Ancient Greek
ΣΧΟΛΙΑ EII TO ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ ΜΙΧΑΗΛ TOY ΕΘΕΣΙΟΥ.
Michael of Ephesius, In libros de partibus animalium ΣΧΟΛΙΑ EII TO ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ ΜΙΧΑΗΛ TOY ΕΘΕΣΙΟΥ..1
Not analysed yet
Ὥσρερ ἐν τοῖς ἠθικοῖς ἐπιγραφομένοις Νικομαχείοις πρότερον προεῖπε ποταπὰς δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς περὶ τὰ καλὰ καὶ τὰ δίκαια γινομένας, ὁποῖόν τε τὸν περὶ τούτων ἀκουσόμενον εἶναι χρή, ὅτι πεπαιδευμένον (κρίνει γάρ, φησὶν ἐν ἐκείνοις, ἕκαστος καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής· καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος) ὡς οὗν ἐν ἐκείνοις ταῦτα προειπὼν οὕτω τὸν περὶ τῶν ἠθῶν λόγον ἐποιήσατο, οὕτω κἀνταῦθα ποιεῖ καὶ ἐκτίθεται τὸν ἀκουσόμενον τῆς περὶ τῶν ζῴων μορίων καὶ τῶν αἰτιῶν, δι’ ἃς ταῦτα ἔχει τὰ ζῷα, πραγματείας, καί φησι περὶ πᾶσαν θεωρίαν τιμιωτέραν τε καὶ ταπεινοτέραν δύο ἕξεις εἰσίν, ὧν τὴν μὲν ἐπιστήμην προσαγορεύομεν καὶ τὸν ἔχοντα αὐτὴν ἐπιστήμονα καλοῦμεν, θατέραν δὲ παιδείαν καὶ τὸν ἀπ’ αὐτῆς πεπαιδευμένον᾿. πεπαιδευμένος δὲ λέγεται οἷον φέρε εἰπεῖν ἐπὶ γεωμετρίας οὐχ ὁ ἔχων ἀκριβεστάτην πάντων ἕξιν τῶν γεωμετρικῶν θεωρημάτων ὁ γὰρ τοιοῦτος κυρίως ἐπιστήμων ὀνομάζεται), ἀλλ’ ὁ ἔχων γεωμετρικὰς ἀρχὰς καί τινων θεωρημάτων γνῶσιν καὶ δυνάμενος ἐκ τούτων κρίνειν τὸν διαλεγόμενον ὡς γεωμέτρην κατὰ τὰς γεωμετρικὰς ἀρχὰς καὶ ὡς δεῖ γεωμέτρην διαλέγεσθαι. ὅστις οὖν ἔχει ἀρχὰς γεωμετρικὰς ἀριθμητικάς τε καὶ ἀστρονομικὰς καὶ φυσικάς, καὶ ἁπλῶς ἁπασῶν τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ δυνάμενος ἐκ τούτων κρίνειν τόν τε φυσικόν, εἰ φυσικῶς διαλέγεται, καὶ τὸν μαθηματικόν, εἰ μαθηματικῶς, καὶ τοὺς ἄλλους ὁμοίως, ὁ δὴ τοιοῦτος ὀνομάζεται ὅλως πεπαιδευμένος ἤγουν περὶ ἅπαντα πεπαιδευμένος καὶ ἁπάντων ἀρχὰς ἔχων καὶ πάντων κριτικὸς νομιζόμενος, εἷς ὢν τῷ ἀριθμῷ· οὐ γὰρ πολλοὶ ὁ τοιοῦτος, ἀλλ’ εἷς. ὅστις δὲ ἔχει ἀρχὰς μιᾶς τινος φύσεως καὶ ἐπιστήμης, οἷον γεω- μετρίας μόνης, οὗτος διάκειται περὶ ἕν τι μόριον τῆς ὅλης ἐπιστήμης ὡς ὁ πρότερος περὶ ἅπαντα. ἐκ δὴ τούτων δῆλον ὅτι ὁ μὲν ἐπιστήμων καὶ πεπαιδευμένος ἐστίν, οὐ πᾶς δὲ πεπαιδευμένος ἐπιστ· ήμων. εἰ δὴ ἐπὶ πάντων οὕτως ἔχει, δεῖ καὶ τῆς περὶ φύσεως ἱστορίας ὑπάρχειν ἀρχὰς καὶ ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ὁ ἀκροώμενος ἀποδέξεται τὰ δεικνύμενα χωρὶς τοῦ πῶς ἔχει τἀληθές. εἰ γὰρ τοῦτό ποτε θεωρεῖ, ἀλλ’ οὖν οὐ προηγουμένως ὁ πεπαιδευμένος σκοπεῖ, κἂν ἀληθὲς ἢ μὴ τὸ δεικνύμενον ᾖ ἐπιστήμονος γάρ ἐστι τοῦτο), ἀλλ’ ἔργον ἐστὶν αὐτῷ θεωρῆσαι, εἰ γεωμετρικόν ἐστι τὸ δεικνύμενον, εἰ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δεί- κνυται. Ταῦτ’ εἰπὼν ἐπάγει ‘ἆρα δεῖ λαβόντας ἑκάστην οὐσίαν περὶ ἑκάστης ἰδίᾳ ζητῆσαι, οἷον χωρὶς μὲν περὶ |ἀνθρώπου φύσεως καὶ ἰδίως περὶ λέον· τος, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑποθεμένους’; οἷον ἐπεὶ συμβέβηκε καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ λέοντι καὶ ἄλλοις πολλοῖς τὸ ἀναπνεῖν, τὸ αὔξειν, τὸ φθίνειν, δεῖ ὡς κοινόν τι πρᾶγμα καὶ κοινήν τινα φύσιν λαβεῖν τὸ ἀναπνευστικὸν καὶ ζητεῖν, ὅπως καὶ διὰ τί ἀναπνέουσι τὰ ἀνα- πνευστικὰ καὶ αὔξει τὰ αὐξητικά, ἢ χωρὶς μὲν ἰδεῖν ὅπως ὁ ἄνθρωπος ἀναπνεῖ καὶ ἰδίως ὅπως ὁ ἵππος; εἰπὼν δὲ καὶ ὅτι πολλοῖς ἑτέροις οὖσιν ἀλλήλων τῷ εἴδει ὑπάρχει τὰ αὐτά, οἷον ὕπνος, ἀναπνοή, αὔξησις, φθίσις, θάνατος, ἐπήγαγε καὶ πρὸς τούτοις ὅσα τοιαῦτα τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων, ὃ ἴσον ἄν εἴη τῷ καὶ πρὸς τούτοις ἄλλα πλεῖστα κοινῶς ὑπάρχει τοῖς ζῴοις, ἃ παραλέλειπται καὶ οὐ κατείλεκται νῦν ἡμῖν· ταῦτα δ’ ἄν εἶεν ἐγρήγορσις, μακροβιότης, βραχυβιότης καὶ τὰ ὅμοια. τὸ δὲ ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων εἴρηται ἀντὶ τοῦ οὔπω γὰρ περὶ τούτων ὑπό τινος τῶν πρὸ ἡμῶν ἢ τῶν σὺν ἡμῖν ὄντων διώρισταί τε καὶ σεσαφήνισται, εἴτε χωρὶς δεῖ λέγειν εἴτε κοινῶς. εἰπὼν οὖν ὅτι πότερον δεῖ λαβόντας μίαν ἑκάστην οὐσίαν καὶ τὰ ἑξῆς, ἐπάγει φανερὸν δὲ καὶ ὅτι κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις τὰ αὐτά, αἰνιττόμενος διὰ τούτων ὡς οὐ δεῖ χωρὶς περὶ ἑκάστου λέγειν, ὅπως τε ὁ ἵππος ἀναπνεῖ καὶ ὅπως ὁ ἄνθρωπος, ἀλλὰ ληπτέον ὡς μίαν τινὰ φύσιν τὸ ἀναπνευστικὸν καὶ σκοπητέον, ὅπως γίνεται. ἐπεὶ δὲ τῶν κοινῶς ὑπαρχόντων τοῖς ζῴοις τὰ μέν ἐστι συνώνυμα, τὰ δ’ ὁμώνυμα, θεὶς ὑποδείγματα τῶν συνωνύμων ὕπνον, ἀναπνοήν, αὔξησιν, φθίσιν, τίθησι καὶ τῶν ὁμωνύμων λέγων ἕτερα δὲ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, τὸ ἕτε ῥα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών· ἡ γὰρ πορεία ὁμωνύμως βαδίσεως καὶ ἕρψεως καὶ πτήσεως κατηγορεῖται· τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν. τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἄν εἴη τῷ ἀρά γε ὥσπερ οἱ μαθηματικοὶ λαβόντες τὸ πρᾶγμα ὅτι ἐστὶν οὕτω τὰς αἰτίας, διὰ τί οὕτως ἔχει, ζητοῦσι λαβόντες γὰρ ἐξ αἰσθήσεως ὅτι τῶν ἀστέρων οἱ μὲν ἀεὶ δύνουσιν, ὡς τὸ λεγόμενον θυτήριον, ὡς ὁ στέφανος, οἱ δὲ οὐδέποτε ποιοῦνται δύσιν, ὡς ἡ ἄρκτος, οὕτω τὴν αἰτίαν διὰ τί οὕτως ἔχει ἐζήτησαν) οὕτω δεῖ καὶ τὸν φυσικὸν πρότερον ἰδεῖν, εἰ ἔχει τὰ ζῷα καρδίαν, πνεύμονα, φλέβας, καὶ οὕτω ζητῆσαι, διὰ τί ταῦτα ἔχουσι τὰ μόρια, ἢ ἀνάπαλιν; Ἤ τῇ αἰσθήσει ὁρισάμενος. ‘Ορίζεται τὴν ὑγείαν τῇ αἰσθήσει ὁ ἰατρός, ὅταν λαβὼν ὑγιᾶ χεῖρα φάσκῃ ‘ἐπειδὰν ἡ νοσοῦσα χεὶρ ἐνεργῇ ὡς αὕτη, τότε ὑγιανεῖ. ὁμοίως καὶ ἐπὶ οἰκίας ὅταν ἀφορῶν ὁ οἰκοδόμος πρὸς τὴν ἤδη οὖσαν ἑτέραν ὁμοίαν ἐκείνῃ ποιῇ. εἰς ὃ πειρῶνται πάντες σχεδόν. Οἱ γὰρ πρεσβύτεροι τούτου φιλόσοφοι τὸ ὑλικὸν ἅπαντες ἐζήτουν αἴτιον καὶ περὶ ἐκεῖνο διέτριβον ἧττον φροντίσαντες τῶν ἄλλων αἰτίων, κἂν ἐπὶ μικρὸν καὶ ἐκείνων, ὅσον ὀνειρώξασθαι, ἥψαντο. Ἀλλ’ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος. Ἕτερος, φησίν, ἐστὶν ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἤγουν τῆς ὕλης ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν καὶ ἐπὶ τῶν τεχναστῶν· τοῦτο γὰρ δεῖ προσυπακούειν. τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν· ὡς ἤδη γὰρ ὄντα λαβοῦσα τὸν ἄνθρωπον, κἄν μήπω ἐστί, λέγει ‘ἐπειδὴ τοιονδί ἐστιν ὁ ἄνθρωπος, δεῖ τοιᾶσδε ὕλης᾿, καὶ οὕ φησιν ἐπειδὴ τοιαύτη ἐστὶν ἡ ὕλη, δεῖ ἄνθρωπον εἶναι. καὶ ἡ ἰατρικὴ ὁμοίως τὴν ὑγίειαν ὡς οὖσαν, κἂν μὴ ἔστι, καὶ ὁ γεωμέτρης τὸ τρίγωνον ὡς ὂν λαβὼν ζητεῖ, εἰ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἐπὶ δὲ τῶν τεχναστῶν οὐχ οὕτως, ἀλλ’ ὡς μὴ ὂν καὶ δυνάμενον γενέσθαι· φαμὲν γὰρ ἱεῖ ἔσται πρίων, δεῖ τοιᾶσδε ὕλης’, καὶ ἐπὶ τῆς οἰκίας ὁμοίως. οὐδ’ ἔστιν εἰς ἀίδιον συναρτῆσαι. Οὐ δυνατόν ἐστι, φησίν, εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην ἐπὶ τῶν τεχναστῶν, ὥστε λέγειν ‘ἐπειδὴ ἡ |οἰκία τοδί ἐστι, δεῖ τοιαύτης ὕλης, καὶ ἐπεὶ τοιαύτη ὕλη ἐστίν, ἔσται οἰκία. ἐπὶ δὲ τῶν ἀιδίων δυνατὸν λέγειν ‘ἐπεὶ ὁ ἥλιος ἐν κριῷ ἐστιν, ἦν ἐν τοξότῃ, καὶ ἐπεὶ ἐν τοξότῃ ἐστίν, ἔστι ἐν κριῷ᾿. ἀλλὰ περὶ μὲν τούτων εἴρηκε καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς καὶ ἐν τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. Δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον προσήκει λέγειν. Καὶ τοῦτό φησι δεῖν γινώσκειν ἡμᾶς, ἀρ’ οὕτω ποιητέον τὴν παροῦσαν σκέψιν, ὥσπερ οἱ πρὸ ἡμῶν ἐποίουν. ἐκεῖνοι γὰρ ἔλεγον ὅτι τὴν τοῦ πράγματος γένεσιν, ὅπως γίνεται, πρότερον ζητεῖν ἄξιον· ταύτης γὰρ καταληφθείσης καὶ γνωρίμου γεγονυίας ἕπεται καὶ ἡ γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως καὶ τῆς οὐσίας αὐτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ οὐκ ἀρέσκεται, ἀλλά φησιν ἔοικεν ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, καὶ ληπτέον τὰ ὑπάρχοντα ἑκάστῳ γένει ὡς ὑπάρχοντα, καὶ θεωρητέον τίνα τίσιν ὑπάρχει καὶ ἐστίν, οἷον τοῖς μὲν βουσὶν ἐχῖνος, σηπίᾳ δὲ τὸ σηπίον καὶ ἄλλοις ἄλλα. καὶ μετὰ τὴν γνῶσιν τῶν ὑπαρχόντων ἑκάστοις οὕτω ζητητέον τήν τε γένεσιν αὐτῶν καὶ τὰς αἰτίας, καθ’ ἃς ταῦτα αὐτοῖς ὑπάρχει. εἰ γὰρ μὴ γνῶμεν πρότερον ὅτι εἰσί, πῶς ἄν ὅπως γέγονεν εὕροιμεν; οὕτω γὰρ καὶ ἐπὶ οἰκοδομήσεως ποιοῦμεν· ὡς οὖσαν γὰρ τὴν οἰκίαν λαβόντες, οὕτω τὴν γένεσιν αὐτῆς ζητοῦμεν, ὅπως ἐγένετο. εἰ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, οὐκ ὀρθῶς Ἐμπεδοκλῆς εἴρηκεν ὑπάρχειν πολλὰ τοῖς ζῴοις κατὰ συμβεβηκὸς καὶ ἀπὸ τύχης. ἔλεγε γὰρ τὴν ῥάχιν ἀπὸ τύχης καὶ κατὰ συμβεβηκὸς ἔχειν τοὺς σπονδύλους· μία γὰρ οὖσα, φησί, καὶ συνεχὴς ὥσπερ ἡ ῥάβδος ἡ κάλαμος, καὶ στραφέντος τοῦ ζῴου ἢ κύψαντος κατεάγη. ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα, ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἷναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ· ὥστε διὰ τὸ τὸν πατέρα τοιόνδε εἶναι καὶ τὸ σπέρμα δυνάμει τὰ μέρη, διὰ τοῦτο γέγονεν ἡ ῥάχις τοιαύτη καὶ τὰ λοιπὰ μόρια, ἀλλ’ οὐχ ὅτι ἐστράφη ἢ ἔκυψε κατεαγεῖσα ἔσχε τοὺς ἁρμούς. ἰστέον δὲ καὶ τόδε ὅτι ὥσπερ ἐπὶ τῶν ἀπὸ φύσεως καὶ τέχνης γινομένων προυπάρχοντος τοῦ ποιητικοῦ ὑπ’ αὐτοῦ γίνεται τὰ γινόμενα οἷά ἐστιν, οὕτω καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι ἔνια γίνεται οἷα ἂν ἐποίησε φύσις ἢ τέχνη. εἰπὼν δὲ ὅτι τῶν τεχναστῶν προυπάρχει τὸ ποιητικὸν ὅμοιον ὂν τῷ γινομένῳ ἐπήγαγεν ἡ γὰρ τέχ’ νη’ λόγος καὶ εἶδος τοῦ τέχ’ ναστοῦ ἐστιν ἄνευ τῆς ὕλης’. καὶ τοῦτο παναληθὲς· ἡ γὰρ οἰκοδόμησις οὐδὲν ἄλλο τυγχάνει οὖσα ἢ τὸ εἶδος τῆς οἰκίας χωρὶς ξύλων καὶ λίθων. διὸ οὐ τὴν τύχην καὶ τὸ κατὰ συμβεβηκὸς αἰτιατέον, ἀλλὰ λεκτέον ‘ἐπεὶ τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτα τὰ μόρια ἔχει’. οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων ἢ πάντων ἢ τῶν γε κυριωτάτων καὶ ὧν ἄνευ ἀδύνατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ δὲ μή, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις, καὶ ἢ ὅλως ἐχέτω τὰ μόρια, ἤτοι καὶ ἢ τὰ κυριώτατα ἐχέτω μόρια, καρδίαν, ἧ παρ’, τὰ ὅμοια, ὅτι χωρὶς τούτων ἀδύνατον εἶναι, ἢ καλῶς γε οὕτως, τουτέστιν ἢ πάντα ἐχέτω· τὸ γὰρ κάλλιον τοῦτό ἐστι τὸ μηδὲν ἐλλείπειν τῶν ἐν αὐτῷ μορίων. τὸ δὲ ταῦτα δὲ ἕπεται ἴσον ἐστὶ τῷ εἰ καλῶς ἔχοι ὁ ἄνθρωπος, ἕπεται ταῦτα πάντα μόρια αὐτοῦ· τῷ γὰρ καλῶς ἔχοντι τοῦτ’ ἀκολουθεῖ, τὸ μηδὲν ἐλλείπειν μήτε τῶν κυριωτάτων μήτε τῶν ἀκύρων. Εἰπὼν δὲ ἀνωτέρω ὅτι πρῶτον τὰ φαινόμενα καὶ ὄντα ληπτέον περὶ ἕκαστον γένος, εἶθ’ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ μεταξὺ πολλὰ παρενείρας ἐπάγει ἐπεὶ δὲ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδί, δυνάμει λέγων ‘δεῖ δὴ τὸ πρᾶγμα ὡς ὂν λαμβάνειν, εἶτα λέγειν, ἐπειδὴ τοιοῦτόν ἐστι καὶ φύσιν εἴληφε τοιαύτην, δεῖ τὴν γένεσιν ὡδὶ γενέσθαι, πρότερον μὲν καρδίαν, εἶτα ἄλλο καὶ οὕτως ἕτερον’. ἀλλ’ οὗτος μὲν οὕτω δαιμονίως περὶ τούτου διορίζει· Ἐμπεδοκλῆοκλῆς δὲ τὴν ὕλην αἰτιᾶται τῆς γενέσεως λέγων ‘ἐπεὶ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἄνω πεφύκασι φέρεσθαι, γῆ δὲ καὶ ὕδωρ κάτω, συναγούσης τῆς Φιλίας τὰ στοιχεῖα τὸ ἐν ἐμοὶ ὕδωρ κάτω πεφυκὸς φέρεσθαι ἐκοίλανε τὸν τόπον |ὃν καλοῦμεν κοιλίαν, καὶ πεποίηκεν αὐτήν ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει), ὁμοίως καὶ ὁ ἀὴρ ἐπὶ τὸ ἄνω φερόμενος διέρρηξε τὸν τόπον καθ’ ὃν οἱ μυκτῆρες, καὶ γεγόνασι μυκτῆρες. εἰ οὖν ἄτοπον ταῦτα λέγειν, ἔστι δὲ καὶ ὁ ἄνθρωπος καὶ τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν φύσει, λεκτέον ἂν εἴη περὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι ἐκ πυρός εἰσι καὶ ἀέρος, ὥσπερ κἄν εἰ περὶ κλίνης ἐποιούμεθα τὸν λόγον, ἐπειρώμεθα μᾶλλον περὶ τοῦ εἴδους λέγειν ἢ περὶ· τῆς ὕλης, εἰ δὲ μή, ἀλλ’ οὖν περὶ ἀμφοῖν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ οὐ περί γε τῆς ὕλης μόνης. καὶ πῶς ἄν περὶ ἀμφοῖν ἐλέγομεν, ἐπήγαγε ‘κλίνη γάρ ἐστι τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί, ἢ τόδε τὸ ὑποκείμενόν ἐστι τοιονδί. Εἰ μἐν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον τῶν ζώὢν. Δημόκριτος τὴν ἅπασαν ζήτησιν περὶ τῆς ὑλικῆς αἰτίας ποιούμενος ἀπεκρίνατο, τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα λέγων ἅπαντι δῆλόν ἐστιν ὁποῖόν τι κατὰ τὴν μορφὴν καὶ τὸ χρῶμα ὑπάρχει ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ζῴων, κατὰ δὲ τὴν ὕλην ἄδηλον· εἰ δὲ τοῦτο, περὶ τοῦ ἀδήλου τὴν ζήτησιν ποιητέον, καὶ οὐ περὶ τοῦ φανερωτάτου’. πρὸς ταῦτα ἐνίσταται ὁ Ἀριστοτέλης λέγων ‘εἰ μὲν οὖν κατὰ τοιονδὶ σχῆμα καὶ χρῶμα ὁ ἄνθρωπος οὐσίωται καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἄν ὁ Δημόκριτος λέγοι· εἰ δὲ μὴ κατὰ ταῦτα, ἀλλὰ κατὰ τὸν ὁριστικὸν λόγον, οὐκ ὀρθῶς. εἰ γὰρ ἦν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπῳ εἶναι κατὰ τοιονδὶ σχῆμα, ἦν ἂν καὶ ὁ τεθνεὼς ἄνθρωπος· σώζει γὰρ καὶ οὗτος τὸ τῶν ζώντων σχῆμα· ἀλλ’ ἄνθρωπος οὐκ ἔστιν. λίαν οὖν περὶ τούτων ἀπλῶς καὶ ἀνεπισκέπτως εἴρηκε, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ ἄν εἰ τέκτων λέγοι περὶ χειρὸς ξυλίνης ὅτι χείρ ἐστι ξύλον οὑτωσὶ λεανθὲν κοιλανθέν τε καὶ σχισθέν. οὕτω γὰρ καὶ οἱ φυσιολογοῖ τὰς τῶν σχημάτων αἰτίας λέγουσιν· ἐπεὶ τὸ ὕδωρ κάτω ῥεῖ, γέγονεν ἡ κοιλία, καὶ οἱ μυκτῆρες, ὅτι ὁ ἀὴρ ἄνω· ἀπὸ γὰρ τῆς ὕλης καὶ τῶν δυνάμεων, κουφότητος βαρύτητος, τὰς αἰτίας τοῦ σχήματος ἀποδιδόασι. καὶ ἴσως ὁ μὲν τέκτων αἴτια τοῦ σχήματος εἶπεν ἄν τὰ ὄργανα, τρύπανον καὶ σκέπαρνον, ὁ δὲ Δημόκριτος ἀέρα καὶ γῆν, ἀλλὰ βέλτιον ὁ τέκτων τὰς αἰτίας ἐρεῖ λέγων **καταλέγει οὖν αὐ- τὰς οὗτος λίαν σαφῶς. δῆλον οὖν ὅτι οὐκ ὀρθῶς λέγουσιν, ἀλλὰ λεκτέον τὸ εἶδος τοῦ ζῴου, κἂν ἄνθρωπος κἂν ἄλλο ὁτιοῦν ἐστιν, ὅτι τοιοῦτον, καὶ περὶ ἐκείνου τοῦ εἴδους ζητητέον καὶ τί ἐστι καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον. καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή, ἡ λογική τε καὶ ἄλογος, ἢ μέρος ψυχῆς, τουτέστι μόνη ἡ ἄλογος, ἢ ἂν ἀδύνατον χωρὶς ψυχῆς εἶναι τὸ τοῦ ἀνθρώπου εἶδος ἀπελθούσης γὰρ τῆς ψυχῆς οὐκέτι ζῷόν ἐστιν ὁ ἄνθρωπος οὐδὲ τῶν μορίων οὐδὲν πλὴν τῷ σχήματι μόνον, καθάπερ καὶ τὴν μυθευομένην Νιόβην ἀπολιθωθεῖσαν ἄνθρωπον μὲν μηκέτι εἶναι, σώζειν δὲ τὸ σχῆμα **)εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοὐ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν, καὶ εἰ μὴ περὶ πάσης, τῆς τε λογικῆς καὶ ἀλόγου, ἀλλὰ τέως περὶ τῆς ἀλόγου, καθ’ ἣν τὰ ζῷα τὸ ζῷα εἶναι ἔσχηκεν. ἄλλως τε καὶ τῆς φύσεως τῆς μὲν ὡς ὕλης λεγομένης, τῆς δὲ ὡς εἴδους καὶ ἔστιν ἡ εἰδικὴ φύσις καὶ ὡς κινοῦσα καὶ ὡς τέλος· αὕτη γὰρ ὡς ἐφετὸν καὶ κοσμοῦν κινεῖ τὴν ὕλην· ἀλλὰ καὶ τὸ τέλος αὕτη· πάντα γὰρ τὰ πρὸ τοῦ εἴδους γινόμενα ἕνεκα τούτου γίνεται) διχῶς οὖν τῆς φύσεως λεγομένης, ὧν ἡ μέν ἐστιν ὡς οὐσί καὶ ἔστιν αὕτη ἤτοι ἡ πᾶσα ψυχή, ἡ λογικὴ καὶ ἄλογος, ἢ μέρος τι αὐτῆς οἷον ἡ ἄλογος, καὶ διὰ τοῦτο ῥητέον ἂν εἴη τῷ φυσικῷ περὶ ψυχῆς καὶ τοῦ εἴδους μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἡ τοῦτο δι’ ἐκείνην. Ταῦτα εἰπὼν ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· ὁ δὲ νοῦς τῶν πρός τι ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς), ἐν δὲ τοῖς πρός τι ὁ θάτερον εἰδὼς καὶ θάτερον οἶδεν· ὥστε εἰ περὶ τοῦ νοῦ λέγει ὁ φυσικός, ἐρεῖ καὶ περὶ τῶν νοητῶν. εἰ οὖν ἡ φυσικὴ λέγει καὶ περὶ τῶν αἰσθητῶν καὶ περὶ τῶν νοητῶν, οὐδεμία ἔστι ἄλλη ἐπιστήμη παρὰ τὴν φυσικήν· οἰ|χήσεται ἄρα ἡ θeολογί. εἰπὼν δὲ ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης λέγειν περὶ νοῦ καὶ τῶν νοητῶν, ἐπήγαγεν εἴπερ ἄλλα, τουτέστιν εἴπερ ἕτερον ὁ νοῦς καἰ τὰ νοητά, ἀλλὰ μὴ ταὐτά· εἴρηκε γὰρ ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς ὅτι πᾶς νοῦς νοητὸς καὶ πᾶν κυρίως νοητὸν νοῦς. ἀπορήσας οὖν λύει λέγων οὐκ ἔστι πᾶσα ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα τῆς ψυχῆς, ἀλλ’ αὐξήσεως μὲν αἴτιον τὸ θρεπτικὸν μόριον, ἀλλοιώσεως δὲ τῆς μετὰ συναισθήσεως γινομένης καὶ μὴ ἄνευ αἰσθήσεως τὸ αἰσθητικόν, φορᾶς δὲ τὸ ὀρεκτικὸν καὶ οὐ τὸ νοητικόν. ἐπεὶ οὖν ἡ φύσις ἀρχὴ κινήσεως ἐστι καὶ ἠρεμίας, τὸ δὲ νοητικὸν αἴτιον κινήσεως οὐκ ἔστι, δῆλον ὅτι περὶ τῶν κινητικῶν μορίων τῆς ψυχῆς ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ. τὸ δὲ ἓν ἢ καὶ πλέ’ ἴω εἶπεν ὡς εἰ ἔλεγε τὰ δὲ κινητικὰ τῆς ψυχῆς μόρια εἴτε ἕν ἐστιν εἴτε καὶ πλείω ἑνός, περὶ τῶν τοιούτων ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ᾿. δείκνυσι δὲ ὅτι οὐδὲ περὶ τῶν μαθηματικῶν ὁ φυσικὸς ἐρεῖ, διότι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, τὰ δὲ ἐξ ἀφαιρέσεως, ἅπερ ἐστὶ τὰ μαθηματικά, οὐχ ἕνεκά του εἰσί. καὶ ὥσπερ, φησίν, ἐν τοῖς τεχναστοῖς ἐστιν ἀρχὴ κινήσεως η τέχνη, οὕτως ἐν ἥμιν ἄλλη τις ἀρχὴ καὶ αἰτία, εἴτε ψυχὴν εἴτε φύσιν αὐτὴν καλεῖν δεῖ. αὐτὸς γὰρ καὶ τὴν ψυχὴν φύσιν ἐνταῦθα εἴρηκεν, ὥστε καθολικώτερον ἡ φύσις τῆς ψυχῆς. ταύτην δέ, φησί, τὴν ἀρχὴν καὶ αἰτίαν τὴν ἀνάλογον οὖσαν τῇ τέχνῃ, ἔχομεν ἐκ τοῦ σύμπαντος κόσμου ὥσπερ καὶ τὸ ψυχρὸν καὶ τὸ θερμόν· ἐκ τοῦ κόσμου γὰρ καὶ αὐτὰ σύνεισιν ἡμῖν. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ τὸ σπέρμα εἴρηκεν ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα. τὸ γὰρ ποίησαν τὸν Σωκράτην σπέρμα εἰ καὶ πρότερόν ἐστι Σωκράτους τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει καὶ τῷ τιμίῳ καὶ ὅλως τῷ τελείῳ ὕστερόν ἐστι τοῦ Σωκράτους. ὃ καὶ κατασκευάζων ἐπήγαγε τὸ γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος, ἴσον λέγων τῷ τὸ μὲν σπέρμα γένεσίς ἐστι, πᾶσα δὲ γένεσις ἀτελής, τὸ δὲ ἐκ τοῦ σπέρματος γεγονὸς τέλος καὶ οὐσία· τὸ δὲ τέλος ἡ οὐσία πρότερον τῇ φύσει τοῦ ἀτελοῦς. ἀλλ’ ὁ μὲν Σωκράτης πρότερος τῇ φύσει τοῦ ἐξ οὗ γέγονε σπέρματος, ὁ δὲ Σωφρονίσκος ἀμφοτέρων τῷ χρόνῳ καὶ Σωκράτους καὶ τοῦ ἐξ οὗ ὁ Σωκράτης σπέρματος. λέγεται δὲ τὸ σπέρμα διχῶς· τὸ γὰρ σπέρμα ἐξ οὗ ὁ Σωκράτης λέγεται καὶ Σωκράτους σπέρμα, λέγεται καὶ Σωφρονίσκου, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν εἰρημένον· τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε· τοὺ δὲ Σωκράτους ὡς οὗ· αὐτοῦ γὰρ ἕνεκα, ἢ τούτου γάρ ἐστι ποιητικόν. Ἴσως δ' ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην. Εἰπὼν ὅτι πολλὰ γὰρ γίνεται καὶ διὰ τὴν ἀνάγκην, λέγει ‘ἀπορήσειε δ’ ἄν τις, ἐπειδὴ πολλαχῶς ἡ ἀνάγκη λέγεται᾿, ὡς ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ εἴρηται᾿. ταῦτα γὰρ ᾐνίξατο διὰ τοῦ ὡς ἐν τοῖς κατὰ φιλοσοφίαν εἴρηται· εἶπε γὰρ ἐκεῖ ἀναγκαῖον λέγεται καὶ τὸ βίᾳ ἀναγκαῖον, καὶ αἱ προτάσεις· εἰ γὰρ ἔσται τοιόνδε συμπέρασμα, ἀνάγκη τοιάσδε εἶναι προτάσεις. λέγεται ἀναγκαῖον καὶ οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι’. λέγει οὖν ὅτι ἡ ζητουμένη ἐνταῦθα ἀνάγκη κατ’ οὐδένα λέγεται τῶν πρότερον δύο τρόπων, οὔτε ὡς τὸ βίᾳ οὔτε ὡς αἱ προτάσεις, ἀλλὰ κατὰ τὸν τρίτον τὸν οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι· ἄνευ γὰρ τροφῆς οὐχ οἷόν τε ζῷον εἶναι. τοῦτο, δέ, φησί, τὸ τρίτον ἀναγκαῖον ὥσπερ ἐξ ὑποθέσεως ἐστιν, ἤτοι τρόπον τινὰ ἐξ ὑποθέσεως ἐστι· καὶ σαφηνίζει διὰ παραδείγματος, ὅπως ἐστὶν ὥσπερ ἐξ ὑποθέσεως. ὥσπερ γάρ, φησίν, ἐπειδὴ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν, χαλκοῦν, οὕτω καὶ ἐπειδὴ τὸ σῶμα ὄργανον, ἀνάγκη τάδε εἶναι. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας, ὕλη καὶ εἶδος, καὶ δεῖ λέγοντας τυγχάνειν ἀμφ’ οἶν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν· τουτέστιν εἰ δὲ μή ἐστιν ὕλη, ὥσπερ ἐν τῷ οὐρανίῳ σώματι, δεῖ πειρᾶσθαι δηλοῦν καὶ φανερὸν ποιεῖν ὡς ἐνταῦθα ὑλικὸν αἴτιον οὐκ ἔστιν. ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λείπει γὰρ τὸ δῆλον. τὸ δὲ ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει εἴρηται ἀντὶ τοῦ ἄκων ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος ἅπτεται τῆς εἰδικῆς αἰτίας. ἥψατο δέ, φησίν, αὐτῆς καὶ Δημόκριτος, οὐχ ὡς ἀναγκαίας δὲ οὔσης τῷ περὶ φύσεως λέγοντι εἴρηκε περὶ αὐτῆς, ἀλλὰ καὶ οὗτος ἄκων ὑπὸ τῆς ἀληθείας παρασυρείς· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ἐκφερόμενος ὑπ’ αὐτοῦ τοῦ πράγματος. Ταῦτα εἰπὼν λέγει καὶ πῶς δεῖ ποιεῖσθαι τὰς τοιαύτας ἀποδείξεις τῆς ἀνάγκης λέγων ‘ἔστιν ἡ ἀναπνοὴ χάριν τοὐ περιψύχεσθαι τὴν καρδίαν· τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης’. ἐπὶ δὲ τῆς ἀνάγκης, φησίν, ὅταν λέγῃ τις ὅτι τοῦτο γίνεται διὰ τάδε ἐξ ἀνάγκης, ὁτὲ μὲν τοῦτο λέγει ὡς εἰ μέλλει ἔσεσθαι ἐκεῖνο τὸ οὗ ἕνεκα, ἀνάγκη ταῦτα ἔχειν τὰ μόρια (εἰ γὰρ ἔσται ἀναπνοή, δεῖ πνεύμονος τραχείας ἀρτηρίας †πνοῆς ἧς ἕνεκα ἀναπνοῆς ταῦτα γέγονεν), ὁτὲ δὲ οὐ τοῦτο σημαίνει διὰ τοῦ ἐξ ἀνάγκης, ἀλλ’ ὅτι ἔστι τόδε, ὅτι οὕτω πέφυκεν· ἔστι γὰρ ἐξ ἀνάγκης τῷ πυρὶ τὸ ἄνω φέρεσθαι οὐχ ὅτι ἕνεκα τῆς ἄνω φορᾶς γέγονέ τινα, ἀλλ’ ὅτι οὕτω πέφυκεν. ὥστε εἴ τις εἴπῃ ἀνάγκη τὸ πῦρ ἄνω φέρεσθαι’, τοῦτό φησι τέθεικε τὸ παράδειγμα εἰπὼν τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον. ῥητέον δὲ πρὸς σαφήνειαν αὐτοῦ ταῦτα· ὁ Πλάτων’ πῶς ποτε τὸ ἀναπνεῖν γίνεται λέγων, εἴρηκεν ὅτι ὁ εἰσερχόμενος 5 ἐν τῷ πνεύμονι ἀὴρ διὰ τῶν μυκτήρων ἢ τοῦ στόματος, θερμαινόμενος ἐν τῷ πνεύμονι καὶ διὰ τοῦτο λεπτυνόμενος φέρεται ἄνω καὶ ἐξέρχεται διὰ τῶν μυκτήρων, ἐξερχόμενος δὲ καὶ προσεγγίζω ἵζων τῷ ἐκτὸς ἀέρι τῷ εὐθὺς ἁπτομένῳ τῶν μυκτήρων ψυχρῷ ὄντι πυκνοῦται καὶ συστέλλεται ἐντὸς εἰς ἐλάττον κατὰ πολὺ τόπον τοῦ ὃν κατεῖχε πρὸ τοῦ πυκνωθῆναι. ἐπεὶ δὲ οὐκ ἔστι κενόν, διὰ τὴν τοιαύτην ἀνάγκην συνέπεται τῷ πυκνωθέντι ἀέρι ἐκτὸς ἄλλος ἀὴρ ἀναπληρώσων τὸν τόπον ὃν ἀπέλιπεν ὁ πυκνωθείς. οὕτως οὖν ὁ Πλάτων ἐφυσιολόγει τὸ ἀναπνεῖν. λαμβάνει δὲ ταύτην Ἀριστοτέλης τὴν δόξαν εἰς παράδειγμα οὐχ ὡς ἀρεσκόμενος ταύτῃ, ἀλλὰ σαφηνίσαι δι’ αὐτῆς βουληθείς, πῶς τὸ ἀναγκαῖόν ποτε σημαίνει τὸ οὕτω πέφυκε. τὸ θερμὸν γάρ, φησίν, ἀναγκαῖον ἐξιέναι, λέγων θερμὸν τὸν ἐν τῷ πνεύμονι ἀέρα· ἀναγκαῖον οὖν, τουτέστι πέφυκε τὸ θερμὸν ἄνω φέρεσθαι ἐξέρχεσθαί τε ᾗ ἂν εὑρήσει δίοδον, καὶ ἐξερχόμενον ἀντικροῦσαν τῷ ἐκτὸς ἀέρι καὶ πυκνωθὲν πέφυκε συστέλλεσθαι καὶ εἰσιέναι ἐντὸς ὥσπερ τις κοχλίας ἢ χελώνη ἐν τῷ οἰκείῳ ὀστράκῳ, τούτου δὲ συστελλομένου εἰσρεῖν τὸν ἐκτὸς ἀέρα εἴσω διὰ τῶν μυκτήρων. τοῦτο δὲ ἀναγκαῖον, ἤτοι τοῦτο δὲ οὕτω πέφυκε γίνεσθαι. τίθησι δὲ καὶ παράδειγμα τοῦ αὐτοῦ λέγων τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος ἡ εἴσοοος. ὑποστικτέον οε εἰς τὸ ἀντικόπτοντος, εἶτα ἐπακτέον τὸ ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικοπτομένου καὶ οἱονεὶ ἀναχαιτιζομένου καὶ εἰς τοὐπίσω παλινοστοῦντος, ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως γίνεται τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος· τούτου δὲ εἰσελθόντος καὶ θερμανθέντος καὶ φερομένου ἄνω, ὡς πέφυκε φέρεσθαι, γίνεται ἡ ἔξοδος. Λαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς. Τὰ εἰδικώτατα εἴδη λαμβάνειν ὁ Πλάτων βουλόμενος (ταῦτα γὰρ εἶπε καθ’ ἕκαστον) ἐλάμβανε τὸ γένος καὶ διῄρει εἰς δύο, καὶ ἑκάτερον πάλιν τῶν τμημάτων εἰς δύο κἀκεῖνο, οὕτω λέγων τῆς ποδότητος τὸ μέν ἐστι πολύπουν, τὸ δ’ ὀλιγόπουν᾿, καὶ ἑκάτερον τούτων διῄρει πάλιν εἰς δύο, καὶ διὰ τῆς τοιαύτης διαιρέσεως ἐπειρᾶτο λαμβάνειν τὰ εἰδικώτατα εἴδη. δείκνυσι δὲ οὗτος διὰ πλειόνων ὡς ἀδύνατόν ἐστι διὰ τῆς τοιαύτης μεθόδου λαμβάνειν τὰ εἴδη· συμβαίνει γὰρ οὕτω τὸ αὐτὸ καὶ ἓν εἶδος πίπτειν ὑπὸ τὰς ἐναντίας διαφοράς, ὡς δείξει, ὅπερ οὐ καλόν· ἡ γὰρ διαίρεσις ἐπὶ τούτῳ γίνεται, ἵνα ἐν θατέρῳ τμήματι τὸ ζητούμενον ἐμπεσεῖται. ἀλλ’ οὐκ ἐν τοῖς ἀμφοτέροις· γίνεται δὲ τοῦτο διὰ τὸ τὴν διαίρεσιν εἰς δύο βούλεσθαι ποιεῖν. πῶς δὲ δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, αὐτὸς ἐρεῖ μετὰ τὰς πρὸς τὴν Πλάτωνα ἀντιλογίας. ἃ δὲ νῦν λέγει ταῦτα ἂν εἴη· λαμβάνειν, φησί, πειρῶνται τὸ καθ’ ἕκαστον ἤτοι τὸ εἰδικώτατον εἶδος, διαιροῦντες τὸ γένος εἰς δύο διαφοράς· τὸ δὲ οὕτω λαμβάνειν αὐτὸ πειρᾶσθαι τῇ μέν ἐστιν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. καὶ τῆς δυσκολίας καὶ τοῦ ἀδυνάτου τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τουτέστιν ἐπί τινων μία διαφορὰ ἡ τελευταία ἐστὶν ἡ τὸ πρᾶγμα εἰδοποιοῦ σὰ· συμβαίνει οὖν ἐκ τῆς διχοτομίας πολλάκις λέγειν τὸ αὐτό. ἔστω οὗν λαβεῖν ἐκ τῆς τοιαύτης διαιρέσεως τὸν ἄνθρωπον καὶ ῥητέον τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν· ὁ δὲ ἄνθρωπος ἄπουν μὲν οὐκ ἔστιν, ὑπόπουν ἄρα. καὶ τοῦ ὑπόποδος τὸ μέν ἐστι δίπουν τὸ δὲ πολύπουν· |ὁ δ’ ἄνθρωπος πολύπουν μὲν οὐκ ἔστι, δίπουν δ’ ἄρ. ὁ ἄνθρωπος ἄρα ἔστι ζῷον ὑπόπουν δίπουν. ὥστε δὶς εἴρηται τὸ ὑπόπουν· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. οὕτως δὲ ἔδει λέγειν, ὁ ἄνθρωπός ἐστι ζῷον δίπουν, οὐ μὴν ζῷον ὑπόπουν δίπουν. πάλιν τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, τὸ δίπουν εἰς σχιζόπουν καὶ ἀσχιδές· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον πεζὸν δίπουν σχιζόπουν. τρὶς ἄρα εἴρηται τὸ ὑπόπουν καὶ δὶς τὸ δίπουν, καὶ πολύπουν τὸ δίπουν]· ὅτε γὰρ εἶπε δίπουν, ὑπόπουν εἶπεν, ἀλλὰ μὴν εἶπε τὸ ὑπόπουν καὶ ἐν τῇ ἀπαριθμήσει, ὅτε ἔλεγεν ὁ ἄνθρωπός ἐστι ζῶον ὑπόπουν δίπουν· ὥστε ὅτε εἶπεν ὑπόπουν, εἶπεν ἐξ ἀνάγκης τὸ ὑπόπουν, ἀλλὰ καὶ ὅτε εἶπε τὸ δίπουν, ὑπόπουν εἶπε· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. ἀλλὰ καὶ ὅτε σχιζόπουν εἶπεν, ὑπόπουν εἴρηκεν ὁμοίως καὶ δίπουν]. εἰ δὴ ἡ ἐσχάτη διαφορὰ κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα, μάτην ἦσαν εἰλημμέναι αἱ λοιπαί· συνεπιφέρει γὰρ ἡ ἐσχάτη τὰς πρὸ αὐτῆς. εἰ δὲ λέγει τις ὡς οὐκ ἔστιν αὕτη κυρία, ἀλλὰ καὶ αἱ λοιπαί, καὶ δεῖ κἀκείνας λέγειν, συμβήσεται τὸ αὐτὸ πολλάκις λέγειν. τοῦτο δὲ εἴρηκε καὶ ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικά. Ἔτι, φησί, προσήκει μὴ διασπᾶν ἕκαστον γένος, λέγων γένος τὸ εἰδικώτατον εἶδος. οὐ δεῖ οὗν διασπᾶν καὶ τιθέναι τὸ αὐτὸ καὶ ἓν εἶδος ἐν ταῖς ἐναντίαις διαφοραῖς, οἷον εἴ τις διαιρεῖ τοὺς ὄρνιθας καὶ τοὺς μὲν τίθησιν ἐν τῇδε τοὺς δὲ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι τῷ Πλάτωνι διαιρέσεις· ἐν ἐκείναις γὰρ τοὺς μὲν τῶν ὀρνίθων μετὰ τῶν ἐνύδρων τετάχθαι λέγει, τοὺς δὲ ἐν ἄλλῳ γένει. Καὶ ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι, τῷ τε σχιζοπτέρῳ <καὶ> τῷ ῥυγχωτῷ κεῖται ὄνομα ὄρνις, ἄλλῃ δὲ ὁμοιότητι ἰχθύς, τινὲς δὲ ὁμοιότητες ἀνώνυμοί εἰσιν· ἐπὶ γὰρ τῶν ἐναίμων οὐ κεῖται ὄνομα ὥσπερ ἐπὶ τῶν σχιζοπτίρων ὁ ὄρνις. ἀπορήσειε δ’ ἄν τις, πῶς ὥσπερ ὁ ὄρνις ὄνομά ἐστιν, οὐκ ἄν εἴη καὶ τὸ ἔναιμον ὄνομα, ἀλλ’ ἀνώνυμον. ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης· καὶ γὰρ κατὰ τὸ σχιζόπτερον ὅμοιά εἰσι κόραξ, κορώνη, τὰ ἄλλα καὶ κατὰ τὰ ῥύγχη καὶ κατὰ τοὺς πόδας, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἐντός, μόνῳ δὲ τῷ μεγάλῳ καὶ μικρῷ διαφέρουσι· τῶν γὰρ ὀρνίθων τινῶν μέν εἰσι καὶ οἱ πόδες καὶ τὰ πτερὰ μείζονα, τινῶν δ’ ἐλάττονα. διὰ οὖν τὴν τοιαύτην ὁμοιότητα ὄνομα καλεῖν τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, φημὶ δὴ τὸν ὄρνιν, οὐκ ἀπηξίωσεν. ἐπὶ δὲ τῶν ἐναίμων, ἐπειδὴ λίαν ἀνόμοια ἢ καὶ πάντῃ πρὸς ἄλληλα τυγχάνουσιν, οὐκ ἠθέλησε τὸ ἔναιμον ὄνομα εἰπεῖν. τίνα γὰρ ὁμοιότητα ἔχει ὁ τοῦ ἀνθρώπου ποὺς πρὸς τὸν τοῦ ἵππου ἡ ἡ κεφαλὴ πρὸς τὴν κεφαλὴν ἢ τὰ πλείω τούτων, ἵνα μὴ λέγω πάντα. Εἰπὼν οὖν ἔτι προσήκει μὴ διασπᾶν ἕκστον γένος, καὶ μεταξὺ ἀκόλουθά τινα τοῖς λεχθεῖσιν εἰπὼν ἐπήγαγεν εἴπερ οὖν μηδὲν τῶν ὁμογενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη, τουτέστιν εἰ δεῖ μὴ διασπᾶν τὰ ὁμογενῆ μηδὲ τὸ αὐτὸ καὶ ἓν ὑπὸ τἀς ἐναντίας τιθέναι διαιρέσεις, μάταιός ἐστιν ἡ εἰς δύο διαίρεσις· διασπᾷ γὰρ καὶ ὑπὸ ἐναντίας τίθησι διαιρέσεις τὸ αὐτὸ καὶ ἕν. τοῦ γὰρ πολύποδος τὸ μέν ἐστιν ἐν τοῖς πεζοῖς, τὸ δ’ ἐν τοῖς ἐνύδροις. Ἔτι τοὺς εἰς δύο τὴν διαίρεσιν ποιοῦντας ἀναγκαῖον στερήσει διαιρεῖν, καὶ οὐχ ἡμεῖς τοῦτό φαμεν, ἀλλὰ κἀκεῖνοι οὕτω ποιοῦσι. τοῦ γὰρ ζῴου φσὶ τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ τὸ μὲν πτερωτὸν τὸ δ’ ἄπτερον· στέρησις δὲ καὶ τὸ ἄπτερον καὶ τὸ ἄπουν, συμβαίνει δ’ ἐκ τούτου εἴδη εἶναι τῆς στερήσεως. οὐκ ἔστι δὲ διαφορά, τουτέστιν οὐκ ἔστιν εἴδη τῆς στερήσεως, καθὸ στέρησις· τοῦ γὰρ μὴ ὄντος (μὴ ὂν γὰρ ἡ στέρησις, ὡς ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως εἴρηται) τοῦ γὰρ δὴ μὴ ὄντος ἀδύνατον εἶναι εἴδη. δεῖ δὲ καὶ ἔχειν εἴὸη, εἴπερ ἐστὶ καθόλου διαφορά· εἰ γὰρ μὴ ἔχει εἴδη, διὰ τί ἄν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα; τὰ μὲν οὖν λεγόμενα οἶμαι τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν οὐκ ἔστι δἑ διαφορὰ στερήσεως ᾗ στέρησις τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν· ἔδει γὰρ εἰπεῖν ‘οὐκ ἔστι δὲ εἶδος στερήσεως’. τοῦτο δὲ εἶπε διὰ τὸ τὰ εἴδη ὑπὸ τῶν διαφορπων συνίστασθαί τε καὶ οὐσιῶσθαι. Χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη. Εἰπὼν ὅτι τοῖς διαιροῦσιν εἰς δύο τὰ γένη ἀναγκαῖον στερήσει τὴν διαίρεσιν ποιεῖν, καὶ δὴ ποιοῦσι, καὶ εἰς ἄτοπον συνωθήσας τὸν λόγον τὸ εἴδη εἶναι τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος, λέγει ὅτι καὶ ἐπὶ τῶν διαφορῶν τῶν ὡς ἕξεων λεγομένων, ὑφ’ ἃς φανερῶς ἐστιν εἴδη, χαλεπόν ἐστι διχοτομοῦντας διαλα|βεῖν καὶ ὑπὸ μίαν διαίρεσιν θεῖναι εἶδός τι, ὡς μὴ ἐμπεσεῖν καὶ εἰς τὴν ἀντικειμένην. εὐθὺς γὰρ ὁ μύρμηξ καὶ ὑπὸ τὸ πτερωτόν ἐστι καὶ ὑπὸ τὸ ἄπτερον· ἀνάγκη οὗν μὴ μόνον ἐπὶ τῆς στερήσεως τοῦτο πάσχειν πρὸς τῷ καὶ εἴδη εἶναι αὐτῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἕξεων. πάντων δὲ χαλεπώτατον ἡ ἀδύνατον εἰς τά ἄναιμα. τοῦτο οὐ πρὸς τὸ χαλεπὸν μὲν οὗν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη εἴρηται, ἀλλὰ πρὸς τὸ δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου; ὥστε ἔσται τῆς στερήσεως εἴδη, <οἶον> τῆς ἀποδίας. τοῦτο δὴ κἀνταῦθα λέγων πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα, καὶ προσυπακουστέον τὸ μὴ εὑρίσκεσθαι εἴδη. ἀδύνατον γάρ, φησί, μὴ εἶναι εἴδη τῆς ἀναιμίας, καὶ συντόμως ἐπήγαγε τὴν τοῦ ἀδυνάτου αἰτίαν εἰπὼν ἀναγκαῖον ἑκάστην τῶν διαφορῶν ὑπάρχειν τινὶ τῶν καθ’ ἕκαστον. εἰ οὗν τὸ ἔναιμον ὑπάρχει τινί, δῆλον ὅτι καὶ τὸ ἀντικείμενον τὸ ἄναιμον, εἴπερ ἐστὶ διαφορά. δείξας οὖν οὕτως ὅτι ὑπάρχει καὶ τὸ ἄναιμόν τισι τῇ τοῦ ἐναίμου παραθέσει, κατασκευάζει τὸ προκείμενον, φημὶ δὴ τὸ εἶναι εἴδη καὶ τοῦ ἀναίμου, λέγων εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσι, καὶ τὰ ἑξῆς. διαφέρει δὲ τῷ εἴδει ἄνθρωπος καὶ ὄρνις καὶ τὰ ὅμοια· εἰ οὖν μὴ ἐνδέχεται τοῖς διαφέρουσι τῷ εἴδει ὑπάρχειν εἶδός τι ἄτομον τῆς οὐσίας καὶ ἕν λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν, οἷον τὴν διποδίαν), εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ διποδίαν ὑπάρχειν ἀνθρώπῳ καὶ ὄρνιθι (ἄλλη γὰρ ἡ ἐν τῷ ἀνθρώπῳ διποδία καὶ ἑτέρα ἡ ἐν τῷ ὄρνιθι) ὡσαύτως ἄλλο τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἕτερον τὸ ἐν ὄρνιθι. καὶ ὅτι ἕτερον καὶ ἕτερον καὶ τὸ ἔναιμον καὶ τὸ δίπουν, κατασκευάζει διὰ τοῦ ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον. ἐλλιπῶς δὲ τοῦτο τεθὲν καὶ ἀσαφῶς εἴη ἄν τὸ πλῆρες τοιοῦτον· πότερον τὸ ἔναιμον τῆς οὐσίας ἔστι τοῦ ἀνθρώπου καὶ ὄρνιθος ἢ οὕ; εἰ μὲν οὐκ ἔστιν, ἔσται ἄναιμον ὁ ἄνθρωπος καὶ ὁ ὄρνις, ὅπερ ἀδύνατον· εἰ ὅ ἔστι τῆς οὐσίας, πότερον ἕτερον τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἄλλο τὸ ἐν ὄρνιθι, ἢ ταὐτόν; εἰ μὲν οὖν ταὐτόν, ἡ μία καὶ ἡ αὐτὴ διαφορὰ ὑπάρξει δυσί, καὶ ἔσται ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὸ αὐτό· λείπεται ἄρα ἕτερον εἶναι καὶ ἕτερον. εἰσὶν ἄρα εἴδη τοῦ ἐναίμου· εἰ δὲ τοῦτο, ἢ ἀδύνατον τὸ ἄναιμον καὶ τὴν στέρησιν διαφορὰν εἶναι, ἢ εἴπερ ἔστιν, ἔσονται τῆς στερήσεως εἴδη· διὰ τί γὰρ τοῦ ἐναίμου διαφορᾶς ὄντος ἔσονται εἴδη, τοῦ δὲ ἀναίμου διαφορᾶς καὶ αὐτοῦ ὄντος οὐκ ἔσται; ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη ἱεῖ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν διαφορὰν ὑπάρχειν τοῖς διαφέρουσι τῷ εἴδει, ἔσονται τοῦ ἐναίμου εἴδη. ἀλλὰ μὴν οὐκ ἐνδέχεται, ὡς δέδεικται· εἰσὶν ἄρα τοῦ ἐναίμου εἴδη. εἰ δὲ τοῦτο, καὶ τοῦ ἀναίμου ὅπερ ἔδει δεῖξαι. Ἔσονται δὲ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις. Καὶ τοῦτο ἐκ τῆς εἰς δύο διαιρέσεως τῶν γενῶν συνάγεται, τὸ εἶναι τοσαύτας τὰς διαφοράς, ὅσα τὰ εἴδη. ἐπειδὴ γὰρ τὴν διαίρεσιν ποιοῦνται ἕως ἄν εἰς διαφορὰν καταντήσωσι μὴ ἐπιδεχομένην διαίρεσιν, αὕτη δὲ μετὰ τοῦ οἰκείου γένους εὐθὺς εἶδός ἐστι, φανερὸν ὅτι ὅσα ἄτομα ζῷα, ἤγουν εἰδικώτατα εἴδη, τοσαῦται καὶ αἱ διαφοραί, εἴπερ ἄτομοι καὶ αὗται καὶ μηδεμία κοινή· εἰ γάρ ἐστι κοινή τις διαφορά, ἔσται τὸ αὐτὸ ὑπὸ τὰς ἀντικειμένας διαφοράς, ὅπερ ἤδη λέγειν πεπαύμεθα. τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι δυνάμει τοιοῦτόν ἐστιν ‘εἰ δὲ λέγουσιν οἱ τὰς τοιαύτας διαιρέσεις ποιούμενοι ὅτι οὐκ ἐνδέχεται ἐν τῇ τοῦ εἴδους συστάσει κοινὴν καὶ κατ’ ἄλλων εἰδῶν λεγομένην λαμβάνειν διαφοράν, ἀλλ’ ἄτομον, εἰ δὲ τοῦτο, οὐκ ἔσονται τῆς στερήσεως εἴδη εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει), εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς εἰ μὴ κατὰ τὰς ἀτόμους τοῦτο συμβαίνει διαφοράς, ἀλλὰ κατὰ τὴν κοινὴν συμβήσεται, καὶ ἔσται τὰ ἕτερα τῷ εἴδει ζῷα ἐν τῇ αὐτῇ διαφορᾷ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ εἶναι εἴδη τῶν διαφορῶν, ὥστε καὶ τῶν στερήσεων, εἴπερ καὶ αὗται διαφοραί. εἰ οὖν ἴδιοι καὶ ἄτομοί εἰσιν αἱ διαφοραί, οὐκ ἔσται οὐδεμία κοινή ἢ εἰ ἔσονται κοιναί, τὰ ἕτερα τῷ εἴδει εἰς τὴν αὐτὴν βαδιεῖται καὶ ἔσται καὶ τῆς στερήσεως. ὡς πολλάκις εἴπομεν, εἴδη᾿. ταῦτα εἰπὼν προσδιορίζεται λέγων δεῖ δὲ οὔτε τὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφοράν, ὥσπερ ὁ μύρμηξ εἰς τὸ πτερωτὸν καὶ ἄπτερον, οὔτε εἰς τὴν αὐτὴν τὰ ἕτερα, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ὄρνις εἰς τὸ ὑπόπουν· οὕτω γὰρ ἔσται καὶ τῶν στερήσεων εἴδη. |καὶ πάντα εἰς ταύτας, τουτέστι καὶ δεῖ τὴν τοῦ ζῴου διαίρεσιν οὕτω ποιήσασθαι, ἵνα πάντα τὰ ζῷ εἰς τὰς τοῦ ζῴου διαφορὰς ἐμπεσεῖται· καὶ λοιπὸν συμπεραίνεται λέγων ῾φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐκ τῆς διχοτομίας λαβεῖν τὰ ἄτομα εἴδη. ἀναγκαῖον γὰρ κατ’ ἐκείνους ἴσας εἶναι τὰς διαφορὰς τοῖς εἴδεσιν, ὅπερ ἀδύνατον· δεῖ γὰρ τὰ εἴδη πλείονα εἶναι τῶν διαφορῶν᾿. εἶτα καὶ δι’ ὑποδείγματος σαφηνίζει, πῶς συμβαίνει ἴσας τὰς διαφορὰς τοῖς εἴδεσιν. ἔστω γάρ, φησίν, σαφηνείας ἕνεκα τόδε τι γένος καὶ διῃρήσθω πρῶτον εἰς δύο φέρε εἰπεῖν λευκὸν καὶ μέλαν, καὶ ἑκάτερον τούτων πάλιν εἰς δύο, καὶ ἔστωσαν αὗται αἱ τελευταῖαι καὶ ἄτομοι τοὐ προκειμένου γένους διαφοραί. τέσσαρες οὖν, δύο μὲν αἱ τοῦ λευκοῦ, δύο δὲ αἱ τοῦ μέλανος, ἑκάστη δὲ τούτων μετὰ τοὐ οἰκείου γένους, ὡς κἄν αὐτοὶ φαῖεν, εἴδους ἐστι γεωωητικη· τεσσαρα οὖν καὶ τα ειοη. ὅσαι ἄρα αἱ διαφοραὶ τοῦ προκειμένου γένους, τοσαῦτα καὶ τὰ εἴδη. τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. τὸ δὲ ἢ ἄλλο τι πλῆθος τῶν ἁ ’φ’ ἑνὸς διπλασιαζομένων ἴσον ἐστὶ τῷ κἂν μὴ λευκὰ καὶ μέλανα εἴη τὰ διαιρούμενα καὶ διπλασιαζόμενα. εἰς δύο γὰρ τὸ λευκὸν διῄρηται ἓν ὄν· τὰ δὲ δύο διπλάσια τοῦ ἑνός. κἂν οὖν μὴ λευκὸν εἴη ἀλλ’ ἄλλο τι, τὸ αὐτὸ ποιήσει. ἐπεὶ οὖν ἡ διαφορὰ ἐν τῷ οἰκείῳ γένει ὡς εἶδος ἐν ὕλῃ ἐστίν, ὅσαι ἂν εἶεν αἱ διαφοραί, τοσαῦτα ἔσται καὶ τὰ εἴδη. οὔτε γὰρ τὰ εἴδη, τουτέστιν αἱ εἰδοποιοὶ διαφοραί, χωρὶς ὕλης ἤτοι χωρὶς τοῦ γένους ζῷον ποιοῦσιν οὔτε ἡ ὕλη καὶ τὸ γένος χωρὶς τῶν εἰδῶν. Ἔτι δεῖ τὰς δαιρέσεις ποιεῖσθαι τοῖς ἐν τῇ οὐσίᾳ, τουτέστι διὰ τῶν οὐσιωδῶς ὑπαρχόντων, ἀλλ’ οὐ τοῖς καθ’ αὑτὸ συμβεβηκόσιν, ὡς οὗτοι ποι· οὖσιν, ἐξ οὗ μάλιστα συμβαίνει τὸ καὶ τὸ αὐτὸ εἶδος ὑπὸ τὰς ἐναντίας πίπτειν διαφορὰς καὶ εἶναι τῶν στερήσεων εἴδη. τὸ γὰρ πτερωτὸν καὶ ἄπτερον, καὶ ἄπουν καὶ ὑπόπουν τῶν καθ’ αὑτὸ συμβεβηκότων εἰσὶ τῷ ζῴῳ, ὥσπερ καὶ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἔτι, φησί, τοῖς ἀντικειμένοις διαιροῦσιν, οἷον εἰς λευκότητα καὶ μελανίαν, καὶ οὐκ εἰς λευκότητα καὶ λειότητα· ἐξ οὗ συμβαίνει εἶναι εἴδη τῶν στερήσεων. Πρὸς δὲ τούτοις, ἐπεὶ τὰ ζῷα ἐκ ψυχῆς εἰσι καὶ σώματος, καὶ τὰ ἐν τοῖς ζῴοις τὰ μὲν τῆς ψυχῆς ἐστι, τὰ δὲ τοῦ σώματος, τὰ δὲ τοῦ συναμφοτέρου, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, τὴν διαίρεσιν, φησί, τῶν ζῴων κατὰ τὰ κοινὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος ποιοῦνται· τὸ γὰρ πτηνὸν καὶ τὸ πορευτικὸν καὶ τὰ ὅμοια τοῦ συναμφοτέρου τοῦ ἐκ ψυχῆς καὶ σώματος. συμβαίνει δ’ ἐκ τούτου τὰ ἀντικείμενα τῷ αὐτῷ ὑπάρχειν **ὧν ἕκαστον τῶν ἀπηριθμημένων, εἰ μὲν ὁμώνυμον τὸ ἄγριον πρόβατον καὶ τὸ ἥμερον. οὐ διῄρηται χωρὶς ἡ τοῦ προβάτου φύσις εἰς ἕτερα τῷ εἴδει, ὥσπερ χρὴ τὰς διαιρέσεις ποιεῖσθαι, ἀλλὰ μόνον τὸ ὄνομα· εἰ δὲ ἕν εἰσι τῷ εἴδει τὰ ἥμερα καὶ τὰ ἄγρι’ πρόβατα, οὐ διαφοραὶ τὸ ἥμερον καὶ τὸ ἄγριον, ἀλλὰ συμβεβηκότα· τοῦτο δὲ οὐ διαίρεσις. εἰ δὲ διαφοραί, ἔσται τὸ αὐτὸ καὶ ἓν ἐν τοῖς ἀντικειμένοις. Ὅλως δὲ ὁποιανοῦν διαφορὰν μιᾷ διαιροῦντι τοῦτο συμβαίνειν ἀναγκαῖον. Πρὸς τοῖς ἄλλοις ἀτόποις τοῖς τῇ ἐκ διαιρέσεως μεθόδῳ παρακολουθοῦσι καὶ ἐκεῖνο ἕπεσθαι δείξας, τὸ συμβαίνειν τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ τὰ ἐναντία εὑρίσκεσθαι ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ ὁ γὰρ μύρμηξ καὶ πτερωτόν ἐστι καὶ ἄπτερον, καὶ τὸ πτερωτὸν καὶ ἄπτερον ἐν τῷ μύρμηκι), λέγει ὅλως δὲ τοῖς διαιροῦσιν ὁποιανοῦν διαφορὰν μιᾷ διαιρέσει, ἤτοι δίχα, ἀνάγκη τοῦτο συμβαίνειν, ἤγουν τὸ τὰ ἐναντία ἐν τῷ αὐτῷ εὑρίσκεσθαι καὶ τὸ αὐτὸ εἰς τὰ ἐναντία. καὶ τοῦτο θεὶς πάνυ διὰ βραχέων ᾐνίξατο, ὅπως δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, καὶ φησὶν ‘ἀλλὰ πειρατέον κατὰ γένος λαμβάνειν τὰ ζῷα ὥσπερ καὶ οἱ πολλοὶ ποιοῦσιν᾿. παράγει δὲ πολλοὺς συνῆ θὼς· σύνηθες γὰρ αὐτῷ μαρτύρασθαι καὶ τὴν τῶν πολλῶν ὑπόληψιν, ὅταν συμφωνῇ τῇ ἀληθείᾳ. δεῖ οὖν κατὰ γένος πειρᾶσθαι λαμβάνειν τὰ ζῷα· πῶς δέ, ῥητέον οὕτω. τοῦ ζῴου τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ πεζόν, τὸ δὲ ἔνυδρον· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πολύπουν, τὸ δὲ δίπουν· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι λεπιδωτὸν τὸ δὲ φολιδωτόν· πάλιν τοῦ ζώου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον. καὶ |διαιρετέον τὸ ζῷον εἰς ὅσα ἂν διαιρεθῆναι 76 δύνηται. εἶτα βλεπτέον εἰς ποῖα τῶν τῆς διαιρέσεως ὁ ὄρνις ἐμπεσεῖν δύναται, κἄν μὲν ἐμπίπτῃ φέρε εἰπεῖν εἰς τὸ πτερωτόν, εἰς τὸ ἔναιμον, εἰς τὸ δίπουν, εἰς τὸ ῥυγχωτόν, ῥητέον ‘ὄρνις ὄρνις ἐστὶ ζῷον πτερωτὸν δίπουν ῥυγχωτόν· καὶ ἐπὶ τοῦ ἰχθύος ὁμοίως, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως οὖν τὰ τοῦ ζῴου γένη πειρατέον λαμβάνειν ἐπιδιαιρέσεις ποιουμένους τοῦ ζῴου, ἀλλ’ οὐχὶ ἑκάστης τῶν διαιρέσεων ὑποδιαιρέσεις· κἀν οὕτω ποιῶμεν, τά τε γένη καὶ τὰ εἴδη ληψόμεθα καὶ τὰ ἑπόμενα ἄτοπα τοῖς τὰς ὑποδιαιρέσεις ποιουμένοις φευξούμεθα· εἵπετο γὰρ αὐτοῖς πρὸς ἄλλοις πολλοῖς καὶ τὸ εἶναι εἴδη τῆς στερήσεως ἢ μὴ εἶναι τὴν στέρησιν διαφοράν. ἡμῖν δὲ ὥσπερ λέγομεν ποιουμένοις οὐχ ἕψεται τοῦτο· ἐκεῖνοι γὰρ λέγοντες ὅτι τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δὲ ἄπτερον, καὶ ἑκάτερον τούτων ὑποδιαιροῦντες καὶ λέγοντες ‘τοῦ δὲ πτερωτοῦ τὸ μέν ἐστι σχιζόπτερον δὲ ἀσχιδές, καὶ τοῦ ἀπτέρου τὸ μέν ἐστι πολύπουν τὸ ὅ οὐ πολύπουν᾿, καὶ ἐπὶ τοῦ ἀναίμου καὶ τῆς ἀναιμίας καὶ τῶν ἄλλων ὁμοίως ποιοῦντες, οὕτως οὖν ἐκεῖνοι ποιοῦντες ἀναγκαίως αὐτοῖς εἵπετο τὸ εἶναι εἴδη τῆς στερήσεως, ἤγουν τοῦ ἀπτέρου τὸ πολύπουν καὶ τὸ μὴ πολύπουν, ἢ μὴ εἶναι τὸ ἄπτερον διαφοράν. ἡμεῖς δὲ τὰς διαιρέσεις ποιοῦντές φαμεν ‘τοῦ ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον, καὶ τοῦτο εἰπόντες οὐχ ὑποδιαιροῦμεν τούτων ἑκάτερον, ὥστε ἐκ τούτου συμβαίνειν καὶ ἡμῖν εἴδη ποιεῖν τῆς ἀναιμίας, ἀλλὰ πάλιν ἐπιδιαίρεσιν τοῦ ζῳου ποιούμεθα λέγοντες τοῦ ζώου τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἀμφίβιον τὸ δὲ χερσαῖον τὸ δὲ ἔνυδρον, εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πελάγιον τὸ δὲ πετραῖον, καὶ τὸ μὲν ἀγελαῖον τὸ δὲ μοναδικόν. καὶ οὕτω διαιρήσαντες τὸ ζῶον εἰς ἅπαντα ὅσα ἄν διαιρεθῆναι δύνηται, ὁρῶμεν εἰς τίνας τούτων ἐμπίπτειν ὁ ἄνθρωπος ἢ ὁ κόραξ ἢ ἄλλο ὁποιονοῦν δύναται, καὶ συντιθέντες ἀποτελοῦμεν τὸ ζητούμενον εἶδος. ὥστε καὶ τὸ ἔναιμον μετὰ καὶ ἄλλων τινῶν οἷον φέρε εἰπεῖν τοῦ ὑπόποδος, τοῦ πτερωτοῦ συντεθὲν εἶδος μὲν ποιήσει, ὥσπερ καὶ αἱ ἄλλαι, εἴδη δὲ αὐτοῦ οὐκ ἔσται· οὐ γὰρ ὑποδιαίρεσιν αὐτοῦ πεποιήκαμεν, ὥσπερ οἱ τὰς διαιρέσεις οὕτω ποιοῦντες. Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι πρὸς σαφήνειαν τῶν λεχθησομένων, ὅπως τὰς διαιρέσεις γίνεσθαι ὁ δαιμόνιος οὗτος βούλεται· λοιπὸν δ᾿ ἐπὶ τὰ ἑξῆς ἰέναι. δεῖ, φησί, πειρᾶσθαι λαμβάνειν κατὰ γένος τὰ ζῷα· ἔχοντες γὰρ ἁπάσας τἀς τοῦ ζῴου διαιρέσεις οὕτως ληψόμεθα τὸν ὄρνιν, τὸν ἰχθύν, τὰ ἄλλα· καὶ ἐπεὶ πάλιν τούτων ἕκαστον. τοῦ τε ὄρνιθος, ἰχθύος καὶ τῶν ἄλλων, εἰς πολλὰ διαιρεῖται (τούτου γάρ ἐστι δηλωτικὸν τούτων δ’ ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς) εἴς τε μακρόπτερα καὶ βραχύπτερα καὶ εἰς ἄλλα πλεῖστα, ἔχοντες οὖν καὶ τούτων τὰς τοιαύτας διαφορὰς ἐν τῇ τοῦ ζῴου διαιρέσει (εἰς ἅπαντα γὰρ ὅσα ἦν διαιρεθῆναι διῄρηται τὸ ζῶον) ληψόμεθα καὶ τὰ τούτων εἴδη, τὸν κόρακα, τὴν κορώνην, τὸν δελφῖνα, τὸν λάβρακα, τὰ ὅμοια. εἰπὼν δὲ ὅτι τούτων ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς ἐπήγαγεν οὕτω μὲν γὰρ ἤτοι οὐκ ἔστι τὸ παράπαν λαβεῖν, τουτέστιν οὕτω μὲν ἐκ τῆς διχοτομίας τῆς κατὰ Πλάτωνα ἢ οὐκ ἔστι τὰ εἴδη λαβεῖν (εἰς πλείους γὰρ διαφοράς, ὥσπερ ὁ μύρμηξ εἰς πτερωτὸν καὶ ἄπτερον) ἡ μία μόνον διαφορὰ ἔσται, ἥτις ἢ ἐκ συμπλοκῆς ἢ ἁπλῶς ποιήσει τὸ τελευταῖον εἶδος. εἰδοποιείσθω λόγου ἕνεκα τὸν ἄνθρωπον τὸ δίπουν· εἰ οὖν λέγει τις ‘ἄνθρωπός ἐστι ζῷον δίπουν᾿, ἁπλῆ αὕτη, εἰ δὲ λέγει ἄνθρωπός ἐστι ὑπόπουν δίπουν', ἐκ συμπλοκῆς. συνέπλεξε γὰρ τὸ ὑπόπουν τῇ ἑαυτοῦ διαφορᾷ· τὸ γὰρ δίπουν διαφορὰ ὑπόποδός ἐστιν. εἴτε δὲ ἀπλῶς εἴτε συμπεπλεγμένως τοῦτο ποιεῖ, συμβήσεται τὸ ἔναγχος λεχθέν, λέγω δὴ τὸ δὶς λαμβάνειν τὸ ὑπόπουν. ἐπεὶ δέ τις ἔμελλε προχείρως ἐνίστασθαι καὶ λέγειν ἀλλ’ οὐ ληψόμεθα τῆς τοῦ ὑπόποδος διαφορᾶς ἄλλην διαφοράν, οἷον τὸ δίπουν, ὥστε συμβαίνειν δὶς τὸ ὑπόπουν λαμβάνειν, ἀλλὰ ἑτέραν, ἥτις οὐκ ἔσται ὑπὸ τὸ ὑπόπουν· εἴποιμεν γὰρ ἄν, φησίν, οὕτω· τοῦ ζῴου τὸ μὲν ἐστιν ἄπτερον, τὸ δὲ πτερωτόν· ὁ δὲ κόραξ ἄπτερον μὲν οὐκ ἔστι, πτερωτὸν ἄρ. πάλιν |τοῦ πτερωτοῦ τὸ μέν ἐστιν ἥμερον τὸ δὲ ἄγριον, ὁ δὲ κόραξ ἄγριον· πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστι λευκὸν τὸ δὲ μέλαν, ὁ δὲ κόραξ μέλαν. ἔστιν ἄρα ὁ κόραξ ζῷον πτερωτὸν <ἄγριον> μέλαν, καὶ οὐδέτερον τούτων δὶς εἴρηται, οὔτε τὸ πτερωτὸν οὔτε τὸ ἄγριον. εἰ δὴ ταῦτά τις ἐνιστάμενος λέγει, ‘ὥσπερ’, φησί, ‘τὸ Σωκράτης περιπατεῖ Πλάτων ἀναγινώσκει καὶ Θεμιστοκλῆς ναυαρχεῖ εἷς ἐστι ταῦτα λόγος, ἀλλὰ τῷ συνδέσμῳ εἷς, οὕτω κἀκείνους ἀναγκαῖον τοῖς συνδέσμοις ἕνα λόγον τοῦ κόρακος ποιῆσαι ἐκ τῶν τοιούτων διαιρέσεων, ἄλλως δ΄ οὐκ ἐνδέχεται. πῶς γὰρ ἐκ τοῦ πτερωτοῦ καὶ ἀγρίου καὶ μέλανος, ἑτέρων ὄντων, ὥσπερ καὶ τὸ Σωκράτης διαλέγεται ἕτερον τοῦ Πλάτων’ βαδίζει, πῶς οὖν ἐκ τούτων ἄλλως δυνατόν ἐστιν ἕνα καὶ συνεχῆ ποιήσασθαι λόγον, εἰ μὴ τῷ συνδέσμῳ; οὐ γάρ ἐστι διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον ἢ τὸ μέλαν, ἵνα φύσει ἓν γένωνται καὶ μὴ τῷ συνδέσμῳ, ἀλλ’ ἑτέρας ἀρχὴ διαφορᾶς ἄλλη γάρ τις διαφορὰ διαιρεῖται εἰς τὸ ἄγριον, ἀλλ’ οὐ τὸ πτερωτόν), ἐκεῖ δὲ κατὰ συμβεβηκός, τουτέστι κατὰ συμβεβηκὸς δὲ τὸ πτερωτὸν εἰς τὸ ἄγριον καὶ τὸ ἥμερον διαιρεῖται ἢ τὸ μέλαν καὶ λευκόν. διό, φησίν, οὐ διχοτομητέον, ἀλλ’ εὐθὺς πολλαῖς διαφοραῖς τὸ ἓν διαιρετέον, ὥσπερ προείπομεν· καὶ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν τὰς διαιρέσεις γίνεσθαι, ποιήσουσι διαφορὰν αἱ στερήσεις, κατὰ δὲ τὴν διχοτομίαν οὐδαμῶς· ἔσονται γὰρ εἴδη τῆς στερήσεως. Ὅτι δ’ οὐκ ἐνδέχεται τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν οὐδὲν διαιροῦσι δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν. Καὶ διὰ τούτων δείκνυσιν ὅτι ἐκ τῆς κατὰ τὴν διχοτομίαν διαιρέσεως ἀδύνατόν ἐστι λαμβάνειν τὰ καθ’ ἕκαστα εἴδη. ἰστέον δὲ ὅτι, ὅτε ἔλεγε καὶ ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικὰ καὶ ἐνταῦθα μίαν εἶναι τὴν ἐλαχίστην διαφοράν, καθ’ ἣν εἰδοποιεῖται καὶ τὸ εἶναι τάδε τινὰ λαμβάνει τὰ εἴδη, οὐχὶ ἀρεσκόμενος τοῦτο ἔλεγεν, ἀλλ’ ὡς ἑπόμενος τοῖς τὰς διαιρέσεις δίχα ποιουμένοις. εἰ γὰρ ἐκ τοῦ ζῴου ὑπόποδος πεζοῦ φέρε ὁ ἄνθρωπός ἐστι, τὸ δὲ ὑπόπουν συνεπιφέρει τὸ πεζόν, φανερώτατον ὅτι ἐκ τοῦ ζῴου καὶ τοῦ πεζοῦ συνίσταται ὁ ἄνθρωπος. καὶ τοῦτο μὲν προλελέχθω πρὸς δήλωσιν τῆς τοῦ Ἀριστοτέλους γνώμης καὶ βουλήσεως. εἰπὼν δὲ ὅτι κἀντεῦθεν δῆλον ὡς οὐκ ἐνδέχεται οὐδὲν τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν δίχα διαιροῦσιν, ἐπήγαγεν ἁ δύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν ἕκαστον διαιρετῶν, τουτέστιν ἀδύνατον γὰρ ὑπὸ μιᾶς διαφορᾶς συνίστασθαι τὸ ἄτομον εἶδος τὸ διαιρούμενον εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ· τὸ γὰρ ἐλάχιστον πᾶν εἶδος ἐκ δύο διαφορῶν συνίσταται. εἴρηκε δὲ τὸ τῶν καθ’ ἕκαστον διαιρετῶν ἀντὶ τοῦ τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων· ὁ γὰρ ἄνθρωπος εἰς Σωκράτην καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοὺς καθ’ ἕκαστα διαιρεῖται. εἰ οὖν ἀδύνατον ἐκ μιᾶς διαφορᾶς μὴ διαιρουμένης εἰς ἄλλας διαφορὰς συνίστασθαι τὰ εἴδη, ἐκ δὲ τῆς κατὰ διαίρεσιν διχοτομίας τοιαύτας διαφορὰς δύο ἢ τρεῖς λαβεῖν οὐκ ἐνδέχεται, εἰ μὴ μίαν μόνην, πῶς οἶόν τε λέγειν ὅτι ἐκ τῆς διχοτομίας ληψόμεθα τὰ εἴδη; σαφέστερον δὲ ἔσται τὸ λεγόμενον ἐκ τοῦ παραδείγματος. κείσθω εἶναι τοῦ κόρακος ὁρισμὸν τὸ ζῷον δίπουν ῥυγχωτόν, δέον δὲ ἔστω ἐκ τῆς διχοτομίας λαβεῖν τὸν τοιοῦτον ὁρισμόν. πειρατέον οὖν κατ’ ἐκείνους οὕτω· τὸ ζῷον διαιρεῖται εἰς πτερωτὸν καὶ ἄπτερον, τὸ πτερωτὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν· ὁ δὲ κόραξ πολύπουν μὲν οὐκ ἔστι, δίπουν ἄρα. κείσθω δὲ ὅτι καὶ τὸ δίπουν τελευταία ἐστὶ καὶ ἐσχάτη διαφορὰ καὶ εἰς ἄλλας διαιρεῖσθαι μὴ δυναμένη· ἔστιν ἄρα ὁ κόραξ ζῷον δίπουν. ἀλλ’ οὐκ ἐκ τοῦ δίποδος μόνον καὶ τοῦ ζῴου ὑπόκειται συγκεῖσθαι, ἀλλὰ καὶ ἐκ τοῦ ῥυγχωτοῦ, τὸ δὲ ῥυγχωτὸν ἐκ τῆς τοιαύτης διαιρέσεως οὐδαμῶς ἐπακολουθῆσαν ἔχομεν. ἀνάγκη οὖν καὶ ἄλλην διαίρεσιν ποιήσασθαι, ἵνα ἐκ ταύτης ληφθῇ καὶ τὸ ῥυγχωτόν. εἰ οὖν, ὥσπερ λέγομεν, τὰ εἴδη ἐκ πλειόνων ἀτόμων διαφορῶν συνίσταται, ταύτας δὲ ἐκ μιᾶς διαιρέσεως λαβεῖν οὐκ ἐνδέχεται, <ἀλλ᾿> δύο ποιεῖν διαιρέσεις, εἰ δύο εἰσὶν αἱ συστατικαὶ διαφοραί, ἡ τρεῖς, ἐὰν τρεῖς, τί οὐκ εὐθὺς διαιροῦμεν τὸ ζῷον εἰς ὅσα δυνατὸν ἦν |διαιρεθῆναι, κἀκεῖθεν λαβόντες τὰς συμπληρωτικὰς τοῦ κόρακος διαφορὰς ἀπετελέσαμεν τὸν κόρακα, ἀλλὰ πολὺν χρόνον πονοῦμεν καὶ κακοπαθοῦμεν τῇ ἐκ διχοτομίας διαιρέσει; ἡ μὲν οὖν αἰτία, δι’ ἣν καὶ νῦν κακίζει τὴν διχοτομίαν διὰ τὸ μὴ δύνασθαι ἐκ ταύτης τὰ εἴδη λαμβάνειν, αὕτη ἐστίν. εἰπὼν δὲ ὅτι ἀδύνατον γὰρ μίαν ὑπάρχειν τὴν συστατικὴν διαφορὰν τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων εἰδῶν, προσέθηκε τὸ ἐάντε ἁπλᾶ λαμβάνῃ ἐάντε συμπεπλεγμένα, τουτέστιν εἴτε τὴν τελευταίαν διαφορὰν μόνην μετὰ τοῦ γένους λαμβάνει, ἡνίκα λέγει ζῷον δίπουν, εἴτε συμπεπλεγμένην, ὅταν μετὰ τῆς καθολικωτέρας, ἐπειδὰν λέγῃ ζῷον ὑπόπουν δίπουν, εἴτε οὖν ἀπλᾶ εἴτε συμπεπλεγμένα, ἀδύνατον ἐκ μιᾶς διαφορᾶς τὸ εἶδος συνίστασθαι. σαφηνίζων δὲ τί τὸ ἁπλοῦν καὶ τί τὸ συμπεπλεγμένον, προσέθηκε τὸ ἁπλᾶ μέν, ἐὰν μὴ ἔχῃ διαφοράν, τουτέστιν ἐὰν ἡ ἐσχάτη διαφορὰ μετὰ τοῦ οἰκείου γένους μόνου ληφθῇ, οἷον τὸ σχιζόπουν μετὰ τοὐ ζῴου, συμπεπλεγμένα δέ, ἐὰν ἡ καθολικωτέρα διαφορὰ μετὰ τῆς ὑπ’ αὐτὴν καὶ τοῦ οἰκείου γένους συντεθῇ, οἷον ζῷον σχιζόπουν πολυ- σχιδές· καθολικώτερον δὲ τὸ σχιζόπουν τοῦ πολυσχιδοῦς. τὸ δὲ τοῦτο έχεια καὶ ἡ σύζευξις τῶν καθολικωτέρων διαφορῶν μετὰ τῶν μερικωτέρων ἕν τι ἐκ τῶν πολλῶν ποιεῖν, καὶ ἐπὶ τούτῳ συντιθέασι τὰ πολλά. τοῦτο δ’ ἄν, οἶμαι, ἐνδεικτικὸν εἴη τοῦ ὅτι οὐκ ἐνδέχεται ἐκ μιᾶς διαφορᾶς συνίστασθαι εἶδος τὸ οἰόνουν, ὡς ἄν εἰ ἔλεγε ‘τοσοῦτόν ἐστι χρεία πλειόνων διαφορᾶς εἰς σύστασιν παντὸς εἴδους, ὥστε καὶ ἐκεῖνοι πολλὰς λαμβάνοντες πειρῶνται ἕν τι ἐξ αὐτῶν ἀποτελεῖν’. ἀλλὰ κἄν ποτε τὸ γένος λάβωσι καὶ τὴν τελευταίαν μόνην διαφοράν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν ἢ τὸ ζῷον καὶ τὸ πολυσχιδές, ἐν τῷ λέγειν καὶ τῷ προφορικῷ λόγῳ, αὐτῇ δὴ τῇ ἐκφωνουμένῃ φωνῇ δοκεῖ ὅτι μία ἐστὶ διαφορά, κατ’ ἀλήθειαν δὲ οὐ μία ἀλλὰ πολλαὶ διὰ τὸ συνεπιφέρειν τὴν ἐσχάτην τὰς πρὸ αὐτῆς, κἂν μὴ ἐκφωνῶνται. τοσοῦτον δὲ συνεπιφέρει, ὥστε κἄν ἐκφωνηθείη ἡ τὸ πολύπουν ἢ τὸ ὑπόπουν, περίεργον καὶ μάτην εἰρῆσθαι δοκεῖ. Εἰπὼν οὖν ὅτι ἀδύνατον ἐκ μιᾶς ἀτόμου διαφορᾶς συνίστασθαι τὸ εἶδος λέγει ὅτι δὲ ἀδύνατον ἐκ μιᾶς διχοτομίας πλείους λαβεῖν τοιαύτας διαφορὰς ἤγουν ἀτόμους, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐκ τῆς διαιρέσεως ἐπὶ τὴν ἐσχάτην μὲν βαδίζει καὶ ἄτομον διαφοράν, ἀλλ’ οὐκ ἐπὶ τὴν εἰδοποιὸν καὶ τελειωτικὴν τοῦ εἴδους· διὰ τί; διότι οὐκ ἐκ μιᾶς, ὡς πολλάκις εἴρηται, συνίσταται διαφορᾶς τὸ οἰόνουν εἶδος. αὕτη δὲ ἡ ἐσχάτη διαφορά, εἰς ἣν οἱ διχοτομοῦντες καταντῶσιν, ἢ τὸ σχιζόπουν ἐστὶ μόνον· ἢ γὰρ τὸ σχιζόπουν μόνον μετὰ τοῦ ζῴου λήψεται ὁ τὸν ἄνθρωπον λαβεῖν ζητῶν, ἢ καὶ τὰς ἐπάνω τοῦ σχιζόποδος τὸ ὑπόπουν καὶ τὰς λοιπάς· σύμπλεξιν γὰρ τὴν σύνθεσιν εἴρηκε τῶν καθολικωτέρων μετὰ τῶν μερικωτέρων διαφορῶν. ἀλλ’ εἰ μὲν ἦν ὁ ἄνθρωπος ζῷον σχιζόπουν μόνον, δυνατὸν ἦν ληφθῆναι τὸν ἄνθρωπον ἐκ τῆς κατὰ διχοτομίαν διαιρέσεως· νῦν δ’ ἐπειδὴ οὐκ ἔστιν ὑπὸ ζῴου καὶ σχιζόποδος, ἀλλὰ καὶ ἐξ ἄλλων, αἵτινες οὔκ εἰσιν ὑπὸ τὴν αὐτὴν διαίρεσιν, ἐξ ἧς τὸ σχιζόπουν ἐλήφθη, ἀλλ’ ἄλλη μὲν διαίρεσις τελευτᾷ καὶ περατοῦται εἰς τὸ σχιζόπουν, ἄλλη δὲ εἰς ἄλλο, νῦν δ’ ἐπειδὴ οὐκ ἔστι τοῦτο, ἀδύνατον ὁτιοῦν τῶν καθ’ ἕκαστον ζῴων λαβεῖν διαιρουμένους δίχα, λέγων πάλιν καθ’ ἕκαστον ζῷον τὸ εἰδι- κώτατον εἶδος. Ἀπορήσειε δ᾿ ἄν τις διὰ τί οὐκ ἄνωθεν ἑνὶ ἐμπεριλαβόντες ἅμα ἓν γένος προσηγόρευσαν οἱ ἄνθρωποι. Ζητήσειεν ἄν τις, φησί, διὰ τί οἱ ἄνθρωποι, ὥσπερ κόρακα, κορώνην, ἀετόν, τὰ τοιαῦτα κοινῷ ὀνόματι τῷ ὄρνιθι προσηγόρευσαν ὄρνιθας, οὐχ οὕτω καὶ τὸ πτηνὸν καὶ ἔνυδρον ἐκάλεσαν φέρε εἰπεῖν ἔμψυχον ἢ αἰσθησύνευξις τικόν, ὥσπερ ἐκεῖνα ὄρνις. εἰ γὰρ διὰ τὸ ἔχειν κοινὰ πάθη ὁ κόραξ, ἡ κορώνη, ὁ ἀετός (ταῦτα δ΄ ἄν εἶεν τὸ ῥύγχος, τὸ πτερόν, τὰ λοιπά, ὅσα κοινῶς αὐτοῖς ὑπάρχει) εἰ οὖν διὰ τὴν τῶν παθῶν κοινωνίαν κοινῷ ὀνόματι ὄρνιθας αὐτὰ προσηγόρευσαν, διὰ τί οὐ καὶ τὸ πτηνὸν ταὶ τὸ ἔνυδρον; εἰσὶ γὰρ καὶ ἐν τούτοις, τῷ τε πτηνῷ καὶ ἐνύδρῳ, ἔνιά τινα κοινὰ πάθη. θεὶς οὖν τὴν ἀπορίαν λύει αὐτὴν λέγων ‘καλῶς τοῦτο πεποιήκασιν οἱ καὶ τὰ μὲν ἑνὶ ὀνόματι περιέλαβον, τὰ δὲ ἐχώρισαν καὶ ἄλλως μὲν ταῦτα, ἑτέρως δὲ ἐκεῖνα προσηγόρευσαν’. ὅσα μὲν γὰρ κατὰ τὴν φύσιν οὐ διαφέρει, ἀλλὰ μόνην τὴν ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα ὑπέζευκται ἑνὶ γένει, τουτέστι ταῦθ’ ὡς ἕν τι γένος περιέλαβον καὶ κοινῷ ὀνόματι προσηγόρευσαν τόδε τι, οἷον ὄρνιν ἢ ἰχθύν. τὸ γὰρ τοῦ κόρακος πτερὸν ἢ τὸ ῥύγχος καὶ τοῦ πυργίτου ὁμοίως καὶ τῶν ἄλλων ὀρνίθων, ᾗ πτερὰ καὶ ᾗ ῥύγχη, οὐδὲν διαφέρει, μόνῳ δὲ τῷ μακρῷ καὶ βραχεῖ· τὰ μὲν γὰρ τῶν ὀρνίθων ἐστὶ μακρόπτερα, τὰ δὲ βραχύπτερα. ἀλλὰ καὶ οἱ πόδες γεράνου καὶ πυργίτου καὶ ἀλεκτορίδος καὶ ἀετοῦ τῷ μὲν σχήματι διαφέρουσιν οὐδέν, τῷ μᾶλλον δὲ καὶ ἧττον. ἀλλὰ καὶ κατὰ τὰ ἐντὸς μέρη πολλὴν ἔχουσιν ἅπαντες οἱ ὄρνιθες πρὸς ἀλλήλους τὴν ὁμοιότητα. ὅσα μὲν οὖν ἦν τοιαῦτα, ταῦτα ὑπέζευκται ἑνὶ γένει· ὅσα δὲ μὴ τῇ φύσει κοινωνεῖ ἀλλὰ διαφέρει, μόνῃ δὲ τῇ ἀναλογίᾳ ἔχουσι τὸ ταὐτόν, ταῦτα κεχώρισται, καὶ διαφόροις ὀνόμασιν ὠνόμασταί τε καὶ ὡς διάφορα φύσει νενόμισται· τίνα γὰρ κοινωνίαν φύσεως καὶ ταὐτότητα ἔχει λεπὶς καὶ πτερὸν ἢ βράγχιον καὶ πνεύμων, ὥστε ὡς μία τις φύσις λογίζεσθαι [ὁ ὄρνις καὶ ὁ ἰχθύς] καὶ διὰ τοῦτο καὶ κοινῷ ὀνόματι πρὸς τῆ ταὐτότητι τῆς φύσεως προσαγορεύεσθαι; πάντως οὐδεμίαν, ἀλλὰ μόνῃ τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει· ὃ γὰρ ἐν κόρακι ποιεῖ πνεύμων, τοῦτο ἐν λάβρακι ποιεῖ βράγχιον. τὸ δὲ τοῦτο δὲ ποιεῖν ἐπὶ πᾶσιν οὐ ῥᾴδιον εἴρηται ἀντὶ τοῦ ἐπὶ πᾶσι δὲ εὑρίσκειν κοινότητα μὲν φύσεως, ὥσπερ ἐπὶ τῶν πτερῶν καὶ τῶν ῥύγχων, διαφορὰν δὲ κατὰ μόνον τὸ μᾶλλον καὶ ἧττον οὐ ῥᾴδιον. τὰ γὰρ πλεῖστα τῶν ζῴων τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει, οὐ τῇ φύσει· εἰ δὲ τοῦτο, πῶς οἷόν τ’ ἦν ἅπαντα ἑνὶ προσαγορεῦσαι ὀνόματι. Ἐπεὶ δὲ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη. Ἡ μὲν τοῦ ῥητοῦ διάνοια αὕτη ὅτι μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη γενῶν. ἐλλιπῶς δὲ πέφρασται· λείπει γὰρ τὸ τὰ διαιρούμενα εἰς τὰ ἔσχατα, λέγων ἔσχατα Σωκράτην, Πλάτων’, ἁπλῶς τὰ ἄτομα. καὶ εἴη ἄν τὸ πλῆρες τῆς λέξεως τοιοῦτον ‘ἐπεὶ δὲ μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τὰ τὰ ἄτομα προσεχῶς διαιρούμενα, ταῦτα δὲ τὰ ἄτομα κατ’ εἶδος ἀδιάφορα', καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον λύσις ἀπορίας τινὸς δυναμένης φέρεσθαι πρὸς τὰ λεγόμενα· ἠπόρησε γὰρ ἄν τις ‘ἐπειδὴ ἐπειδὴ μᾶλλον οὐσίαι τὰ εἴδη γενῶν εἰσι, διὰ τί οὐκ ἐπὶ τῶν μᾶλλον οὐσιῶν τὰ μέλλοντα δείκνυσθαι δεικνύεις, ἀλλ’ ἐπὶ τῶν καθολικωτέρων, ἃ ἧττόν εἰσιν οὐσίαι; δεῖ δὲ τὰς δείξεις ἐπὶ τῶν μᾶλλον ὄντων ποιεῖσθαι· μᾶλλον δὲ ὄντα αἱ μᾶλλον οὐσίαι᾿. πρὸς δὴ τοιαύτην ἀπορίαν ἐπάγει ταῦτα, δυνάμει λέγων ‘ᾗ μὲν γάρ μᾶλλον οὐσίαι τὰ ἔσχατα εἵδη, ὅ τε κόραξ, κορώνη καὶ τὰ ὅμοια, δεῖ ἐπὶ τούτων τὰς δείξεις ποιεῖσθαι· ᾗ δὲ ἐκ τούτων συμβαίνει πολλάκις τὰ αὐτὰ λέγειν, ὥσπερ καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου εἴπομεν, ἀναγκαῖον τὰ καθόλου καὶ κοίνως πᾶσιν ὑπάρχοντα πρῶτον εἰπεῖν· εἰ οε πῃ καὶ ἴδια τινα πρόσεστιν αὐτοῖς, ὕστερον καὶ περὶ τούτων λελέξεται’. Ἀπορίαν δ’ ἔχει περὶ πότερα δεῖ πραγματεύεσθαι. Τὴν προρρηθεῖσαν ὑφ’ ἡμῶν ἀπορίαν νῦν ἐκτίθεται καὶ λύει· ἔχει γάρ, φησίν, ἀπορίαν περὶ ποῖα δεῖ τὴν πραγματείαν ποιεῖσθαι· ᾗ μὲν γὰρ οὐσία, τὸ τῷ εἴδει ἄτομον κράτιστον, τουτέστι καθὸ μὲν γὰρ οὐσία κράτιστον καὶ κυριώτατον τὸ τῷ εἴδει ἄτομόν ἐστι· τοῦτο δὲ ταὐτόν ἐστι τῶ ἐπεὶ δὲ κρατίστη καὶ κυριωτάτη καὶ μᾶλλον οὐσία ἐστὶ τὸ ἄτομον καὶ εἰδικώτατον εἶδος (μᾶλλον γὰρ οὐσία τὸ εἶδος τοῦ γένους, ὥσπερ καὶ Σωκράτης καὶ ὅλως τὰ ἄτομα τῶν εἰδῶν), εἴ τις ἐν τοῖς τοιούτοις εἴδεσι δύναται τὴν πραγματείαν οὕτω ποιεῖσθαι χωρὶς μὲν περὶ ἀνθρώπου, χωρὶς δὲ περὶ ὄρνιθος (λέγων ὄρνιθα οὐ τὸ τῶν ὀρνίθων γένος, ἀλλὰ στρουθὸν ἢ γέρανον ἢ τοιοῦτον, ὃ καὶ σαφηνίζων ἐπήγαγεν ἔχει γὰρ εἴδη τὸ γένος τοῦτο, δυνάμει λέγων ‘ἐπεὶ ὁ ὄρνις λέγεται μὲν καὶ κατὰ τοῦ |τῶν ὀρνίθων γένους, λέγεται δὲ καὶ κατὰ τῶν τοῦ ὄρνιθος εἰδῶν, κόρακος, κορώνης, τῶν ἄλλων, ὄρνιθος εἰπὼν οὐ τὸ γένος εἶπον τῶν ὀρνίθων, ἀλλ’ εἶδος ὄρνιθος), εἴ τις οὖν δύναιτο τὴν πραγματείαν ποιεῖσθαι περὶ ὁτουοῦν ὄρνι- θος, ὥστε μὴ πολλάκις λέγειν τὰ αὐτά, δικαίως ἄν τοῦτο ποιήσειεν. ὁ δέ τις, φησίν, ὄρνις ἢ στρουθός ἐστιν ἢ γέρανος, ἢ ἄλλο τι τοιοῦτον. ᾗ δὲ περὶ ἑνὸς ἑκάστου τούτων λέγων συμβαίνει πολλάκις λέγειν περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῶς πλείοσιν ὑπάρχειν, ταύτῃ δ’ ἐστὶν ὑπάτοπον τὸ χωρὶς περὶ ἑκάστου λέγειν. ὑπάτοπον δέ ἐστι τὸ μεταξὺ ἀτόπου καὶ μὴ ἀτόπου ὥσπερ ὑπόξηρον τὸ μεταξὺ χλοεροῦ καὶ ξηροῦ. ταῦτα εἰπὼν πάλιν ἐπικρίνει λέγων ‘ὅσα καλῶς οἱ ἄνθρωποι ὥρισαν ἤτοι συνήθροισαν καὶ ὡς μίαν τινὰ φύσιν καὶ ἕν τι γένος τετάχασι διὰ τὸ μὴ πολὺ διεστάναι ἀπ’ ἀλλήλων, ὁποῖόν ἐστιν ὁ ὄρνις (τοῦτον γὰρ ὡς ἕν τι γένος καὶ μίαν φύσιν νομίζεσθαι ἔθοντο διὰ τὸ μὴ πολὺ διεστηκέναι κόρακα κορώνης, καὶ τοὺς ἄλλους ὄρνιθας ἀπ’ ἀλλήλων), ὅσα μὲν οὖν τοιαῦτα, δεῖ περὶ τούτων κοινῶς λέγειν, ὅσα δὲ μὴ τοιαῦτα, καθ’ ἕκαστον, τουτέστι χωρὶς περὶ ἑνὸς ἑκάστου, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου, ἰδίως δὲ περὶ ἵππου᾿. τίν δέ εἰσιν ἅπερ ὡς ἕν τι γένος ἐτάχθη, ἐπήγαγεν εἰπὼν ‘σχεδὸν γὰρ ὅσα μορίων ἔχει ὁμοιότητα καὶ ὅλον τὸ σῶμα, ὥρισταί τε καὶ ὡς μία τις φύσις καὶ ἕν τι γένος νενόμισται καὶ καθ’ ἑαυτὸ κεχωρισμένον καὶ τῶν ἄλλων ἀφωρισμένον εἶναι λελόγισται, ὥσπερ ὁ ὄρνις. ὁμοίως καὶ τὰ μαλάκια· καὶ ταῦτα γὰρ διὰ τὴν τῶν μορίων ὁμοιότητα ὡς γένος εἶναι διώρισαν. ἀλλὰ καὶ τὰ ὄστρεια· τὰ γὰρ μόρια τούτων οὐ τῇ ἀνάλογον ὁμοιότητι τὸ ταὐτὸν ἔχει, τῇ φύσει δὲ καὶ τῷ σχήματι τὸ διάφορον, ἀλλὰ μόνοις τοῖς πάθεσι, μεγέθει καὶ μικρότητι, λειότητι τραχύτητι, καὶ ὅλως τῷ μᾶλλον καὶ ἥττον’. ταῦτα εἰπὼν συμπεραίνεται τὸν ἅπαντα λόγον λέγων πῶς μὲν οὖν ἀποδέχεσθαι χρὴ τὴν περὶ φύσεως μέθοδον, καὶ τὰ ἑξῆς. Σαφῆ δὲ τὰ λοιπὰ διὰ τὸ τούτων τὰ μὲν εἰπεῖν αὐτὸν ἐν τῷ Περὶ οὐρανοῦ, τὰ δὲ καθαρῶς ἐνταῦθα καὶ σάφ’ ὡς ἀπαγγέλλειν. ὅμως εἰσί τινα δεόμενα βραχείας ἐπιστάσεως· ὧν οὐδὲν ἀνεξέταστον καταλειφθήσεται. αὐτίκα τὸ ἀντικαταλλάττεταί τι πρὸς τὴν περὶ τὰ θεῖα φιλοσοφίαν εἴρηται ὥσπερ ἂν εἰ ἔλεγε πρὸς ἡμᾶς τὰ φυτὰ καὶ ζῷα ‘ἄνθρωποι, εἰ καὶ τίμια καὶ θειότατα τὰ οὐράνια σώματα τυγχάνει, ἀλλ’ οὖν ἐπειδὴ ἔνεισι καὶ ἡμῖν πολλὰ θαυμάσια, ποιητέον λόγον καὶ ἡμῶν, καὶ μὴ πάντῃ καταφρονητέον᾿. μὴ κεχαρισμένα δὲ πρὸς αἴσθησιν εἴρηκε τὰ ἀηδέστατά τε καὶ εἰδεχθέστατα, οἷόν ἐστιν ὁ κοχλίας καὶ ἄλλα πάμπολλα. καὶ τὸ μὴ δυσχεραίνειν παιδικῶς ἴσον ἐστὶ τῷ οὐ δεῖ ὥσπερ τοὺς παῖδας φεύγειν τὰ μὴ ἡδέα τῶν ζῴων, ἀλλὰ προσιέναι τούτοις διὰ τὸ ἐν αὐτοῖς θαυμάσιον. τὸ δὲ περὶ Ἡρακλείτου τοιοῦτόν ἐστιν· Ἡράκλειτος ὁ καθήμενος ἐντός ποτε τοῦ ἰπνοῦ (ἰπνὸς δέ ἐστιν οἷον οἰκίδιον ἐν ᾧ τοὺς ἄρτους ἕψομεν, ἀφ’ οὗ καὶ ἰπνίτης ἄρτος λέγεται) καθήμενος οὖν ἐντὸς τοῦ ἰπνοῦ καὶ θερόμενος ἐκέλευσε τοὺς προσιόντας αὐτῷ ξένους εἰσελθεῖν· εἶναι γάρ, φησί, καὶ ἐνταῦθα θεούς· τὸ γὰρ ‘πάντα πλήρη θεῶν‘ ἐστι δόγμα. καὶ ἐπεὶ μάλιστα ἐν τοῖς τῆς φύσεως ἔργοις ἔνεστι τὸ οὗ ἕνεκα, ἕκαστον δὲ οὗ ἕνεκα τέλους ἢ ἔστιν ἢ γίνεται, ὡς τέλος τὴν τοῦ καλοῦ χώραν εἴληφε πᾶν γὰρ τὸ γινόμενον ἕνεκά τινος ὡς καλοῦ ἐκείνου ἐφιέμενον γίνεται) ἐπεὶ οὗν οὕτω ταῦτα, σκεπτέον περὶ αὐτοῦ. εἰ δέ τις ἄτιμον νενόμικε τὴν θεωρίαν τῶν μερῶν, ἐξ ὧν τὰ ἄλλα ζῷ συνέστηκε, διὰ τὸ μὴ ποιεῖν ἡδύτητα τῇ αἰσθήσει, τοῦτο καὶ περὶ ἑαυτοῦ νομιζέτω· τίνα γὰρ ἡδονὴν ἐμποιεῖ καταμήνιον ἢ χιτὼν ὁ περιέχων τὸ βρέφος, ὅτε ἐξέρχεται ἐκ τῆς κοιλίας τῆς μητρός, ἢ σάρκες, νεῦρα, τὰ τοιαῦτα, ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκε; τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐκ ἔστι γὰρ ἄνευ πολλῆς δυσχερείας ἰδεῖν, ἐξ ὧν συνέστηκε τὸ τῶν ἀνθρώπων γένος, δυσχέρειαν εἰπὼν τὴν γινομένην τῇ αἰσθήσει λύπην καὶ ὡς ἄν εἴποι τις ἀηδίαν. Ταῦτα εἰπὼν πάλιν διορίζει τὰ περὶ τὴν ὕλην καὶ τὸ εἶδος λέγων δεῖ νομίζειν τὸν διαλεγόμενον περὶ οὑ|τινοσοῦν μορίου τῶν ζῴων ἢ καὶ περὶ σκεύους μὴ περὶ τῆς ὕλης μόνης ποιεῖσθαι τὴν μνήμην μηδὲ ταύτης χάριν, ἀλλὰ περὶ τῆς ὅλης μορφῆς᾿, λέγων ὅλην μορφὴν τὸ σύνθετον τὸ ἐξ ὅλης καὶ εἴδους, ἔν τε τοῖς κατὰ τέχνην, καὶ ἐν τοῖς φυσικοῖς’. ἐν τοῖς φυσικοῖς γὰρ περὶ τῆς ὅλης οὐσίας τῆς ἐξ ὕλης καὶ εἴδους ποιητέον τὴν μνείαν, ἀλλὰ μὴ περὶ τῆς ὕλης, ἥτις οὐδέποτε χωρίζεσθαι πέφυκε τῆς οὐσίας αὐτῶν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλὰ μὴ περὶ τούτων, ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὐτῶν. οὐδέποτε γὰρ χωρὶς τῆς οἰκείας ὕλης ἡ ἡ σὰρξ σάρξ ἐστιν ἢ ἡ χεὶρ χεὶρ ἢ ἄλλο τι τῶν τοιούτων. τὸ δὲ πράξεως τινος ἕνεκα πλήρους, τὸ πλήρους ἀντὶ τοῦ τῆς ὅλης· εἰ γὰρ ἡ χεὶρ ἕνεκά τινος πράξεως συνέστηκε καὶ ὁ ὀφθαλμός, δῆλον ὅτι καὶ τὸ ὅλον σῶμα ἕνεκα πράξεως ὅλης συνέστηκε, καὶ ὃν λόγον ἔχει τὰ μέρη πρὸς τὸ ὅλον, τὸν αὐτὸν καὶ αἱ τῶν μερῶν πράξεις πρὸς τὴν τοῦ ὅλου. λέγει δὲ καὶ τίνες αἱ κοιναὶ πράξεις καὶ τίνες οὔ· κοιναὶ μὲν οὖν, φησί, πράξεις εἰσίν, ὅσαι πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δέ, ὅσων παρ’ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ’ ὑπεροχὴν οὔσας, τουτέστιν ὅσων τὰ μέρη παρ’ ἄλληλα τιθέμενα καὶ ἐξεταξόμενα μὴ ἔχει διαφορὰς τῇ φύσει, μόνῳ δὲ τῷ μᾶλλον καὶ ἧττον· πτερὸν γὰρ πτεροῦ καὶ ῥύγχους ῥύγχος τῷ μᾶλλον καὶ ἧττον μόνῳ διαφέρουσιν. Ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα, δῆλον ὅτι καὶ ὧν αἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσι. Τὸ λεγόμενον ὧδε ἔσται φανερόν· πρᾶξίς ἐστι καρδίας τὸ γεννᾶσθαι ἐν αὐτῇ τὸ ἔμφυτον θερμόν, πράξεις δὲ χειρός εἰσι μὲν καὶ ἄλλαι, ἀλλὰ καὶ τὸ προσάγειν τὰ βρώματα ἐν τῷ στόματι, ὀδόντων δὲ τὸ λεαίνειν αὐτά, κοιλίας τὸ δέχεσθαι καὶ ἕψειν, ἥπατος τὸ ἐξαιματοῦν. αὗται δὲ πᾶσι αἱ πράξεις ἕνεκα τῆς πράξεως τῆς καρδίας εἰσί· διὰ γὰρ τὸ ἔμφυτον θερμὸν ταῦτα πάντα γίνεται· καὶ ἔστι τῇ τῆς καρδίας πράξει ἐγγύτερα ἡ τοῦ ἥπατος, πορρωτέρα δὲ ἡ τῆς κοιλίας, καὶ ταύτης ἡ τῶν ὀδόντων, καὶ ταύτης ἡ τῶν χειρῶν. τούτων οὖν προρρηθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα (αὐτίκα ἡ τοῦ ἥπατος πρᾶξις καὶ τῆς κοιλίας καὶ τῶν ἄλλων ἕνεκα τῆς πράξεως εἰσι τῆς καρδίας), ὅσαι οὗν πράξεις ἄλλων πράξεων ἢ ἄλλης ἕνεκά εἰσι, δῆλον ὅτι ὡς αἱ πράξεις πρὸς τὴν πρᾶξιν, οὕτω καὶ τὰ μόρια, ὧν αἱ πράξεις, πρὸς τὸ μόριον. ἐγγύτερα δέ, ὡς εἴρηται, ἡ τοῦ ἥπατος πρᾶξις τῇ τῆς καρδίας πράξει· καὶ τὸ ἧπαρ ἄρα ἐγγύτερον τῇ καρδίᾳ ἤπερ τἄλλα μόρια. ἐγγύτερον δὲ οὐ τῷ τόπῳ, καίτοι ἴσως καὶ τούτῳ, ἀλλ’ ὡς ἡ πρᾶξις ἔχει τὸ ἐγγύς, οὕτω καὶ τὸ μόριον· καὶ ἀντιστρέφει τὸν λόγον λέγων ὁμοίως δὲ κἄν εἴ τινές εἰσι πρότεραι πράξεις καὶ τυγχάνουσιν οὖσαι τέλος ἑτέρων πράξεων, τὸν αὐτὸν τρόπον ἕξει τὰ μόρια ὡς αἱ πράξεις καὶ αἱ πράξεις ὡς τὰ μόρια. καὶ τρίτον ὧν ὄντων ἀναγκαῖον τόδε τι ὑπάρχειν, τὸν αὐτὸν τρόπον ἕξουσιν αἱ πράξεις ὡς τὰ πράγματα, καὶ ταῦτα ὡς αἱ πράξεις. τὰ δὲ ἑξῆς σαφῆ ἕως τέλους τοῦ βιβλίου καὶ μηδεμίαν ἔχοντα δυσχέρειαν.