ ἔκαμπτον τὸν μέγαν δάκτυλον τῆς χειρός, εἶτα ἐν τῇ καμπῇ ἐτίθουν μικρὸν ξυλάριον ὄρθιον κατὰ κάθετον ἱστῶντες αὐτό, εἶτα ἐξέτεινον τὸν δάκτυλον ἐκ περιφεροῦς εὐθύ, καὶ οὕτως κατείχετο ὑπὸ τῆς τοῦ δακτύλου τάσεως, ὥστε ἵστατο ὄρθιον. τοιοῦτον δὴ συμβαίνει καὶ ἐπὶ τῶν πολυπόδων. ἅπτον· τᾶι γὰρ ἀλλήλων αἱ πλεκτάναι τεταμένων ὄντων τῶν ποδῶν· ἐπειδὰν δὲ κάμψωσιν αὐτούς, ἀνοίγονται καὶ ἀπ’ ἀλλήλων ἀφίστανται· ὅταν δὲ ἐντὸς τῶν διαλειμμάτων ἐμπέσῃ τι, ἐκτείνουσι καὶ συνέχεται τὸ ἐμπεσόν, ὥσπερ καὶ τὸ εἰρημένον ξύλον ὑπὸ τοῦ μεγάλου δακτύλου. λέγει δὲ καὶ τοὺς πολύποδας τοὺς ἔχοντας λεπτοὺς καὶ προμήκεις τοὺς πόδας, μονοκοτύλους εἶναι οὐ διὰ τὸ βέλτιον εἶναι τὸ μονοκοτύλους εἶναι τοῦ δικοτύλους (βέλτιον γὰρ μᾶλλον τὸ δικοτύλους εἶναι τοῦ μονοκοτύλους), ἀλλ’ ὅτι ἀνάγκη οὕτως ἔχειν διὰ τὸν ἴδιον τῆς οὐσίας λόγον· ἐν τούτῳ γὰρ τὸ εἶναι ἔχουσιν, ὥσπερ καὶ τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα. λέγει δὲ καὶ περὶ τῶν ἐλαττόνων τευθίδων ὅτι τοῦτο δὲ ἔχουσι, λέγων τοῦτο τὸ πλατὺ πτερύγιον· ἔχουσιν οὖν τὸ πτερύγιον πλατύ, ἵνα χρῶνται αὐτῷ ὥσπερ τινὶ κώπῃ πρὸς τὴν νεῦσιν. σαφῆ δὲ τὰ ἑξῆς. Ἀνάγκη δέ, φησί, τοῦτο τὸ μόριον, λέγων τοῦτο τὸ μόριον τὸν ἐγκέφαλον, ἀνάγκη οὖν τὸν ἐγκέφαλον ὑπάρχειν τοῖς ἐναίμοις, ἵνα καταψύχῃ τὴν καρδίαν. ἀντικείμενον δὲ τόπον εἴρηκε τὴν κεφαλήν· ἡ γὰρ κεφαλὴ ἀντίκειται τῷ τόπῳ, ἐν ᾧ κεῖται ἡ καρδία, ὡς τὰ πρός τι· ἡ μὲν γὰρ ἄνω, ὁ δὲ κάτω. εἰπὼν δὲ καὶ περὶ τῆς κεφαλῆς καὶ τοῦ αὐχένος λέγει ἔτι δὲ τρίτον μόριον ὑπέθετο τὸ τὴν τῆς τροφῆς εἴσοδον δημιουργοῦν, τοῦτο δ’ ἐστὶ τὸ στόμα. καὶ λέγει τὰς αἰτίας δι’ ἃς τὸ στόμα ἐνταῦθα κεῖται, ἐν ᾧ ἔστι, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, καί φησιν οὔτε γὰρ ἄνωθεν τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν. εἰσὶ δὲ τὰ λεγόμενα διὰ τούτων τοιαῦτα· εἰ μὲν οὖν ἦν τὸ στόμα ἐν τῷ βρέγματι ἢ τῇ κορυφῇ, ἔδει τὴν κοιλίαν ἄνωθεν κεῖσθαι τῆς καρδίας. οὐ γὰρ εἰκὸς ἦν τὸ μὲν στόμα κεῖσθαι ἐν τῇ κορυφῇ ἢ τῷ βρέγματι, τὴν δὲ κοιλίαν εἶναι ὅπου νῦν ἐστιν· οὕτω γὰρ ἄν πόρρω λίαν ἀπ’ ἀλλήλων ἦσαν τὸ στόμα καὶ ἡ κοιλία, οὐκ ἐνδέχεται δὲ πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι, ὅπου γε ἔν τισιν, ὥσπερ τοῖς ἰχθύσιν, εὐθὺς μετὰ τὸ στόμα κεῖται. ἄνωθεν μὲν οὖν τοῦ ἐν ᾧ ἐστιν οὐκ ἐνδέχεται τὸ στόμα εἶναι· ἀλλὰ μὴν οὐδὲ τὴν κοιλίαν ἄνωθεν τῆς καρδίας δι’ ἃς εἴρηκε πρότερον αἰτίας. εἰ δὲ κάτωθεν τῆς καρδίας ἦν ἡ κοιλία, ὃν τρόπον καὶ ἐνδέχεται ἔχειν καὶ ἔχει, εἰ οὖν ὡς εἴρηται κάτωθεν ἦν τῆς καρδίας ἡ κοιλία καὶ τὸ στόμα ἔκειτο κάτωθεν τῆς καρδίας, ἀναγκαῖον ἦν τὴν κοιλίαν κατωτέρω κεῖσθαι, καὶ οὐχ οὗ νῦν κεῖται· εἰ δὲ τοῦτο, ἦν ἄν πολὺ τὸ μῆκος τοῦ σώματος καὶ ἀσύμμετρον. πρὸς δὲ τούτοις ἦν ἂν ἡ κοιλία καὶ πόρρω τῆς ἀρχῆς τῆς κινούσης καὶ πεττούσης· εἰ γὰρ τοῦ στόματος ὄντος κάτωθεν τῆς καρδίας ἀναγκαῖον ἦν τὴν κοιλίαν ἀφεστηκέναι τοῦ στόματος ὅσον καὶ νῦν ἀφέστηκε, πόρρω ἂν τῆς καρδίας | ἦν ἡ κοιλία. κοινὴν δὲ αἴσθησιν ἢ τὴν ἁφὴν λέγει (ταύτην γὰρ ἔχουσι πάντα τὰ ζῷα) ἢ ὅπερ οἶμαι, ὁμοῦ πάσας τὰς πέντε. ὅτι δὲ τοῖς ἀνθρώποις τὸ ἀπὸ τῆς κορυφῆς ἄχρι τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἔλαττόν ἐστιν τοῦ ἀπὸ τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἄχρι τῆς πτέρνης, δῆλον· ὅτι δὲ καὶ πολυσαρκότερα τὰ κάτω τῶν ἄνω, ἐκδηλότερον. τὰ γὰρ ἰσχία (εἰσὶ δὲ ἰσχία, ὡς προιὼν ἐρεῖ, ἡ εὐθὺς μετὰ τὴν ὀσφὺν πᾶσα σαρκώδης πρόσφυσίς τε καὶ προβολή, ὑφ’ ὧν καὶ τὰς καθέδρας ποιούμεθα, αἳ δὴ σάρκες καὶ ἰσχία καὶ πυγαὶ καλοῦνται) τὰ οὖν ἰσχία καὶ οἱ μηροὶ καὶ αἱ γαστροκνημίαι πολὺ τὸ σαρκῶδες πεπλουτήκασιν. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἀνθρώπων οὕτως, ἐπὶ δὲ τῶν ἀλόγων καὶ τετραπόδων ἀνάπαλιν· τὸ μὲν γὰρ ἄνω μέγα (ἄνω λέγων τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς ἕδρας, δι᾿ ἧς ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις), τὸ δὲ κάτω ἐστὶ τὰ σκέλη ἄσαρκα καὶ νευρώδη. λέγει δὲ τοὺς ἵππους ἢ μᾶλλον τοὺς ὄνους ἐγὼ γὰρ ἑωράκειν ἵππον πρεσβύτην θίξαντα τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός), λέγει δὴ τοὺς ὄνους, νέους μὲν ὄντας, θιγγάνειν τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός, πρεσβυτέρους δ’ ὄντας ἀδυνατεῖν τοῦτο ποιῆσαι. ῆσαι. καὶ τὰ μὲν οὖν μώνυχα καὶ δίχηλά οὕτως ἔχουσι τὰ ἄνω καὶ τὰ κάτω. τὰ δὲ πολυδάκτυλα, οἷον κύνες καὶ τὰ ὅμοια τὴν τῶν ἄνω αὔξησιν πρὸς τὴν τῶν κάτω ἔλλειψιν σύμμετρον ποιοῦνται. λέγει δὲ καὶ πάντα τὰ ζῷα ἀφρονέστερα τῶν ἀνθρώπων εἶναι διὰ τὸ εἶναι νανώδη· καὶ ἐπ᾿ αὐτῶν δὲ τῶν ἀνθρώπων τὰ παιδία διὰ τὸ ωάνα εἶναι ἀφρονέστερά εἰσι τῶν ἀνδρῶν, καὶ τῶν ἀνδρῶν οἱ νᾶνοι, κἄν ἰσχυροὶ τύχωσιν ὄντες, ὅμως ἀφρονέστεροί εἰσι τῶν μὴ νάνων. λέγει δὲ καὶ ὅτι ἐλάττονος γινομένης τῆς θερμότητος καὶ τὰ σώματα τῶν ζῴων ἐλάττον γίνεται καὶ πολύποδα, καὶ τοῦτο εὐλόγως· οἱονεὶ γὰρ νεκρὰ ὄντα διὰ τὴν τοῦ θερμοῦ ὀλιγότητα δέονται πολυποδίας πρὸς τὸ κινεῖσθαι. δῆλα δὲ τὰ ἑξῆς. Τὸν δὲ Ἀναξαγόραν ἱστορεῖ λέγειν τὸν ἄνθρωπον φρονιμώτατον εἶναι διὰ τὸ χεῖρας ἔχειν· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι μᾶλλον διότι φρόνιμός ἐστιν ἔχει χεῖρας, οὐ μὴν διότι χεῖρας ἔχει, ἐστὶ φρόνιμος. ὥσπερ γὰρ ὁ φρόνιμος ἄνθρωπος τὰ ὄργανα δίδωσιν οἷον κορύνην, σπάθην, τόξον τῷ δυναμένῳ τούτοις χρῆσθαι, ὁμοίως πρίονα τῷ δυναμένῳ πρίζειν, οὕτω καὶ ἡ φύσις δέδωκε χεῖρας τῷ δυναμένῳ χρῆσθαι αὐταῖς. εὔλογον γὰρ καὶ ἀναγκαῖον τῷ μείζονι καὶ κυριωτάτῳ, λέγω δὴ τῇ λογικῇ ψυχῇ, δοῦναι τὸ ἔλαττον ἤτοι τὰς χεῖρας, ἀλλ’ οὐ τῷ ἐλάττονι ταῖς χερσὶ δοῦναι τὸ μεῖζον τὴν λογικὴν ψυχήν. εἰ οὖν οὕτω βέλτιον δίδοσθαι τὰ ἐλάττονα τοῖς μείζοσι, καὶ οὐ τὰ μείζονα τοῖς ἐλάττοσιν, οὐχ ὡς Ἀναξαγόρας λέγει, ἔχει τὰς χεῖρας ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ Ἀρισιοτέλης. ἡ δὲ χείρ, φησίν, οὐκ ἔστιν ἓν ὄργανον, ἀλλὰ πολλά· ἐπειδὴ γὰρ τὰ ὄργανα οὐ δύναται τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας χωρὶς τῆς χειρός, ὅσοις ἄρα ὀργάνοις χρῆται ἡ χείρ, τοσαῦτά ἐστιν ἡ χεὶρ ὄργανα· ἔστι γὰρ αὕτη πρότερον ὄργανον, καὶ μετ’ αὐτὴν τὰ οἷς χρῆται. ταῦτα μὲν πρὸς τὸν Ἀναξαγόραν. λέγει δὲ μὴ καλῶς λέγειν τοὺς λέγοντας οὐ καλῶς ἔχειν τὴν τοῦ ἀνθρώπου σύστασιν, διά τε τὸ ἀνυπόδετον εἶναι καὶ γυμνὸν καὶ μὴ ἔχειν μηδὲν ὅπλον πρὸς ἀλκήν, ὥσπερ οἱ κάπροι μὲν τοὺς χαυλιόδοντας, ἵπποι τὰς ὁπλάς, μέλισσαι τὰ κέντρα, καὶ ἄλλα τῶν ζῴων ἕτερα. εἰπὼν δὲ μὴ καλῶς αὐτοὺς λέγειν ταῦτα περὶ τοῦ ἀνθρώπου ἐπαινεῖ αὐτὸς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἅμα τε καὶ δείκνυσιν ὅτι καλῶς ἔχει, καί φησι τὰ μἐν γὰρ ἄλλα μίαν ἔχει βοήθειαν, οἷον κάπρος τοὺς χαυλιόδοντας μόνους καὶ μέλιττα τὸ κέντρον, καὶ ἁπλῶς ἅπαντα οὕτω, καὶ οὐ μόνον ἓν ἕκαστον τούτων ἔχει τὸ ὅπλον, ἀλλ᾿ οὐδὲ μεταλαβεῖν ὁ μὲν κάπρος ἀντὶ τῶν χαυλιοδόντων ἄλλο δύναται καὶ ἡ μέλιττα ἀντὶ τοῦ κέντρου ἕτερον· ἀλλ’ ἀναγκαῖον ἀεὶ καθεύδειν ὥσπερ εἰ νοήσομεν ἄνθρωπον ἀεὶ καθεύδοντα ὑποδεδεμένον ἢ ὡπλισμένον καὶ μηδέποτε δυνάμενον τὰ ὅπλα καταθέσθαι. ὁ δὲ ἄνθρωπος πολλὰς ἔχει τὰς βοηθείας καὶ δύναται τοῦτο μὲν καταλιπεῖν τὸ ὅπλον, λαβεῖν δ’ ἕτερον, καὶ διότι δύναται πλείονα ὄργανα λαμβάνειν, ἐμηχανήσατο ἡ φύσις καὶ τὸ τῆς χειρὸς εἶδος | τοιοῦτον. διαιρετὴν γὰρ αὐτὴν κατὰ τοὺς δακτύλους πεποίηκε καὶ πολυσχιδῆ, καὶ διαιρετὴν ποιήσασα αὐτὴν τρόπον τινὰ διὰ τῆς διαιρέσεως ἐποίησεν αὐτὴν καὶ σύνθετον καὶ ἡνωμένην. ἔνεστι γὰρ ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἡνωμένον· ἐπειδὰν γὰρ οἱ δάκτυλοι ἅψωνται ἀλλήλων, ὡσπερεὶ ἕν τι καὶ συνεχὲς γίνεται ἡ χείρ, ὥστε ἐστὶν ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἁπτόμενον· ἐν δὲ τῷ συνθέτῳ καὶ συνεχεῖ τὸ διαιρετὸν οὐκ ἔνεστι. καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ ἑνὶ καὶ δυοῖν καὶ πολλαχῶς, τουτέστι καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ πρὸς μίαν πρᾶξιν καὶ δύο καὶ πολλάς. σαφῆ δὲ τὰ περὶ τῶν δακτύλων λεγόμενα. ἐκ πλαγίου δὲ βραχὺν καὶ παχὺν δάκτυλον λέγει τὸν καλούμενον μέγαν, ὅστις μέγας δάκτυλος ἄνωθεν κάτω πιέζει καὶ συνωθεῖ ὅπερ οἱ ἕτεροι κάτωθεν ἄνω· ἐκείνων γὰρ κάτωθεν ἄνω πιεζόντων καὶ τούτου ἄνωθεν κάτω, ἑδραίως συνέχεται τὸ πιεζόμενον. τὸ δὲ δεῖ δὲ τοῦτο συμβαίνειν, εἰ μέλλει ἰσχυρῶς ὥσπερ σύαμμα ἰσχυρὸν συνδεῖν ἴσον ἐστὶ τῷ ἰδεῖ δὲ τοῦτο τὸ βραχὺ καὶ παχὺ συμβαίνειν τῷ μεγάλῳ δακτύλῳ, ἵνα εἷς ὢν ἰσάζῃ τοῖς πολλοῖς᾿. τὸ γὰρ βραχὺ καὶ παχὺ ἐπὶ τῶν ὁμοειδῶν ἴσην ἔχει δύναμιν μακρῶν καὶ λεπτῶν. λέγει δὲ καὶ τὸν ἔσχατον δάκτυλον μικρόν, τὸν δὲ μέσον μακρόν· καὶ γὰρ καὶ αἱ μέσαι κῶπαι τῶν νεῶν μακρότεραι τυγχάνουσι τῶν ἄκρων. τὸ δὲ καὶ διὰ τοῦτο καλεῖται μέγας, μικρὸς ὢν περὶ τοὐ βραχέος καὶ παχέος εἴρηκεν. αἱ δὲ καμπαί, φησί, τῶν βραχιόνων ἐναντίως ἔχουσι τοῖς τετράποσιν. ἐκείνων μὲν γὰρ εἴσω κάμπτει τὰ ἐμπρόσθια κῶλα· ἡ γὰρ ὁπλὴ τοῦ προσθίου σκέλους, ὅταν τοῦτο κάμψῃ, πρὸς τὰ ὄπισθεν σκέλη ἄπεισι, τῶν δὲ ὄπισθεν πρὸς τὰ πρόσθια, ὥστε εἴσω καὶ πρὸς τὰ στέρνα κάμπτουσι. διὰ τί δὲ οὕτω κάμπτουσιν, εἴρηκεν ἐν τῷ Περὶ ζῴων πορείας. κάμπτουσιν οὖν οὕτως, ἵν ᾖ χρήσιμα πρὸς τὴν πορείαν, ἐπεὶ βούλεται καὶ ἐν τοῖς πολυδακτύλοις τῶν τετραπόδων μὴ μόνον εἴσω κάμπτειν, ἀλλὰ καὶ ἑλίσσεσθαι καὶ ὄπισθεν πρὸς τὴν ῥάχιν καὶ ἄνω πρὸς τὴν κεφαλήν, ὥσπερ καὶ αἱ χεῖρες· χρῶνται γὰρ ἀντὶ χειρῶν τοῖς προσθίοις ποσίν· ἀλλὰ διὰ τὸ μὴ εἶναι χρησίμους πρὸς τὴν πορείαν ἀλλὰ καὶ μᾶλλον ἀχρήστους, εἴπερ εἱλίσσοντο, οὐ δέδοται τοῦτο αὐτοῖς ὑπὸ τῆς φύσεως, ἀλλὰ τῶν τετραπόδων τὰ μὲν πολυδάκτυλα τοῖς προσθίοις σκέλεσιν ἀμύνεται, τὰ δὲ μώνυχα τοῖς ὄπισθεν. οὐ γὰρ ἔχει τοῖς μώνυξιν ἀνάλογον τὰ πρόσθια σκέλη τοῖς ἀγκῶσι, τῶν δὲ πολυδακτύλων ἔνια ἔχει ἀνάλογον τὰ πρόσθια τοῖς ἀγκῶσι, καὶ διὰ τοῦτο ἀμύνεται τοῖς προσθίοις· ἔχει γὰρ· αὐτὰ ὥσπερ ἀγκῶνας. ἰστέον δὲ ὅτι νῦν διὰ τοῦ ἀγκῶνος τὴν ἅπασαν χεῖρα δηλοῖ. ἐν δὲ τῇ λέξει τῇ ῥᾷον γὰρ ἀνείργει πρὸς τὸ μετεωρότερον τὸ ἀνείργει ἀντὶ τοῦ ἀνυψοῖ, μετεωρίζει εἴληπται. μεταξὺ δέ, φησί, τῶν ἀγκώνων, λέγων ἀγκῶνας καὶ νῦν καὶ πρότερον τόν τε βραχίονα καὶ τὸ ἐφεξῆς ἄχρι τῶν δακτύλων, μεταξὺ δὴ τῶν ἀγκώνων ἐστί, φησί, τὸ στῆθος ἐπὶ τῶν ἀνθρώπων, ἐπὶ δὲ τῶν τετραπόδων μεταξὺ τῶν προσθίων σκελῶν. λέγει δὲ καὶ ὅτι διήρθρωνται οἱ μαστοὶ ἐπὶ τῶν ἀνθρώπων, διὰ τὸ εἶναι σαρκώδεις· εἶναι δὲ καὶ τὸ στῆθος, ὅθεν ἔχουσι τὸ εἶναι, σαρκῶδες. καὶ τοῖς μὲν ἄρρεσιν ὑπάρχουσιν οἱ μαστοὶ διηρθρωμένοι τὰ περὶ τὸ στῆθος, ἵνα σκέπωσι τὴν καρδίαν· τοῦ δὲ στήθους διὰ τοῦτο σαρκώδους ὄντος ἕπεται καὶ ἡ τῶν μαστῶν διάρθρωσις, σαρκώδης οὖσα) τοῖς δὲ θήλεσιν ὑπάρχουσιν οἱ μαστοὶ δι’ ἃς σαφῶς λέγει αἰτίας. εἰσὶ δέ, φησίν, οἱ μαστοὶ σκληρότεροι μὲν τῆς ἄλλης σαρκός, διωρισμένοι δὲ καὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων· εἰ γὰρ μὴ ἦσαν κεχωρισμένοι, ἀλλ’ ἡνωμένοι, οὔτ’ ἄν ἐν τῷ δεξιῷ μέρει ἔκειντο οὔτ’ ἄν ἐν τῷ ἀριστερῷ. ἐν οἷς γὰρ ἄρτι εὑρίσκεται τὰ μέρη, τὰ μὲν τοῖς δεξιοῖς τὰ δὲ τοῖς ἀριστεροῖς προσνενέμηνται μέρεσιν ὑπὸ τῆς φύσεως. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν ἐν οὐδενὶ τῶν εἰρημένων εἴησαν ἄν μερῶν. λοιπὸν ἦν ἄρα ἐν τῷ μέσῳ τοῦ στήθους κεῖσθαι αὐτούς, ᾗ | συνάπτουσιν αἱ πλευραί· ἀλλ’ ἦν ἄν ἐπίπονος ἡ φύσις τῶν μαστῶν ἐνταῦθα κειμένων· δεῖ δὲ μὴ ἐπίπονον εἶναι. ἦν δ ἄν ἐπίπονος πρῶτον μὲν διὰ τὸ ἄσαρκον εἶναι τὸ μέρος τοῦτο, καθ’ ὃ συνάπτουσιν αἱ πλευραί· τούτους δὲ δεῖ σαρκώδεις εἶναι διὰ τὸ τὴν φύσιν αὐτῶν εἶναι σάρκας· ὥστε ἐπιπόνως ἄν ἐκ τοῦ ἀσάρκου τὴν τροφὴν καὶ μετὰ πολλῆς τῆς σπάνης ἐλάμβανον. ἔπειτα καὶ ῥᾳδίως ἂν πολλοῖς προσετρίβοντο διὰ τὸ πρόχειρον τῆς τοῦ τοιούτου τόπου θέσεως. τὰ δὲ ἑξῆς δῆλα. Λέγει δὲ τοὺς ἐλέφαντας ἄνω πρὸς ταῖς μασχάλαις ἔχειν τοὺς μαστούς, ὅτι ἐν τοῖς πολυτόκοις καὶ πλείονας ἔχουσι τοὺς μαστοὺς πρῶτοι οἱ πρὸς ταῖς μασχάλαις εἰσί, καὶ τάχα διότι καὶ ἐν ἐκείνοις πρῶτοι οὗτοί εἰσιν, ἔχει καὶ ὁ ἐλέφας τοὺς πρώτους, οἱ δὲ πρῶτοι τῶν μαστῶν ἐν τοῖς ἔχουσι πλείονας μαστοὺς περισσότερον ἐκ τοῦ σώματος ἱμῶνται καὶ λαμβάνουσι γάλα τῶν ἄλλων μαστῶν· οἱ γὰρ ἄλλοι ὀλιγώτερον καὶ λαμβάνουσι καὶ ἔχουσι τὸ γάλα. ἐπεὶ οὖν, ὡς εἴρηται, οἱ πρῶτοι μαστοὶ πλέον ἔχουσι τὸ γάλα ἤπερ οἱ ἄλλοι, δεῖ.ται δὲ τὸ τοῦ ἐλέφαντος τέκνον πλείονος τροφῆς διὰ τὸ μέγεθος καὶ τὴν θερμότητα, δέδωκεν ἡ φύσις τοῖς ἐλέφασιν ἀπὸ τῶν μαστῶν τοὺς πλείονα δυναμένους χορηγεῖν τὴν τροφήν· οὗτοι δ᾿ εἰσίν, ὡς εἴρηται, οἱ πρῶτοι καὶ πρὸς ταῖς μασχάλαις ὄντες. ὅτι δὲ οἱ πρῶτοι τῶν μαστῶν πλέον τῶν ἄλλων ἱμῶνται γάλα, σημεῖόν φησι τὸ συμβαῖνον ἐπὶ τῶν ὑῶν· τοῖς γὰρ πρώτοις γενομένοις τῶν χοίρων ὡς μείζοσι καὶ διὰ τοῦτο πλείονος δεομένοις τροφῆς τοὺς πρώτους παρέχουστι μαστούς, φυσικῶς εἰδυῖαι τούτους πλέον ἔχειν τὸ γάλα. ἐπεὶ οὖν ἐπὶ τῶν πολυτόκων οὕτως ἔχει, καὶ οἱ πρῶτοι μαστοὶ τοῖς πρώτοις δίδονται παισίν, ἐφ’ ὧν ἄρα τὸ πρῶτον γενόμενον ἓν μόνον ἐστίν, ἀνάγκη τῷ τοιούτῳ τοὺς πρώτους ἔχειν. λέγει δὲ καὶ διὰ τί ἐν τοῖς μηροῖς ἔχει τοὺς μαστοὺς ἵππος, αἴξ, βοῦς καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα καί φησιν αἴτιον δὲ ὅτι τούτοις ἡ αὔξησις ἐπὶ τὸ ἄνω τοῦ σώματός ἐστι. καὶ ὅτι μὲν ἐπὶ τὸ ἄνω αὔξει ταῦτα πάντα, δῆλον· νανώδη γάρ εἴσιν. ὅτι δὲ καὶ τὸ γάλα περίττωμα αἵματός ἐστι, δέδεικταί ἐν τῷ Περὶ ζῴων γενέσεως. ὅτι δὲ καὶ πάντα τά περιττώματα, τά τε ὑγρὰ καὶ ξηρά, πρὸς τὸ κάτω βρίθει, καὶ τοῦτο ἴσμεν. τούτων οὖν προδιωρισμένων τὸ λεγόμενον τοιοῦτον ἂν εἴη· ἐν ᾧ δύναται συλλογὴ γενέσθαι τοῦ γινομένου περιττώματος ἀπὸ τοῦ αἵματος καὶ πλῆθος, ἐκεῖσε πεποίηκεν ἡ φύσις τοὺς μαστούς. δύναται δὲ συλλογὴ περιττώματος γίνεσθαι ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς· διὰ γὰρ τοῦ κάτω τόπου ἐκρεῖ τὰ περιττώματα. εἰκότως ἄρα ἐν τῷ τόπῳ τῷ κάτω γεγόνασιν οἱ μαστοί᾿. τὸ δὲ ὅπου γὰρ κίνησις γίνεται τῆς ἐντεῦθεν καὶ λαβεῖν ἐστιν αὐτοῖς δυνατὸν ταὐτόν ἐστι τῷ ῾ὅπου κίνησις καὶ χορηγία γίνεται τῆς τροφῆς, ἐντεῦθεν αὐτοῖς, ἤγουν τοῖς μαστοῖς, δυνατόν ἐστι λαβεῖν᾿. ἐπειδὴ οὖν ὅπου ἡ χορηγία, ἐκεῖθεν καὶ λαμβάνειν ἐστὶ δυνατόν, γίνεται δὲ ἡ τοιαύτη χορηγία ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς, εὐλόγως ἄρα ἐκεῖσε ἀπετέθησαν οἱ μαστοί, ἵνα εὐχερῶς τὴν τροφὴν λαμβάνωσι. σαφῆ δὲ τὰ ἑξῆς. Ὕστέρας δὲ λέγει τὰς μήτρας, ἐν αἷς εἰσι τὰ ἔμβρυα. λέγει δὲ καὶ τὴν αἰτίαν διὰ τί ὅθεν ἐξέρχεται ἡ περίττωσις τῆς ὑγρᾶς τροφῆς, ἐκεῖθεν καὶ ἡ γονὴ καὶ τὰ καταμήνια. φησὶν οὖν ὅτι ἐπειδὴ ἡ γονὴ καὶ τὰ καταμήνια ὑγρά εἰσι καὶ περιττώματα, εἰσὶ δὲ καὶ οὖρα ὑγρὰ καὶ περιττώματα, εὔλογον ὅθεν ἐκρεῖ τὸ ἕτερον, ἐκεῖθεν ἐκρεῖν καὶ θάτερον. ἰστέον δὲ ὅτι καὶ τὸ τῶν γυναικῶν αἰδοῖον δύο ὀπὰς ἔχει, ὧν ἀπὸ τῆς μιᾶς ἔξεισι τὸ καταμήνιον, ἀπὸ δὲ τῆς λοιπῆς τὸ οὖρον. λέγει δὲ ὅτι καὶ τὸ τῶν ἀρρένων ὄργανον, δι’ οὗ ἀφιᾶσι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν, διαφορὰς ἔχει κατὰ τὰς τοῦ σώματος διαφοράς· οὐ γὰρ ὁμοίως ἅπαντα νευρώδη τὴν φύσιν ἐστίν, ἀλλὰ τὰ μὲν ἀκανθώδη, τὰ δὲ ὀστώδη, ὥσπερ εἴρηκε καὶ ἐν ταῖς Περὶ τῶν ζῴων ἱστορίαις. φησὶ δὲ καὶ ὅτι μόνον τὸ μόριον τὸ περὶ τὴν τῆς ὑγρᾶς περιττώσεως ἔξοδον ἄνευ νοσερᾶς μεταβολῆς αὔξησιν ἔχει καὶ ταπείνωσιν· ἐν μὲν γὰρ ταῖς ὀχείαις αὔξει καὶ τάσιν λαμβάνει, ἐπειδὰν δὲ ἀπο|σπερμήνῃ τὸ ὀχεῦον ζῷον, ταπεινοῦται. ἀμφοτέρων γὰρ τούτων, τῆς τε αὐξήσεως τοῦ τοιούτου μορίου καὶ τῆς ταπεινώσεως, ἡ μὲν αὔξησις χρήσιμος πρὸς ’τον συνδυασμὸν, ἡ ’δε ταπείνωσις πρός τε τὸ πορεύεσθαι ἀνεμποδίστως καὶ ἐξέρχεσθαι τὸ οὖρον καὶ τὰς ἄλλας τὰς τοῦ σώματος χρείας· εἰ μὲν γὰρ ἀεὶ ηὐξημένον ἦν, ἐνεπόδιζεν ἂν πρὸς τὴν πορείαν καὶ τὰ λοιπά, εἰ δ’ ἀεὶ τεταπεινωμένον, οὐκ ἂν συνήργει πρὸς τὰς ὀχείας. συνέστηκε δὲ τὸ τοιοῦτον τῶν ἀρρένων μόριον ἐκ χόνδρου καὶ νεύρου· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ ἐκ τοιούτων ὥστε δύνασθαι ταῦτα ἀμφότερα, τήν τε αὔξησιν καὶ τὴν ταπείνωσιν λαμβάνειν. τὰ γὰρ νεῦρα καὶ τείνεται καὶ ἀνίεται τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ἐκτεινομένου καὶ συστελλομένου. ὡς ἐν τῆ Περὶ ζῴων κινήσεως δέδεικται. συνεργεῖ δὲ καὶ πρὸς τὸ ἰσχυροτέραν γίνεσθαι τὴν τοιαύτην τάσιν καὶ ὁ χόνδρος. ὅταν δὲ ἐξελθὸν τὸ σπέρμα συνεξέλθῃ καὶ τὸ πνεῦμα, ταπεινοῦται. λέγει δὲ διαφέρειν καὶ τὰ ὄπισθεν τῶν ἀνθρώπων καὶ τὰ σκέλη πρὸς τὰ τετράποδα· τὰ μὲν γὰρ τῶν ἀνθρώπων σκέλη σαρκώδη, τὰ δὲ τῶν τετραπόδων ἄσαρκα καὶ νευρώδη. ὅτι δὲ καὶ αἱ ὠμοπλάται καὶ τὰ ἐφεξῆς τῶν ἀνθρώπων διαφέρει πρὸς τὰ τετράποδα φανερόν. ἔχει δὲ πάντα σχεδὸν οὐ μόνον τὰ ζῳοτόκ, ἀλλὰ καὶ τὰ ᾠοτόκ κέρκον. καὶ γὰρ ἐπί τινων οὐκ ἔχει μέγεθος ἡ κέρκος, ὥσπερ καὶ ἐπὶ ἐλάφου καὶ δασύποδος καὶ ἄλλων πολλῶν, ἀλλὰ σμικροῦ γε ἕνεκα, τουτέστι τύπου γε ἕνεκα καὶ χάριν ἀποπληρώσεως κέρκου ἔχουσί βραχύτατον στόλον, λέγων στόλον τὸ ὀστῶδες ἀφ᾿ οὗ αἱ τῆς οὐρᾶς τρίχες ἐκφύονται. μόνος δὲ ὁ ἄνθρωπός ἐστιν ἄκερκος, ἔχει δ᾿ ἀντὶ κέρκου τὰ ἰσχία, τὴν μετὰ τὴν ὀσφὺν σαρκώδη οὐσίαν, δι᾿ ἧς τὰς καθέδρας ποιούμεθα. καὶ διὰ τοῦτο τῶν τετραπόδων οὐδὲν ἔχει ἰσχίον· εἰ γὰρ εἶχεν, ἠδύνατο ἂν καθέζεσθαι, ὥσπερ καὶ οἱ ἄνθρωποι. λέγει δὲ καὶ τὴν αἰτίαν δι᾿ ἣν ὁ μὲν ἄνθρωπος σαρκώδεις ἔχει τοὺς μηροὺς καὶ τὰς κνήμας, τὰ δὲ τετράποδα ἄσαρκα καὶ νευρώδη· φησὶν οὖν ὅτι τούτων μὲν πάντων αἰτία μία ὡς εἰπεῖν, ὅτι μόνος ἐστὶν ὀρθὸς τῶν ζῴων ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο ἔδει τὰ ἄνω ἄσαρκα ἔχειν καὶ κοῦφα, τὰ δὲ κάτω σαρκώδη καὶ ἰσχυρά, ἵνα ῥᾳδίως φέρηται. ἅμα δὲ ἐπεὶ οὐ ῥᾴδιον τοῖς ἀνθρώποις δι’ ὅλου ἵστασθαι, ἀφελοῦσα ἀπὸ τῶν ἄνωθεν τὸ σαρκῶδες πεποίηκε τὴν τῶν ἰσχίων φύσιν, ἵνα διὰ τούτων καθήμενοι ἀναπαυώμεθα. τοῖς δὲ τετράποσιν ἐφ᾿ ἕνα τόπον ἑστάναι, καὶ προσυπακουστέον τὸ ἀπέδωκεν, ἵν ᾖ τὸ πλῆρες ‘τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι ἀπέδωκεν᾿. γὰρ τῶν τεττάρων ποδῶν (τούτους γὰρ εἶπεν ἐρείσματα) δὲ ἄνωθεν τοῦ λοιποῦ παντὸς σώματος τρόπον τινὰ ὡσπερεὶ κατακείμενα διατελεῖ τὰ τοιαῦτα ζῷα. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ ἄνθρωπος ἄκερκός ἐστι καὶ ἔχει ἰσχία καὶ τὰ σαρκώδη σκέλη. οὐκ ἔχει δὲ κέρκον ὁ ἄνθρωπος καὶ διὰ τὸ τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς τὴν κέρκον τροφὴν εἰς τὰ σκέλη ἀναλίσκεσθαι. ἔχει οὖν, ὥσπερ εἴρηται, ὁ ἄνθρωπος ἐναντίως τοῖς τετράποσιν· ὁ μὲν γὰρ τὰ κάτω σαρκώδη καὶ βαρέα, τὰ δὲ ἄνω κοῦφα καὶ ἄσαρκα, τὰ δὲ τετράποδα νανώδη ὄντα τὰ μὲν ἄνω ἔχει βαρέα καὶ σωματώδη, τὰ δὲ σκέλη ἀνίσχια, ἤτοι ἄσαρκα, καὶ σκληρά. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ τὰ μώνυχα ὡς ἐπὶ πολὺ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ τὴν ὕλην τὴν μέλλουσαν καταναλίσακεσθαι εἰς γένεσιν ἀστραγάλων ἀναλίσκεσθαι εἰς γένεσιν ὁπλῶν καὶ ὀνύχων· διά τε οὖν τοῦτο λέγει αὐτὰ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ δυσκινητοτέραν εἶναι τὴν καμπὴν τοῦ ὄπισθεν σκέλους ἀστραγάλου ἐνόντος· τὰ γὰρ μίαν ἔχοντα γωνίαν ὥσπερ τά τε ἡμέτερα γόνατα καὶ αἱ χεῖρες θᾶττον εὐθύνεταί τε καὶ κάμπτει, βραδύτερον δὲ τὰ ἔχοντα πλείους γωνίας. ποιεῖ δὲ πολλὰς γωνίας ὁ ἀστράκαὶ γαλος· οὗτος γὰρ ὥσπερ γόμφος ἐμβεβλημένος μεταξὺ τῶν δύο | ὀστῶν τοῦ τε ὑποκειμένου καὶ ὑπερκειμένου γωνίας ποιεῖ καὶ ἄνω καὶ κάτω, ὥσπερ καὶ οἱ ἀνέχοντες κίονες τὰς στοάς. κἀκεῖνοι γὰρ καὶ πρὸς τῇ υποκειμένῃ γῇ γωνίας ποιοῦσι καὶ πρὸς ταῖς ὑπερκειμέναις καὶ ὑπ᾿ αὐτῶν ἀνεχομέναις στοαῖς. ἀλλ᾿ εἰ καὶ δυσκινητοτέρους ποιοῦσι τοὺς πόδας οἱ ἀστράγαλοι βάρος τε παρέχουσιν, ἀλλ᾿ οὖν ἀσφαλεστέραν τὴν βάσιν ἀπεργάζονται. δῆλα δὲ τὰ ἑξῆς λέγει δὲ τὰ δίχηλά καὶ μὴ μώνυχα ἔχειν ἀστράγαλον, ὅτι ἡ ὕλη καὶ τὸ ὀστῶδες τὸ μέλλον ἀναλωθῆναι εἰς τὺ μώνυχα ἀποτελέσαι αὐτὰ καταδαπανᾶται εἰς γένεσιν ἀστραγάλων. οὐκ ἔχει δὲ τὰ πολυδάκτυλα ἀστράγαλον εὐλόγως· εἰ γὰρ εἶχεν ἀστράγαλον, τοσοῦτον ἄν ἐσχίζετο ὁ ποὺς αὐτῶν, ὅσον ἐπεῖχεν ὁ ἀστράγαλος· ἐπέχει δὲ ὁ ἀστράγαλος ὀλίγον πάμπαν τόπον, ὀλίγη ἄρα ἄν ἦν καὶ ἡ σχίσις· εἰ δὲ τοῦτο, οὐκ ἂν ἦν πολυδάκτυλα. λέγει δὲ ὅτι τὸ ἄσχιστον μόριον τοῦ ποδὸς τῶν δακτύλων ἐστὶ μ·όριον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ δεῖ δὲ τοῦτο τὸ μόριον νομίζειν εἶναι τὸ ἄσχιστον τοῦ ποδὸς τῶν δακτύλων· ἀναγνωστέον δὲ τὴν λέξιν οὑτωσὶ ‘τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς δεῖ νομίζειν μόριον εἶναι τῶν δακτύλων᾿. λέγει δὲ καὶ βραχεῖς εἶναι τοὺς τῶν ποδῶν δακτύλους καὶ οὐ μακροὺς εὐλόγως· εἰ γὰρ ἦσαν μακροί, προσέπταιον ἂν τοῖς λίθοις καὶ ἐβλάπτοντο. τὰ δὲ ἑξῆς δῆλα· ἰστέον δὲ ὅτι πολλάκις θέντες τὸ ‘τὰ δὲ ἑξῆς δῆλα᾿ καὶ ‘σαφῆ δὲ τὰ ἑξῆς᾿ οὐκέτι ἀλλὰ τὰ μὲν σαφῆ σιγῇ παραδραμοῦμεν, τοῖς δὲ δεομένοις σαφηνειας ἐπιστήσομεν. Λέγει δὲ τοὺς ὄφεις παραπλησίως ἔχειν τὴν μορφὴν τοῖς τετράποσι καὶ ᾠοτόκοις. τετράποδα δὲ καὶ ᾠοτόκά εἰσὶν αἵ τε σαῦραι καὶ ἄλλα πολλά. λέγει δὲ καὶ τοῖς ἰχθύσι διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτοὺς μασᾶσθαι μηδὲ προγεύεσθαι μὴ ἐγγίνεσθαι τὴν ἀπὸ τῆς γεύσεως καὶ μασήσεως ἡδονήν, ἀλλὰ μόνην τὴν ἀπὸ τῆς καταπόσεως. ἡ μὲν γὰρ γλῶττα αἴσθησιν ποιεῖ τῶν χυμῶν, οἷον γλυκέων, πικρῶν καὶ τῶν τοιούτων· οἱ δ᾿ ἰχθύες, γλῶτταν μὴ ἔχοντες, εὔδηλον ὡς οὐδ’ αἴσθησιν ἔχουσι τῶν χυμῶν· τῶν δὲ ἐδεστῶν οἷον λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τοιούτων ἐπειδὴ ἡ αἴσθησις, ὅταν καταπίνωμεν, ἐγγίνεται (ἐν γὰρ τῇ καταπόσει ἡ τῶν ἐγγίνεται αἴσθησις), καταπίνουσι δὲ καὶ οἱ ἰχθύες, αἰσθάνονται τῆς ἀπὸ τούτων ἡδονῆς ἐν τῇ καταπόσει. ἔχει μὲν οὖν καὶ τὰ ζῳοτόκ πρὸς τῇ ἀπὸ τῆς γεύσεως αἰσθήσει καὶ τὴν ἀπὸ τῆς καταπόσεως αἴσθησιν. καὶ σχεδὸν τῶν πλείστων ὄψων καὶ ἐδεστῶν ἡ χάρις καὶ ἡ ἡδονὴ γίνεται ἐν τῇ καταπόσει τεινομένου τοῦ οἰσοφάγου καὶ εὐρυνομένου. ὅτι δὲ ἡ ἀπὸ τῆς καταπόσεως ἡδονὴ καὶ αἴσθησις ἑτέρα ἐστὶ τῆς ἀπὸ τῆς γεύσεως, σημεῖον τὸ μὴ τοὺς αὐτοὺς εἶναι ἀκρατεῖς περί τε τοὺς χυμοὺς καὶ τὰ πόματα, ὧν χυμῶν καὶ πομάτων ἡ αἴσθησις ἐν τῇ γεύσει γίνεται, καὶ τὰ ὄψα καὶ τὴν ἐδωδήν, ὧν ὄψων καὶ ἐδωσῆς πάλιν ἡ αἴσθησις γίνεται ἐν τῇ καταπόσει. εἰ γὰρ ἦν ἡ ἀπὸ τῆς κα τἀπό σε ὡς αἴσθησις ἡ αὐτὴ τῇ ἀπὸ τῆς γεύσεως, πᾶς ὁ ἀκρατευόμενος περὶ μίαν τούτων ἠκρατεύετο ἄν καὶ περὶ θατέραν. καὶ τοῖς μὲν ἄλλοις ζῴοις πρὸς τῇ ἀπὸ τῆς καταπόσεως καὶ ἡ κατὰ τὴν γεῦσιν ὑπάρχει αἴσθησις, ἐκείνοις δὲ τοῖς τε ἰχθύσι καὶ τοῖς τετράποσι καὶ ᾠοτόκοις ἡ ἀπὸ τῆς καταπόσεως μόνη. πάντα δὲ τὰ ἔχοντα τὴν γλῶτταν δικρόαν εἰ καὶ λίχνα ἐστίν, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ διὰ τὸ μὴ εὐπορεῖν πολλῆς τῆς τροφῆς ἰσχνά ἐστι. λέγει δὲ καὶ περὶ τοῦ ποταμίου κροκοδείλου κινεῖν τὴν ἄνω σιαγόνα δι’ αἰτίαν τοιαύτην· ἐπειδὴ γάρ, φησίν, ἀχρήστους ἔχει τοὺς πόδας πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἀντὶ ποδῶν ἡ φύσις τὸ στόμα χρήσιμον αὐτῷ πεποίηκεν· ὅθεν οὖν χρήσιμον ἦν ἰσχυροτάτην γενέσθαι τὴν πληγήν, ἐκεῖθεν καὶ τὴν σιαγόνα κινεῖσθαι πεποίηκεν. ἰσχυροτέρα δὲ γίνεται ἡ πληγὴ ἀεὶ ἡ ἄνωθεν· εἰκότως ἄρα τὴν ἄνω σιαγόνα κινεῖσθαι πεποίηκε. καὶ τοῖς μὲν καρκίνοις καὶ <τοῖς> ἄλλοις, ὅσοις ἐνδέχεται σχολαίως τὴν λῆψιν ποιεῖσθαι διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος (τὰ γὰρ | ἔνυδρα καὶ τὴν λῆψιν καὶ τὴν κατάποσιν ταχεῖαν ποιεῖται) τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις διῄρηται τὰ μόρια, καὶ ἄλλα μὲν ἔχει πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἄλλα δὲ πρὸς τὸ μασᾶσθαι· τοῖς δὲ κροκοδείλοις καὶ πρὸς τὸ λαμβάνειν καὶ πρὸς τὸ μασᾶσθαι τὸ στόμα πεποίηκεν ἡ φύσις χρήσιμον. Λέγει δὲ τοὺς ὄφεις μὴ ἔχειν αὐχένα διὰ τάδε· ἐπειδὴ γὰρ ὁ αὐχὴν μεταξύ ἐστι κεφαλῆς καὶ ὤμων, οἱ δὲ ὄφεις ὤμους οὐκ ἔχουσιν, οὐδ’ ἂν αὐχένα ἔχοιεν· ὁ γὰρ αὐχήν, ὡς εἴρηται, τοῖς εἰρημένοις ἐσχάτοις, τουτέστι τῇ κεφαλῇ καὶ τοῖς ὤμοις διορίζεταί τε καὶ περιορίζεται. λέγει δὲ τοὺς ὄφεις στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. οὐ τοῦτο δέ φησιν ὅτι ἀκινητίζοντος πάμπαν τοῦ λοιποῦ σώματος στρέφει τὴν κεφαλήν (κινούμενος γὰρ τὴν κεφαλὴν αἴρει τε καὶ εἰς τοὔπισθεν στρέφει), τὸ ἠρεμοῦντος ἀντὶ τοῦ ἐν τῷ αὐτῷ σχήματι μένοντος, ἐν ᾧ τυγχάνει ὂν κινούμενον, εἴληπται· τυγχάνει δὲ κεκαμμένος· διὰ γὰρ καμπῶν τὴν κίνησιν ποιεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας εἴρηται. ἐν δὴ τῷ τοιούτῳ σχήματι ὢν καὶ κινούμενος αἴρει τε καὶ στρέφει τὴν κεφαλὴν καὶ φυλάττει τὸ ὄπισθεν. λέγει δὲ τὴν τῆς κεφαλῆς εἰς τοὔπισθεν στροφὴν ποιεῖσθαι διὰ δύο αἰτίας, διὰ μὲν τὴν ὑλικήν (ταύτην γὰρ ἀνάγκην εἶπεν), ὅτι ἐστι, καθάπερ καὶ τὰ ἔντομα, διὰ δὲ τὸ βέλτιστον καὶ τὸ οὗ ἕνεκα χάριν φυλακῆς τῶν ὄπισθεν βλαπτόντων. λέγει δὲ τὸν χαμαιλέοντα εἶναι ἰσχνότῇ τατὸν διὰ τὸ δειλὸν εἶναι· τὸ γὰρ δειλὸν ψυχρόν, τὸ δὲ ψυχρὸν οὐ θερμόν, τὸ δὲ μὴ θερμὸν ὀλίγαιμον, τὸ δὲ ὀλίγαιμον ἰσχνόν· ἡ γὰρ εὐσαρκία διὰ πέψιν αἵματος γίνεται. οἱ δὲ ὄρνιθες, φησίν, ἔχουσι τὴν τοῦ ῥύγχους φύσιν περιττήν ἤτοι μεγάλην ἢ μᾶλλον εὖ ἔχουσαν πρὸς φυλακὴν τῶν ἐπιβουλευόντων. λέγει δὲ αὐτοὺς ἔχειν καὶ τὸν αὐχένα τεταμένον καὶ εὐθύτατον καὶ οὐχὶ κεκαμμένον. λέγει καὶ ὅτι εἰ εἶχον βραχὺν αὐχένα οἱ ὄρνιθες ἐπὶ σκέλεσι μακροῖς, οὐκ ἂν ὑπηρέτει αὐτοῖς πρὸς τὴν ἀπὸ τῆς γῆς νομήν. ὁμοίως δὲ ἄχρηστος ἂν ἦν, εἰ μακρὸς ἦν ἐπὶ σκέλεσι βραχέσιν· εἵλκετο γὰρ ἂν ἐπὶ 10 τῆς γῆς καὶ παρεῖχεν αὐτοῖς βάρος καὶ πόνον. μάλιστα δὲ ἀχρεῖος ἄν ἦν ἐπὶ τῶν σαρκοφάγων, εἰ μακρὸς ὑπῆρχεν αὐτοῖς, καὶ ἐναντίος πρὸς τὸν βίον. ὁ γὰρ μακρὸς αὐχὴν ἀσθενής, ὁ δὲ βραχὺς ἰσχυρός· δέονται δὲ ἰσχυροῦ διὰ τὸ τὸν βίον αὐτῶν καὶ τὸ ζῆν εἶναι ἐκ τοῦ κρατεῖν καὶ θηρεύειν. τὰ αὐτὰ δὲ εἴρηκεν ἅμα τε στεγανόποδα καὶ διῃρημένους ἔχοντα τοὺς πόδας καὶ σεσιμωμένους, διῃρημένους μέν, διότι οὔκ εἰσιν ὥσπερ οἱ τῶν χηνῶν καὶ νησσῶν, ἀλλ’ ἐσχισμένοι ὥσπερ καὶ τῶν ἀλεκτορίδων. διὰ τοῦτο οὖν αὐτοὺς εἶπε διῃρημένους, στεγανόποδα δὲ εἶναι αὐτά, διότι πλατυδάκτυλα ὄντα καὶ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους, τουτέστιν ὥσπερ σιμὴν ῥῖνα (ἡ γὰρ σιμὴ ῥὶς πλατεῖά ἐστι) πλατεῖς οὖν ἔχοντα τοὺς καὶ διὰ τὸ πλάτος ἁπτομένους ἀλλήλων οὐδὲν ἀποδέουσι τῶν στεγανοπόδων. ἁπλῶς δὲ στεγανόποδα λέγει τὰ κυρίως στεγανόποδα, οἷον χῆνας καὶ τὰ ὅμοια, κατὰ δὲ τὸ μόριον ταὐτὸ στεγανόποδά φησι τὰ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους. λέγει δὲ τὰ πρανῆ τοῦ σώματος καὶ τὰ ὕπτια καὶ τὰ ἐπὶ τῶν τετραπόδων καλούμενα θώρακος μέρη ἐπὶ τῶν ὀρνίθων εἶναι ὁλοφυῆ, τουτέστι περιφερῆ καὶ στρογγύλα. λέγει δὲ τὰς πτέρυγας ἔχειν ἀπηρτημένας ἀπὸ τῶν βραχιόνων, λέγων βραχίονας ἐπὶ τῶν ὀρνίθων τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἡμετέρῳ βραχίονι, τὸ δὲ λοιπὸν τὸ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ (ὠλέκρανον δ᾿ ἐστὶ δι᾿ οὗ κάμπτεται ὁ βραχίων) τὸ δὴ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ ἄχρι τοῦ τέλους μέρος πτέρυγας ὀνομάζει. ἔχουσι δὲ οἱ ὄρνιθες τὰ τελευταῖα τῶν οἰκείων βραχιόνων τὰ προσπεφυκότα τοῖς νώτοις, ταῦτα δὴ ἔχουσιν ἀντὶ ὠμοπλάτης. ἔχουσι δὲ καὶ τὰ σκέλη κεκαμμένα εἴσω πρὸς τὴν κοίαν, καὶ οὐκ ἔξωθεν ὥσπερ ὁ ἄνθρωπος. τὰς δὲ πτέρυγας, ἀνθ’ ὧν ἔχουσι τὰ τετράποδα τὰ πρόσθια σκέλη, ἔχουσι κεκαμμένας ἐπὶ τὸ περιφερές. τί δὲ τὸ ἔσω καὶ ἔξω καὶ περιφερές, εἴρηταί μοι ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς· ἐκείνης γὰρ οἰκεῖα ταῦτα· ἐκεῖ γὰρ οὗτος περὶ τούτων προηγουμένως λέ|γει. ἐπεὶ οὖν τὸ μὲν στῆθος ἔχουσιν οἱ ὄρνιθες ὀξύ, τὰς δὲ πτέρυγας καὶ τοὺς βραχίονας οὑτωσὶ κεκαμμένους, εἰκότως συμβαίνει τὸ σῶμα αὐτῶν εἶναι ὁλοφυές, ἤτοι περιφερὲς καὶ στρογγύλον. ἐπεὶ δὲ πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, ἐξ ἀνάγκης ἐστὶ δίπουν τὸ τῶν ὀρνίθων γένος. εἰ γὰρ ἦν τετράπουν, ἐκινεῖτο ἄν πλείοσι τῶν τεττάρων σημείων, τοῖς τέτρασι ποσὶ καὶ ταῖς δυσὶ πτέρυξιν· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων σημείων κινεῖται, ὡς ἐν ἐκείνοις δέδεικται. ὅτι δὲ καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται, δύο μὲν τοῖς ποσὶ καὶ δύο δὲ τοῖς ὤμοις, δέδεικται καὶ τοῦτο ἐν ἐκείνοις. λέγει δὲ τοὺς ὄρνιθας εἶναι τονικοὺς καὶ ἰσχυροὺς κατὰ τὰ πτερύγια. λέγει δὲ καὶ πάντα ὅσα ζῳοτοκεῖται ἢ ᾠοτοκεῖται ἐν τῇ γενέσει ἔχειν ὀμφαλόν, τῶν δ᾿ ὀρνίθων αὐξηθέντων ἄδηλός ἐστιν. λέγει δὲ τὴν ἀκριβῆ τούτων αἰτίαν εἰπεῖν ἐν τοῖς Περὶ ζῴων γενέσεως, ἀλλὰ καὶ ἐνταῦθα λέγει ὅτι ἐπὶ τῶν ὀρνίθων ἡ σύμφυσις τοῦ ὀμφαλοῦ εἰς τὸ ἔντερόν ἐστιν, οὐδὲν δὲ ἔντερον δύναται ἐκτὸς εἶναι τοῦ θώρακος· διὰ τοῦτο εἰσερχόμενος ἄδηλος γίνεται ἐπὶ τῶν ὀρνίθων ὁ ὀμφαλός. ἐπὶ δὲ τῶν ζῳοτόκων ἐπειδὴ μόριόν τι τῶν φλεβῶν τυγχάνει ὂν ὁ ὀμφαλός, αἱ δὲ φλέβες δύνανται ἐκτὸς εἶναι καὶ περὶ τὸ δέρμα, εὐλόγως ἐστὶ φανερός. λέγει δὲ τοὺς πτητικοὺς ὄρνιθα ὡς πρὸς τὴν ἀναλογίαν τοῦ οἰκείου σώματος μεγάλας ἔχειν τὰς πτέρυγας καὶ τὰ ἐν ταύταις πτερά· τοῖς δὲ γαμψώνυξιν ἄχρηστα εἶναι τὰ πλῆκτρα, ὑπάρχειν δὲ μᾶλλον ταῦτα ἐν τοῖς τῶν βαρέων ὀρνίθων σκέλεσι, διὰ τὸ χρήσιμα εἶναι ἐν ταῖς πεζαῖς μάχαις. τούτοις δὲ τοῖς βαρέσιν ὄρνισι καὶ πεζεύουσιν οὐ μόνον ἄχρηστοί εἰσιν οἱ γαμψοὶ ὄνυχες, ἀλλὰ καὶ βλαβεροί· ἐμπηγνύμενοι γὰρ ἐν τῆ γῇ οὐκ ἐῶσιν αὐτοὺς ἀνεμποδίστως πορεύεσθαι. διὸ καὶ τὰ γαμψώνυχα πάντα χαλεπῶς πορεύεται ἢ οὐδὲ πορεύεται, ἀλλὰ ἅλλεται. οὐδεὶς δὲ τῶν ὀρνίθων ἅμα πλῆκτρά τε ἔχει καὶ ῥύγχους μέγεθος, ὁμοίως δὲ καὶ ὀνύχων μέγεθος ἐπὶ τῶν ποδῶν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἅμα δ’ ἄλλοθι καὶ ἄλλοθι ἕκαστα τούτων οὐ ποιεῖ. ἀσθενὴς γὰρ γίνεται ἡ ὕλη εἰς πολλὰ διασπωμένη, καὶ οὐκ ἀρκεῖ ἅμα εἰς γένεσιν πολλῶν. εἰσὶ δὲ οἱ δάκτυλοι τῶν μὴ ἁπλῶς στεγανοπόδων οἷον πλάται καὶ κῶπαι συνεχεῖς. λέγει δὲ καὶ ὅτι κἄν ἢ τῶν ἰχθύων τὰ πτερύγια κοπῇ ἢ τῶν στεγανοπόδων οἱ πόδες σχισθῶσιν, οὐκέτι νέουσιν. ἔνιοι δὲ τῶν ὀρνίθων μακροσκελεῖς εἰσι διὰ τὸ τὸν βίον τῶν τοιούτων ἐν ἕλεσι καὶ τέλμασιν εἶναι. ἡ δὲ φύσις ποιεῖ τὰ ὄργανα ὁμοίως καὶ ἡ τέχνη ἐπιτήδεια πρὸς τὰ ἔργα, ἀλλ’ οὐ τὰ ἔργα πρὸς τὰ ὄργανα. διὰ μὲν οὖν τὸ μὴ πλωτὰ εἶναι τὰ ἐν ἕλεσι ζῶντα οὔκ εἰσι στεγανόποδα, διὰ δὲ τὸ ἐν ὑπείκοντι, τουτέστιν ἐν πηλοῖς καὶ τέλμασιν εἶναι τὸν βίον αὐτῶν μακροσκελῆ καὶ μακροδάκτυλα. εἰ μὲν γὰρ ἦν ἐν τῇ ξηρᾷ ὁ βίος αὐτῶν, ἦσαν ἂν βραχυδάκτυλα, ἵνα μὴ προσπταίοντα βλάπτοιντο· ἐπειδὴ δὲ ἐν ὑπείκοντι, ἤγουν τέλματι, πεποίηκεν αὐτὰ ἡ φύσις μακροδάκτυλα. ἐπεὶ δὲ πτητικὰ μὲν οὔκ εἰσι τὰ ἐν τέλμασι καὶ ἕλεσι ζῶντα, ἐκ τῆς δ᾿ αὐτῆς ὕλης εἰσὶ πάντα ἤτοι τὸ ὀρροπύγιον, τὸ ῥύγχος, τὰ σκέλη, <οἱ> ὄνυχες, τὰ (ἐκ τῆς γεώδους γάρ) ἡ μέλλουσα καταναλίσκεσθαι ὕλη εἰς αὔξησιν εἰς τὰ σκέλη καταναλισκομένη· τὰ μὲν σκέλη ηὔξησεν, ἐκεῖνο δὲ βραχύτατον ἐγεγόνει. καὶ τὰ μὲν μακροσκελῆ τὴν πτῆσιν ποιεῖται εἰς τὸ ὄπισθεν ἀποτείνοντα τὰ σκέλη (χρῆται γὰρ αὐτοῖς ἀντὶ πηδαλίου, ὥσπερ ἄλλα τῷ ὀρροπυγίῳ), τὰ δὲ βραχυσκελῆ τῷ μὲν ὀρροπυγίῳ, ὡς εἴρηται, χρώμενα ἀντὶ πηδαλίου, τὰ σκέλη ἔχουσι πρὸς τῇ γαστρί. ἀλλὰ τοῖς μὲν βραχυσκελέσιν ὄντα πρὸς τῇ γαστρὶ οὐκ ἐμποδίζει πρὸς τὴν πτῆσιν, τοῖς δὲ γαμψώνυξιν ὄντα ἐν αὐτῇ καὶ συμβάλλεται μεγάλα πρὸς ἁρπαγήν· ἐν τῇ γαστρὶ γὰρ κείμενα εὐκόλως ἁρπάζουσι τὰ διωκόμενα. λέγει δὲ τοὺς ἔχοντας λεπτὸν καὶ μακρὸν τὸν αὐχένα ἵπτασθαι συγκάμπτοντας αὐτόν· οὐδαμῶς γὰρ θραύεται, διὰ τὸ ὡσπερεὶ σκέπεσθαι καὶ φυλάττεσθαι ὑπὸ τῶν καμπῶν. πάντες δὲ οἱ ὄρνιθες ἔχουσιν ἰσχίον. ἐκεῖσε δὲ ἔχουσι τοῦτο κείμενον, ὅπου οὐκ ἂν ὑπονοήσειέ τις ὅλως εἶναι ἰσχίον· ἐντὸς γὰρ ἔχουσι τοῦτο τοῦ θώρακος κείμενον, ἐφεξῆς δὲ τῷ ἰσχίῳ τὸν μηρὸν συνεχῆ μὲν τῷ ἰσχίῳ, ἐκτὸς δὲ τοῦ | θώρακος. ἴσχει δὲ καὶ ἰσοδυναμεῖ τὸ τοιοῦτον ἰσχίον δύο μηροῖς· τείνει γὰρ μέχρι μέσης τῆς γαστρός. αἴτιον δὲ τοῦ τετάσθαι μέχρις αὐτῆς τὸ δίπουν εἶναι τὸ τῶν ὀρνίθων γένος καὶ μὴ ὀρθόν, ὥστε εἴ γε βραχὺ τὸ τῶν ὀρνίθων γένος εἶχε τὸ ἰσχίον καὶ ἀπὸ τῆς ἕδρας ἀρχόμενον καὶ μὴ ἐρηρεισμένον μέχρι μέσης τῆς γαστρός, εἶτα τὸ σκέλος εὐθὺ ἐχόμενον, ὥσπερ ἐν τοῖς ἀνθρώποις καὶ τετράποσιν ἔχει, εἰ δὴ οὕτως εἶχεν, ἠδυνάτει ἂν ὅλως ἑστάναι. ὁ μὲν γὰρ ἄνθρωπος, καίτοι οὕτως ἔχων δύναται ὀρθὸς ἑστάναι, ὅτι φύσει ἐστὶν ὄρθιος καὶ οὐ νανώδης· οἱ δὲ ὄρνιθες οὔτε ὄρθιοι καὶ νανώδεις, οὔτε πρόσθια σκέλη ἔχουσιν. ἀντὶ οὖν τῶν προσθίων σκελῶν μακρὸν ἡ φύσις τὸ ἰσχίον ποιήσασα εἰς μέσον προσήρεισεν. ὑπέθηκε δὲ ἡ φύσις τοῖς ὄρνισι τὰ σκέλη ὅπου καὶ κεῖνται, ὅπως μήτε ἔμπροσθεν τοῦ σώματος ῥέποντος μήτε ὄπισθεν, ἀλλ᾿ ἰσορρόπου τοῦ βάρους ὄντος, μικρὸν πάμπαν εἰς τοὔπισθεν παρεγκλίνοντος ἀνεμποδίστως δύνηται τὴν πορείαν ποιεῖσθαι. λέγει δὲ καὶ πάντας ὄρνιθας τέσσαρας ἔχειν τοὺς δακτύλους, τρεῖς μὲν ἔμπροσθεν, ἕνα δ᾿ ὄπισθεν. ἐπὶ δὲ τῶν μακρῶν δοκεῖ ἐλλείπεν ὁ ὄπισθεν δάκτυλος διὰ τὸ βραχύτατος εἶναι, ὥσπερ ἐπὶ τῆς κρεκὸς. Τὸ δὲ γένος, φησί, τῶν ἰχθύων μᾶλλον τῶν πτηνῶν κεκολόβωται καὶ ἐστέρηται τῶν ἐκτὸς μορίων. οἱ μὲν γὰρ ὄρνιθες κἄν ἐστέρηνται χειρῶν, ἀλλ᾿ ἔχουσιν ἀντ᾿ αὐτῶν πτέρυγας, οἱ δ᾿ ἰχθύες οὔτε σκέλη οὔτε πτέρυγας οὔτε χεῖρας ἔχουσι. τὸ δὲ ὅλον περὶ τῇ κεφαλῇ τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς ἴσον ἐστὶ τῷ ῾ἀλλ᾿ ὅλον τὸ κύτος τὸ σῳμα τῶν ἰχθύων τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς συνεχὲς καὶ ἕν ἐστιν ὡσπερεὶ κύλινδρος, μὴ ἔχον διαρθρώσεις ποδῶν ἢ χειρῶν᾿. εἰπὼν δὲ ὅτι συνεχές ἐστι μέχρι τῆς οὐρᾶς, ἐπήγαγε ταύτην δὲ τὴν οὐρὰν οὐχ ὁμοίαν ἔχουσι πάντες οἱ ἰχθύες, ἀλλ᾿ οἱ μὲν παραπλησίαν, τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν, ὥσπερ βάτος. τὸ δὲ ἡ ἐκεῖθεν γὰρ αὔξησις γίνεται εἰς τὸ πλάτος δηλωτικόν ἐστι τοῦ ‘ἡ ὕλη μέλλουσα καταναλωθῆναι εἰς τὸ αὐξῆσαι καὶ μακρὰν ποιῆσαι τὴν οὐρὰν καταναλίσκεται εἰς τὸ πλάτος᾿. καὶ διὰ τοῦτο αἱ τρυγόνες καὶ εἴ τι ἕτερον τοιοῦτον σέλαχός ἐστιν, ἀντὶ μακροῦ καὶ ἀκανθώδους βραχὺ καὶ σαρκῶδες ἔχουσι τὸ οὐραῖον διὰ τὴν αὐτὴν αἰτίαν, <δι᾿> ἥνπερ καὶ αἱ νάρκαι. τὸ δὲ τῶν μὲν οὖν τοιούτων ἀκανθῶδες καὶ μακρὸν οὐ περὶ τῶν τρυγόνων εἴρηται καὶ ναρκῶν, ἀλλὰ καὶ περὶ ὧν πρὸ ὀλίγου εἴρηκεν εἰπὼν [δὲ] δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν. λέγει δὲ καὶ ὅτι οἱ βάτραχοι διὰ τὸ μὴ σαρκῶδες ἔχειν τὸ πλάτος τὸ ἐμπρόσθιον, τὸ ἀφῃρημένον ἐκεῖθεν σαρκῶδες πρὸς τὸ ὄπισθεν ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν. οὐκ ἔχουσι δὲ κῶλα ἀπηρτημένα οἱ ἰχθύες, ὅτι νευστική ἐστιν ἡ φύσις αὐτῶν καὶ οὐ πορευτική, τοῖς δὲ πορευτικοῖς ἁρμόζει τὰ κῶλα πρὸς τὴν πορείαν. ἄλλως τε ἐπειδὴ τέτταρα ἔχουσι πτερύγια, εἴπερ εἶχον καὶ πόδας, ἐκινοῦντο ἂν πλείοσιν ἢ τέτρασι σημείοις ἔναιμα ὄντα· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων κινεῖται σημείων. ἔχουσι δὲ τῶν ἰχθύων ὅσοι μὴ πλατεῖς τέτταρα πτερύγια· ὁ γὰρ βάτος καὶ ἡ τρυγὼν πλατεῖς εἰσι. λέγει δὲ τὰ ὀφιώδη τῶν ἰχθύων, οἷόν ἐστιν ἡ σμύραινα, μὴ ἔχειν πτερύγια, ἀλλὰ ταῖς καμπαῖς κινεῖσθαι, ὥσπερ καὶ οἱ ὄφεις· οἱ γὰρ ὄφεις καὶ ἐν τῇ γῇ τὴν πορείαν καὶ ἐν τῷ ὕδατι τὴν νεῦσιν διὰ τῶν καμπῶν ποιοῦνται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται. οἱ δὲ ὀφιώδεις τῶν ἰχθύων εἴπερ εἶχον πτερύγια, τέτταρα ἄν εἶχον αὐτά· πᾶν γὰρ ἔναιμον τέτταρσι κινεῖται σημείοις. ἢ οὖν πρὸς τῇ κεφαλῇ καὶ σύνεγγυς εἶχον ἂν αὐτά, καὶ μόλις ἄν ἐκινοῦντο διὰ τὸ πολὺ τὸ ὀπίσθιον εἶναι σῶμα, ἢ ὄπισθεν, καὶ τὸ αὐτὸ ἄν καὶ οὕτω συνέβαινεν, ἢ τὰ μὲν δύο πρὸς τῇ κεφαλῇ, τὰ δὲ δύο πρὸς τῇ οὐρᾷ, καὶ πάλιν κακῶς ἄν ἐκινοῦντο διὰ τὸ πολὺ εἶναι τὸ μεταξὺ τῶν κινητικῶν σημείων. τὰ δὲ προμήκη τῶν ὀφιωδῶν καὶ ἔχοντα δύο πτερύγια κέχρηνται τῇ κάμψει ἀντὶ δύο πτερυγίων. ὅτι δὲ καὶ διὰ τῶν κάμψεων κινήσεις γίνονται, ὥσπερ καὶ διὰ ποδῶν καὶ πτερύγων, δέδεικται ἐν τῷ Περὶ ζῴων πορείας. διὰ μὲν οὖν τὰς κάμψεις ἔνυδρα ὄντα ἕρπουσιν ἐν τῇ ξηρᾷ, διὰ δὲ τὸ ὀφιώδη εἶναι καὶ ζῶσιν ἐν αὐτῇ πολὺν χρόνον, καὶ τὰ μὲν οὐκ εὐθὺ ἀσπαρίζει καὶ θνήσκει, ἀλλὰ μετὰ βραχύν τινα χρόνον, τὰ δὲ ὄντα οἰκεῖα | τῆς πεζῆς φύσεως ἧττον, ἀντὶ τοῦ βραδέως, ἀσπαρίζει καὶ θνήσκει. τῶν δὲ ἐχόντων δύο πτερύγια ἐν τοῖς πρανέσιν ἔχει ταῦτα, ὅσα μὴ κωλύεται διὰ τὸ πλάτος. ἐπειδὴ γὰρ τὰ πτερύγια διὰ τὸ νεῖν ἔχει, εἴπερ ἔχει ταῦτα ἐν τῷ πρανεῖ καὶ οὐχ ὑπὸ τὴν κοιλίαν πλατέα ὄντα, κωλυόμενα τὰ πτερύγια ὑπὸ τοῦ πλάτους τοῦ ἰχθύος ἅπτεσθαι καλῶς καὶ ἐπιτηδείως πρὸς νεῦσιν τοῦ ὕδατος, οὐκ ἄν συνεργήσειε πρὸς τὴν νεῦσιν. ὥσπερ γὰρ εἰ ἦν ἥδε ἡ θύρα ἰχθύς, εἶχε δὲ ἐν τῷ πρανεῖ τὰ πτερύγια, οὐκ ἄν ἥπτοντο τοῦ ὕδατος, κἂν ἥπτοντο, ἀλλά γε πρὸς νεῦσιν οὐκ ἂν ἦν ἐπιτήδειος ἡ ἁφή, οὕτω καὶ ἐν ἐκείνοις συμβαίνειν ἔδει. ἰστέον δὲ ὅτι τὰ ἔχοντα δύο πτερύγια πρὸς τῇ κεφαλῇ ταῦτα ἔχει διὰ τὸ μὴ ἔχειν μῆκος τὸν τόπον τῆς κεφαλῆς, ὅπερ μῆκος καμπτόμενον ἀντὶ πτερυγίων τὴν κίνησιν ποιήσεται· εἰ γὰρ ἦν προμήκης ἡ κεφαλή, ἐκάμπτετο ἂν καὶ τὴν τῶν πτερῶν χρῆσιν ἀνεπλήρουν αἱ καμπαί. καὶ ἐν μὲν τῇ κεφαλῇ ἔχουσι τὰ πτερύγια διὰ ταύτην τὴν αἰτίαν, ἐν δὲ τῇ οὐρᾷ οὐκ ἔχουσι διὰ τὸ πρόμηκες εἶναι τὸ τῶν ἰχθύων σῶμα. οἱ δὲ βάτοι καὶ τὰ λοιπὰ σελάχη ἀντὶ τῶν πτερυγίων τῷ ἐσχάτῳ καὶ πρὸς τῇ οὐρᾷ πλάτει νέουσιν. ἡ δὲ νάρκη καὶ ὁ βάτραχος τὰ ἐν τῷ πρανεί κάτω, τουτέστι τὰ πτερά, ἅπερ ἔχουσιν ἐν τῷ πρανεῖ, κάτω καὶ πρὸς τῇ οὐρᾷ ταῦτα ἔχουσι. πλατεῖς γὰρ ὄντες πρὸς τῇ κεφαλῇ, εἴπερ εἶχον τὰ πτερύγια ἐν τῷ ἐν αὐτῇ πρανεῖ, οὐδὲν ἂν ὠφέλει αὐτοὺς πρὸς τὴν νεῦσιν. ἃ δὲ ἔχουσιν ἐν τοῖς ὑπτίοις πτερύγια, πρὸς τῇ κεφαλῇ ταῦτα ἔχουσιν· οὐ γὰρ κωλύει ταῦτα ὑπὸ τὴν γαστέρα ὄντα τὸ πλάτος ἅπτεσθαι τοῦ ὕδατος καὶ κινεῖσθαι· τῶν γὰρ ἐν τοῖς πρανέσιν ὄντων πτερυγίων ἐστὶ κωλυτικὸν τὸ πλάτος. τὸ δὲ ἀλλ’ ἀντὶ τοῦ ἄνω ἐλάττω ταῦτα τῶν ἐν τῶ πρανεῖ ἔχει τοιοῦτον ἄν εἴη· ‘ἐπειδὴ τὰ ἄνω μέρη τῶν ζῴων τιμιώτερά τῶν κάτω, τὰ τὸν ἄνω τόπον κατέχοντα πτερύγια πεποίηκεν ἡ φύσις ἐλάττω, τὰ δὲ κατὰ τὸν κάτω μείζω, κἀνταῦθα δὴ ἀντανίσωσιν ἡ φύσις ποιήσασα᾿. Εἰπὼν δὲ ὅτι τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα ἔχει ἐν τοῖς βραγχίοις, οὐκ ἀνταπέδωκε τὸν μέν σύνδεσμον πρὸς τὸν δέ. ἔχει οὖν πάντα τὰ σελάχη ἐπικαλύμματα τοῖς βραγχίοις· διὰ <γὰρ> τὸ χονδράκανθα καὶ διὰ τοῦτο μαλακόσαρκα ἀλλ’ οὐ σκληρόσαρκα οὐ κεκώλυται τὸ περὶ τὴν κεφαλὴν δέρμα κατέρχεσθαι καὶ ἐπικαλύπτειν τὰ βράγχια. ὁ γὰρ χόνδρος καὶ μάλιστα ὁ ἐν τοῖς ἰχθύσι μαλακός· εἰ δὲ οὗτος, καὶ ἡ λοιπὴ σάρξ· εἰ γὰρ ὁ χόνδρος ὁ ἀναλογῶν ὀστῷ μαλακός, δηλονότι καὶ ἡ λοιπὴ σάρξ. ἔτι αἱ κινήσεις τῶν μὲν ἀκανθωδῶν, ἤτοι τῶν μὴ ἐχόντων τὰς ἀκάνθας χονδρώδεις καὶ μαλακάς, ἀλλὰ σκληράς, τούτων αἱ κινήσεις βραδεῖαι τῷ μὴ ταχέως κάμπτεσθαι διὰ τὴν σκληρότητα· πᾶσα δὲ κίνησις, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, κατὰ ἔκτασιν καὶ κάμψιν τῶν κώλων γίνεται. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ τὰς κινήσεις τῶν ἐπικαλυμμάτων ταχείας εἶναι. ἐπειδὴ γὰρ ὥσπερ ἡμῖν αἱ ῥῖνες πρὸς ἀναπνοὴν καὶ ἐκπνοήν εἰσιν, οὕτω καὶ τοῖς ἰχθύσιν ἡ τῶν βραγχίων φύσις, ἀλλὰ μὴν ἡ ἐκπνοὴ ταχέως γίνεται, δεῖ ἄρα καὶ τὰ ἐπικαλύμματα τῶν βραγχίων τάχιστα κινεῖσθαι, ὅπως μὴ ἐμποδίζοι τὴν οἷον ἀναπνοὴν καὶ ἐκπνοὴν αὐτῶν. καὶ διὰ τὸ δεῖν ταχεῖαν τὴν τῶν ἐπικαλυμμάτων συστολὴν καὶ διαστολὴν γίνεσθαι διὰ τὴν ἐκπνοήν φησιν ὅτι ἐν τοῖς σελαχώδεσιν οὐ μόνον τὰ ἐπικαλύμματα ἀνοίγεται καὶ κλείεται, ἀλλὰ καὶ αὐτῶν τῶν πόρων, οὓς ἐν ἑαυτοῖς ἔχει τὰ βράγχια, συναγωγὴ καὶ διαστολὴ γίνεται ὅπως πλείων ᾖ ἡ ἐκπνοή ἀνοιγόμενοι γὰρ καὶ οἱ πόροι δέχονται τὸ ὕδωρ ὥσπερ καὶ τὰ ἐπικαλύμματα, κλειόμενοι δὲ ἀφ’ ἰᾶσι. δηλοῖ δὲ διὰ τῆς ἐκπνοῆς ἅμα καὶ τὴν εἴσπνευσιν. τοῦ δὲ τοὺς μὲν ἔχειν τῶν ἰχθύων τὰ βράγχια διπλᾶ, ὥσπερ τις πόλις δυσὶ τείχεσι περιπεφραγμένη, καὶ τοῦ μὲν ἐντὸς ὄντος καὶ περιεχομένου, τοῦ δ᾿ ἐκτὸς καὶ περιέχοντος, τοῦ μὲν δὴ τοὺς | μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ αἴτιον ἡ ὀλιγότης καὶ τὸ πλῆθος τοῦ περὶ τὴν καρδίαν θερμοῦ. τὰ μὲν γὰρ ἔχοντα πολὺ τὸ θερμὸν δεῖται καὶ πλείονος τῆς ἐμψύξεως, γίνεται δὲ ἡ ἔμψυξις καὶ πλείων καὶ ταχεῖα ὑπὸ τῶν πλειόνων βραγχίων· διὰ τοῦτο οὖν ἔχουσι τὰ βράγχια διπλᾶ, τὰ δὲ ὀλίγον ἔχοντα τὸ θερμὸν ἀπλᾶ, διότι καὶ ἐλάττονος δεῖται τῆς καταψύξεως. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν θάττω γὰρ καὶ ἰσχυροτέραν τὴν κίνήσιν δεῖ εἶναι τοῖς πλείω ἔχουσι θερμότητα τὴν κίνησιν ἀντὶ τοῦ κατάψυξιν εἴληφε· δεῖ γὰρ θάττω καὶ ἰσχυροτέραν γίνεσθαι τὴν κατάψυξιν τοῖς ἔχουσι πολλὴν θερμότητα. ἔχει δὲ τὰ πλείω βράγχια φύσιν θάττω καὶ ἰσχυροτέραν ποιεῖν τὴν κατάψυξιν τῶν ἐλαττόνων· τὰ γὰρ ἐλάττονα βράγχια καὶ βραδεῖαν καὶ ἀσθενεστέραν ταύτην ποιεῖται. καὶ διὰ τοῦτο ἔνια τῶν ἐχόντων τὰ βράγχια ἐλάττω καὶ ἁπλᾶ καὶ ἧττον ἐγκρατῆ, τουτέστιν οὐδαμῶς ἰσχυρά, ἀλλὰ ἀσθενῆ (τὸ γὰρ ἧττον ἐγκρατῆ ἀντὶ τοῦ ἰσχυρὰ εἴληπται· ἰσχυρὰ μὲν γὰρ καὶ ἰσχυρὰν καὶ ταχεῖαν ποιεῖται τὴν κατάψυξιν τὰ διπλᾶ καὶ πολλὰ βράγχια, ἀσθενῆ δὲ ταύτην ποιεῖται τὰ ἁπλᾶ, καὶ ἐπὶ τούτῳ καὶ ἡ ἀπ’ αὐτῶν κατάψυξις ἀσθενής) διὰ τὸ ὀλίγον οὖν ἔχειν τὸ θερμὸν καὶ διὰ τοῦτο καὶ βράγχια ὀλίγα, ἔνια αὐτῶν ἔξω τοῦ ὕδατος δύνανται ζῆν πολὺν χρόνον. τὰ μὲν <οὖν> ἔχοντα πολλὰ διὰ τὸ περὶ τὴν καρδίαν πολὺ θερμὸν καὶ δεόμενα πολλῆς τῆς καταψύξεως ἅμα τῷ ἐξελθεῖν τοῦ ὕδατος θνήσκει· οὐ γὰρ δύναται ὁ ἀὴρ τοσαύτην αὐτοῖς τὴν κατάψυξιν ἐμποιεῖν ὁπόσην τὸ ὕδωρ· τὰ δὲ ἔχοντα βράγχια ὀλίγα διὰ τὸ καὶ θερμὸν ὀλίγον δύναται ἔξω πολὺν χρόνον ζῆν. διὰ τί; ὅτι οὐ δεῖται πολλῆς τῆς καταψύξεως. καὶ ταῦτα μὲν οὕτως. Τὰ δὲ στόματα τὰ μὲν ἔχει καταντικρὺ καὶ εἰς τὸ πρόσθεν, ὥσπερ λάβραξ, σκόμβρος, κέφαλος, τὰ δὲ ἐν τοῖς ὑπτίοις, ὥσπερ δελφὶς καὶ τὰ σελαχώδη. ταῦτα δὲ τὰ σελαχώδη τὸν μὲν ἄλλον ἅπαντα χρόνον, καθ’ ὅν τε νεῖ καὶ ἠρεμεῖ, τὰ μὲν ὕπτια ἔχοντα, ὥσπερ καὶ τὰ τετράποδα τῶν ζῴων, πρὸς τῆ γῇ, τὰ δὲ πρανῆ ἄνω καὶ πρὸς τὸν οὐρανόν, ὅταν μέλλῃ λαβεῖν τὴν τροφήν, στρέφεται, καὶ τὰ μὲν πρανῆ ἔχει πρὸς τῇ γῇ, τὰ δὲ ὕπτια ἄνω καὶ οὕτω θηρεύει. πεποίηκε δὲ ἡ φύσις τὰ σελαχώδη λαμβάνειν τὴν τροφὴν στρεφόμενα διὰ τρεῖς αἰτίας, μίαν μὲν διὰ τὴν σωτηρίαν τῶν ὑπ᾿ αὐτῶν ἀγρευομένων ἰχθύων. φεύγουσι γὰρ καὶ σώζονται βραδυνόντων τῶν σελαχωδῶν ἐν τῇ στρέψει· οὐ γὰρ τάχιον δύναται στρέφεσθαι πλατέα ὄντα· ὄντων οὖν ζῳοφάγων, ἀλλ’ οὐ ποηφάγων πάντων τῶν σελαχωδῶν, πρόνοιαν ποιουμένη ἡ φύσις τῶν ὑπ’ αὐτῶν θηρευομένων πεποίηκεν αὐτὰ στρεφόμενα λαμβάνειν τὴν τροφήν. διὰ μίαν μὲν οὖν αἰτίαν ταύτην στρέφεται τὰ σελαχώδη, <δι’> ἄλλην δὲ ἐπειδὴ ἀδηφάγα ἐστὶ καὶ λαίμαργα, στρέφεται, ἵν᾿ βραδέως λαμβάνοντα τὴν τροφήν, μὴ ἑτοίμως, ὀλιγοτροφῇ καὶ μὴ φθείρηται ὑπὸ τοῦ κόρου· εἰ γὰρ πρὸς τὴν ἐπιθυμίαν καὶ τὸ λαίμαργον αὐτῶν ἀναλόγως ἐδίδοτο αὐτοῖς ἡ τροφή, ἐφθείρετο ἄν. οὕτω γάρ ἐστιν ἡ τοὐ λόγου συνέχεια· ἀλλὰ καὶ γραπτέον αὐτὴν τοῦ σαφοῦς ἕνεκα ἀλλὰ καὶ πρὸς τὸ μὴ ἀκολουθεῖν τῇ λαιμαργίᾳ τῇ περὶ τὴν τροφήν· ῥᾷον γὰρ λαμβάνοντα διεφθείρετο ἀν’ ταχέως διὰ τὴν πλήρωσιν, καὶ προσυπακουστέον τοῦ ῾ πεποίηκεν αὐτὰ στρέφεσθαι’. τὸ δὲ πρὸς τούτοις περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν μεταξὺ παρεμβέβληται· ἔστι δὲ ἡ τρίτη αἰτία, δι’ ἣν στρεφόμενα λαμβάνει τὴν τροφήν. ὃ δὲ καὶ δι’ αὐτῆς λέγει, τοιοῦτόν ἐστι πρὸς δὲ τοῖς εἰρημένοις ἔχοντα τὰ σελαχώδη τὴν τοῦ ῥύγχους, τουτέστι τοῦ στόματος, φύσιν περιφερῆ καὶ στρογγύλην, ἀλλ’ οὐκ ὀξεῖαν ὥσπερ οἱ σκόμβροι καὶ τὰ ἄλλα, ἔχοντα οὖν τοιαύτην τὴν τοῦ στόματος φύσιν καὶ ὑπὸ τὰ ὕπτια, ἀλλ’ οὐκ ἔμπροσθεν, οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν, τουτέστιν οὐχ οἷόν τε κάλλιον οὕτως τὴν θήραν ποιεῖν, ἡ μᾶλλον οὐχ οἷόν τε καλῶς τὴν τροφὴν διαιρεῖν (ἐξέπιπτε γὰρ ἂν τοῦ στόματος), ἀλλὰ αὐτὴν κάλλιστα στρεφόμενοι’. ἔτι δὲ ἔχουσι διαφορὰς τὰ πρὸς ταῖς εἰρημέναις καὶ ἐν τῷ 1 τὰ μὲν ἀνερρωγὸς ἔχειν τὸ στόμα, τὰ δὲ μύουρον ἤτοι <μὴ> ἀνερρωγός, ἢ μύουρον ἀντὶ τοῦ ἐκ πλατέος εἰς λῆγον· τοιαύτη γὰρ καὶ ἡ τῶν μυῶν οὐρά. εἰπὼν δὲ καὶ ὅτι τὸ δέρμα οἱ μὲν ἔχ’ οὖσι λεπιδωτόν, λέγει καὶ διὰ τί πίπτει ἐξ αὐτῶν ἡ λεπίς· διὰ γὰρ λαμπρότητα, φησί, καὶ λεπτότητα. λαμπρὰ γὰρ οὖσα καὶ λεία καὶ καθαρά, καὶ μηδὲν ὅλως ἔχουσα γλίσχρον, ἵν’ ὑπ’ αὐτοῦ ὥσπερ ὑπὸ κόλλης συνέχηται, ἐκπίπτει. σαφὴς δ’ ἄν ἦν ἡ λέξις, εἰ ἀντὶ τοὐ ἡ γὰρ λεπὶς διὰ λαμπρότητα ῾ἡ δὲ λεπὶς διὰ λαμπρότητα᾿· οἶμαι γὰρ ὅτι τὸ γάρ οὐκ ἔστιν αἰτιολογικὸς σύνδεσμος, ἀλλ’ ἀντὶ τοῦ δέ συνδέσμου εἴληπται. οὐδεὶς δέ, φησί, τῶν ἰχθύων ἔχει ὄρχεις, διὰ τὸ μὴ ἔχειν μήτε κύστιν μηδὲ γίνεσθαι ἐν αὐτοῖς περίττωμα ὑγρόν, οὐδὲ οἱ ὄφεις ἔχουσιν ὄρχεις· αλλα καὶ οἱ ἰχθύες καὶ οἱ ὄφεις τὸν πόρον, ὃν ἔχουσιν εἰς τὴν ἄφεσιν τοῦ ἐκ τῆς τροφῆς περιττώματος, τὸν αὐτὸν ἔχουσι καὶ εἰς τὴν τῶν περὶ τὴν γένεσιν, ἤτοι τῶν σπερμάτων. αἱ δὲ φάλαιναι, φησί, καὶ οἱ δελφῖνες δεχόμενοι ἐν τῇ κατὰ τὸ στόμα εἰσόδῳ θαλάττιον ὑγρὸν ἀφιᾶσι τῇ κατὰ τὸν αὐλὸν ἐξόδῳ· δέχονται μὲν γὰρ διὰ τοῦ στόματος, ἀφιᾶσι δὲ διὰ τοῦ αὐλοῦ. ὁ δ’ αὐλὸς οὗτος κεῖται πρὸ τοῦ ἐγκεφάλου, ἤτοι ἐν τῷ μορίῳ τῷ ἀναλογοῦντι βρέγματι· εἴ γὰρ ἔκειτο ὄπισθεν κατὰ τὸ μόριον τὸ ἀναλογοῦν τῶ ἰνίῳ, διελάμβανεν ἄν ἀπὸ τῆς ῥάχεως αὐτόν, τουτέστι διεχώριζεν ἂν ὁ αὐλὸς τὸν ἐγκέφαλον ἀπὸ τοῦ ῥαχίτου μυελοῦ καὶ ἐνεπόδιζεν αὐτὸν ἅπτεσθαι αὐτοῦ. ἀλλ’ ἀνάγκη, ὥσπερ εἴρηται πρότερον, τὸν ῥαχίτην μυελόν, θερμὸν ὄντα, ἅπτεσθαι τοῦ ἐγκεφάλου, ἵνα εἰς συμμετρίαν ἄγῃ τὸ ἄγαν αὐτοῦ ψυχρόν. ἐπειδὴ δὲ τὸ θερμόν ἐστιν αἴτιον τοῦ κινεῖσθαι τὰ ζῷα, ἔχει ὁ δελφὶς καὶ τὰ μεγάλα τῶν θαλαττίων ζῴων πνεύμονα ὄντα πλήρη θερμότητος αἱματικῆς. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου. ὧδε μὲν οὖν πεπλήρωται πᾶσα ἡ Περὶ ζῴων μορίων Ἀριστοτέλους πραγματεία καὶ αἱ εἰς αὐτὴν σχολαί.

---

Michael of Ephesus, In libros de partibus animalium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4034.tlg003.local001/.
