Ancient Greek
MICHAELIS EPHESII IN PARVA NATURALIA COMMENTARIA
Michael of Ephesius, In parva naturalia commentaria MICHAELIS EPHESII IN PARVA NATURALIA COMMENTARIA.1
Not analysed yet
Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς πρῶτον μὲν περὶ τῆς συμπάσης καὶ f. καθόλου ψυχῆς, εἶτα περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι καὶ τίνες καὶ ἐν τίνι ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν αἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως τὸν λόγον ποιησάμενος καὶ τίς ἐστιν εἰπών, ἣν καὶ πρώτην αἴσθησιν καλεῖν ἐστι σύνηθες, εἶτα εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, εἶτα ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν περὶ τῶν αἰσθητηρίων εἰπών, τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπειδὴ μὴ οἷόν τε ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια), ταῦτ᾿ εἰπὼν ἐν ἐκείνοις ἐφεξῆς τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ Περὶ μνήμης καὶ ὕπνου τάττει πάνυ εἰκότως. ἐπειδὴ γὰρ ἡ μνήμη πάθος ἢ ἕξις ἐστὶ τῆς κοινῆς αἰσθήσεως, ὡς ἔσται δῆλοι, ὅτε περὶ τούτων λέγει, ἥτις κοινὴ αἴσθησις ἐν τῷ πρώτῳ αἰσθητηρίῳ καθίδρυται, ἔστι δὲ πρῶτον αἰσθητήριον, ὡς πολλάκις εἴρηται, ἡ καρδία, εὐλόγως μετὰ τὸν Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων λόγον τὸν Περὶ μνήμης τάττει. ἐν ᾧ ζητεῖ, τίνα μνημονευτικὰ καὶ τίς ἡ μνήμη καὶ ἐν τίνι τῶν τῆς ψυχῆς μορίων καὶ λέγει ὅτι ἐν τῇ πρώτῃ αἰσθήσει καὶ τῷ αἰσθητηρίῳ αὐτῆς, εἶτα πῶς γίνεται, καὶ διὰ τί οὔθ’ οἱ νέοι οὔθ’ οἱ γέροντες μνημονευτικοί, καὶ διὰ τί συμβαίνει τοῖς μνημονεύουσι δοκεῖν αἰσθάνεσθαι, λέγων αἰσθάνεσθαι τὸ φαντάζεσθαι αἴσθησις γὰρ καὶ φαντασία τῷ ὑποκειμένῳ ταὐτόν, κἂν τῷ λόγῳ ἕτερα), τοῖς δὲ αἰσθανομένοις ἀνάπαλιν δοκεῖν μνημονεύειν, ὡς Ἀντιφέροντι τῷ Ὠρείτῃ. εἶτα λέγει, τί ἀνάμνησις καὶ πῶς γίνεται καὶ τί διαφέρει τῆς μνήμης, καὶ ὅτι σωματικὸν τὸ ἀναμιμνῄσκεσθαι, καὶ διὰ τί οἱ οἰνώδεις ἧττον μνήμονες. καὶ περὶ μὲν μνήμης καὶ ἀναμνήσεως ταῦτα· περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως πρῶτον μέν, ὅτι τῶν μορίων τῆς ψυχῆς ἐν τῷ αὐτῷ καὶ ἑνὶ γίνονται ἀμφότερα οὐ γὰρ ἐν ἄλλῳ μὲν μορίῳ τῆς ψυχῆς ὁ ὕπνος, ἐν ἄλλῳ δὲ ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί), καὶ ὅτι κοινὸν σώματος καὶ ψυχῆς τὸ πάθος· εἶτα διὰ τί καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν αἴσθησιν καὶ διὰ τίνα αἰτίαν συμβαίνει τὸ καθεύδειν, καὶ ποῖόν τι τὸ πάθος· περὶ δὲ ἐνυπνίων, τίνι μορίῳ τῶν τῆς ψυχῆς φαίνεται καὶ τί ἐστι καὶ πῶς γίνεται, καὶ ὅτι οὐκ ἔστι θεόπεμπτα, ἀλλὰ τινὰ μὲν σημεῖα, τινὰ δὲ αἴτια, ἄλλα δὲ συμπτώματα· καὶ τίνες εὐθυόνειροι καὶ διὰ τί. Δι’ ἣν μὲν οὖν αἰτίαν μετὰ τὸ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ παρὸν τέτακται βιβλίον, καὶ τίνα τὰ ἐν αὐτῷ ζητούμενα καὶ αἰτιολογούμενα, εἴρηται. ἐπεὶ δὲ ἡ μνήμη ταὐτόν ἐστι τῷ ὑποκειμένῳ τῇ φαντασίᾳ, ὡς ἐρεῖ προιών, τῷ λόγῳ δὲ ἕτερον, ἡ δὲ φαντασία πάλιν ταὐτὸν τῇ αἰσθήσει τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ ἕτερον, καὶ διὰ τοῦτο, ἐν ᾧ τῆς ψυχῆς αἰσθανόμεθα, ἐν τούτῳ καὶ φανταζόμεθα καὶ μνημονεύομεν, δέον ἐστὶ καὶ νῦν ἄνωθεν τὰ περὶ τὴν φαντασίαν διαρθρῶσαι οὕτω γὰρ ἡμῖν ἔσται δῆλον καὶ τίς ἡ μνήμη), καὶ πρῶτον τί διαφέρει φαντασία αἰσθήσεως; οὔτε γὰρ ταὐτὸν τῇ αἰσθήσει οὔτε ἕτερον, ὡς εἴρηται. ὁμοίως καὶ ἡ μνήμη καὶ ἡ φαντασία· οὔτε γὰρ ταὐτὰ οὔτε πάλιν ἕτερα. διαφέρει τοίνυν φαντασία αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. ἐκ τούτων μὲν οὖν ἄν τις καὶ τοιούτων δείξειεν, ὅτι διαφέρει φαντασία αἰσθήσεως. ὅτι δὲ πάλιν ταὐτόν πὼς τῇ αἰσθήσει, μετ’ ὀλίγον εἰσόμεθα. τί δ’ ἐστὶν ἡ φαντασία, ὧδε γνωρίσαιμεν ἄν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράδοκεῖν φήμα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ• τοῦτο δὲ τὸ πρῶτον αἰσθητήριόν ἐστιν ἡ καρδία, ἐν ᾗ ἡ αἰσθητικὴ δύναμις τῆς ψυχῆς ἐστι. γίνεται οὖν ζωγράφημά τι ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἐγκατάλειμμά τι ὂν τοῦτο τὸ ζωγράφημα τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπομένει τε καὶ σῴζεται ὂν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σῳζόμενον αἴτιον γίνεται. τὸ δὲ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσι. δι’ ὃ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστιν ἡ φαντασία, ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἄν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν· καὶ ἅμα ἂν ἦμεν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις, ὅσων τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν γινομένην νῦν τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην νῦν, τὴν αἴσθησιν ἄν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν, εἰ δὲ τὴν γε |γονυῖαν καὶ σῳζομένην, τὴν μνήμην. ἀλλ’ εἴη ἄν ὡς ἐπὶ τῆς αἰσθήσεως· ὡς γὰρ ἐπ’ ἐκείνης ἔστι μέν τι αἰσθητόν, ἔστι δέ τις καὶ δύναμις αἰσθητική, ἔστι δὲ καὶ ἐν· έργεια δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν καλοῦμεν αἴσθησιν, ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια, οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ περὶ τῆς φαντασίας, τὸ μέν τι εἶναι φανταστόν τοῦτο δ’ ἄν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα καὶ οἱονεὶ ζωγράφημα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικὴν δύναμιν, ἀνάλογον ὂν καὶ αὐτὸ τῇ αἰσθητικῇ δυνάμει καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά· ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα ἐγκαταλείμματα, ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς αἰσθητικῆς ἐνεργείας ταῦτ’ ἐστὶν ἔργα· καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸ τὸν τύπον τούτων σχεῖν ἐν αὐτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων. ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα· αἰσθητικὴ μὲν γάρ ἐστιν, καθ’ ὅσον τῶν αἰσθητῶν παρόντων ἐστὶν ἀντιληπτικὴ μόνον, φανταστικὴ δέ, καθ’ ὅσον, ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτω καὶ αὕτη περὶ τὰ φανταστά, ὄντα ἐν τῷ ἔχοντι αὐτὰ σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὕτη γίνηται, αἴσθησις γίνεται ἡ γὰρ διὰ τοῦ αἰσθητηρίου παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι· δι᾿ ὃ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία)· ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς γίνηται περὶ τὸ γινόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ δὲ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστι. μνήμη γάρ ἐστι κατοχὴ φαντάσματος ὡς εἰκόνος οὗ τὸ φάντασμα· τῆς γὰρ φαντασίας πολλάκις γινομένης συνίσταται μνήμη. διαφέρει δὲ μνήμης ἀνάμνησις τῷ τὴν ἀνάμνησιν εἶναι ἀνανέωσιν προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ· καὶ ἔστιν αἴτιον ἀναμνήσεως ἡ τῶν πρώτων κινήσεων ἀνανέωσις. ἀλλὰ τὰ περὶ τούτων καὶ αὖθις ἐπισκεψόμεθα, νῦν δὲ τὰ περὶ τῆς φαντασίας ἔτι διαρθρωτέον. ἐκ ταύτης γὰρ ἡμῖν, ὡς εἴπομεν, ἔσται δῆλον καὶ τίς ἐστιν ἡ μνήμη. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κινούμενον αὐτὸ πάλιν ἄλλο κινῆσαι ἡ γὰρ βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κινουμένη), καὶ τὸ πρῶτον αἰσθητήριον, ἡ καρδία, ὑπὸ τῶν αἰσθητῶν κινούμενον αὐτὸ πάλιν διὰ τῶν ὑπὸ τῶν αἰσθητῶν γινομένων ἐν αὐτῷ κινήσεων, τουτέστιν ἐγκαναλειμμάτων καὶ τύπων καὶ ζωγραφημάτων, κινεῖ τὴν φανταστικὴν ψυχήν, ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν. δι’ ὃ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστι κίνησις ὑπὸ τῶν ἐγκαταλειμμάτων τῶν ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ αἰσθητηρίῳ γενομένων. εἴρηται γὰρ ὅτι καλεῖται τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἡ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα· οὐχ οὕτω δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι’ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. τί μὲν οὗν ἐστι φαντασία, εἴρηται· τί δὲ μνήμη, δῆλον ἐκ τούτων· ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα γινομένη ἐνέργει, ὅταν μὴ ἁπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου γινόμενον, μνήμη ἐστίν. οἷον παρόντος τοῦδε τοῦ αἰσθητοῦ, φέρε εἰπεῖν τοῦ γεγραμμένου ἐν τῷδε τῷ πίνακι ἀνθρώπου ἢ λέοντος ἢ ἄλλου τινός, καὶ ἐνεργούσης περὶ αὐτὸ τῆς ὄψεως γίνεται ἀπὸ τῆς τοιαύτης ἐνεργείας τύπος τις καὶ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα τοῦ γεγραμμένου λέοντος ἢ ἀνθρώπου ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ὅπερ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα ὑπομένει καὶ σῴζεται καὶ μὴ παρόντος τοῦ αἰσθητοῦ· τοῦτο δὴ τὸ ἐγκατάλειμμα κινεῖ τὴν φανταστικὴν δύναμιν τῆς ψυχῆς καὶ ποιεῖ αὐτὴν ἐνεργεῖν περὶ αὐτό, ὥσπερ καὶ τὰ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν δὲ ἡ τοιαύτη τῆς φανταστικῆς δυνάμεως ἐνέργεια περὶ τὸ τοιοῦτον ἐγκατάλειμμα ἁπλῶς γίνηται, μὴ προσλογιζομένη ὅτι τόδε τὸ ἐγκατάλειμμα καὶ ὅδε ὁ τύπος ἀπὸ τοῦ γεγραμμένου ἐν τῷ τοιῳδὶ πίνακι ζῴου κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονεν, ἀλλ’ ἁπλῶς οὕτως περὶ αὐτὸ ἐνεργῇ φαντασία τὸ τοιοῦτον λέγεται. ὅταν δὲ πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ προσλογίζηται, ὅτι ἀπὸ τοῦ ἐν τῷ δεῖνι πίνακι γεγραμμένου ζῴου ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθ’ γέγονε, καὶ ὅλως ὅτι ὅδε ὁ τύπος εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου, τότε ἡ τοιαύτη ἐνέργεια μνήμη λέγεται. φαν|τασία μὲν γάρ ἐστι καὶ λέγεται, ὅταν ἁπλῶς περὶ τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα γίνηται μὴ προσλογιζομένη, ὅτι ἀπ’ ἄλλου τινὸς ἐν τῷ πίνακι ὄντος γέγονε· μνήμη δ’ ἐστίν, ὅταν πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ αἰσθάνηται καὶ ὅτι ἀπ’ ἄλλου τινὸς γέγονε, καὶ ἔτι ὅτι τοῦτο, οὗ αἰσθάνεται, εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. τοῦτο δὴ κἂν ἀπὸ ἀληθοῦς ζῴου γίνηται, ταὐτόν ἐστι. καὶ ἐπεὶ μνήμη καὶ φατασία ταὐτὸν τῷ ὑποκειμένῳ, φαντασία δὲ καὶ αἴσθησις ὁμοίως αἱ αὐταὶ γὰρ καὶ αὗται τῷ ὑποκειμένῳ, ὡς ἤδη εἴρηται), καλῶς λέγεται, ὅτι ἐν ᾧ αἰσθάνεται, τούτῳ καὶ μνημονεύει τὰ μνημονεύοντα. ὡς γὰρ ἀπὸ τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς τὸ αἰσθάνεσθαι, οὕτως ἀπ᾿ αὐτῆς καὶ τὸ φαντάζεσθαι καὶ μνημονεύειν. ἰστέον δὲ ὅτι μνημονεύει μέν, ὡς εἰσόμεθα, καί τινα τῶν ἀλόγων ζῴων, ἀναμιμῄσκεται δὲ μόνα τὰ λογικὰ ζῷα. ἀλλὰ περὶ μὲν τούτων τοσαῦθ’ ἡμῖν εἰρήσθω διὰ τὸ ἀσαφῶς καὶ ἄγαν περινενοημένως τὸν περὶ μνήμης καὶ ἀναμνήσεως λόγον ἀπηγγέλθαι, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἰτέον. Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίν’ αἰτίαν γίγνεται. Μνήμη ἐστὶν ἡ δύναμις τῆς ψυχῆς, καθ’ ἣν μνημονεύομεν, μνημονεύειν δὲ ἡ ἐνέργεια αὐτῆς· ὡς γὰρ νοῦς πρὸς νόησιν, οὕτω μνήμη πρὸς τὸ μνημονεύειν ἔχει. ἔστιν οὖν μνήμη καὶ φαντασία καὶ αἴσθησις ἡ πρώτη ἡ ἐν τῇ καρδίᾳ τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί, τῷ λόγῳ δὲ διαφέρουσαι. πῶς δὲ αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται. λεκτέον οὖν, φησί, περὶ τοῦ μνημονεύειν καὶ τοῦ ἀναμιμνῄσκεσθαι. διαφέρει γὰρ μνήμη ἀναμνήσεως, ὡς γνωσόμεθα μετὰ ταῦτα. λέγει δὲ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν βραδεῖς λέγων βραδεῖς τοὺς ἀφυεστέρους καὶ μὴ ταχέως ἀποστοματίζοντας) μνημονικωτέρους, τοὺς δὲ ταχεῖς καὶ εὐφυεῖς καὶ εὐμαθεῖς ἀναμνηστικωτέρους. ὥστε διαφέροι ἂν καὶ κατὰ τοῦτο μνήμη ἀναμνήσεως· εἰ γὰρ ἦσαν αἱ αὐταί, ἦν ἄν καὶ πᾶς ὁ μνημονικὸς καὶ ἀναμνηστικός. Πρῶτον μὲν οὖν σκεπτέον, ποῖά ἐστι μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο. Ὥσπερ ἐν τῷ Περὶ ψυχῆς ἀπὸ τῶν αἰσθητῶν ἐδίδαξε τὰς τῶν αἰσθήσεων ἐνεργείας καὶ ἀπὸ τῶν ἐνεργειῶν τὰς δυνάμεις τῆς αἰσθητικῆς ψυχῆς, ἀπὸ τῶν σαφῶν διδάσκων τὰ ἀσαφῆ, οὕτως ἐνταῦθα ἀπὸ τῶν μνημονευτῶν τὴν μνήμην. πρῶτον οὖν, φησί, σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γὰρ τὸ ἀγνοεῖν ποῖά εἰσι τὰ μνημονευτὰ ἐξαπατᾷ καὶ ποιεῖ ἡμᾶς ἄλλα περὶ μνήμης λογίζεσθαι. ἔστι δὲ οὕτε τὸ μέλλον μνημονευτὸν οὕτε τὸ ἐνεστώς· τοῦτο γὰρ εἶπε παρόν. ἀλλ’ ἔστι τὸ μὲν μέλλον ἢ δοξαστὸν ἢ ἐλπιστὸν ἢ ἐπιστημονικόν ἔστι γὰρ καὶ ἐπιστήμη ἐλπιστικὴ ὥσπερ ἡ μαντική· ἐλπίζει γὰρ ὁ μάντις γενέσθαι αὔριον τόδε), τὸ δὲ ἐνεστὼς αἰσθητόν· τοῦ παρόντος γὰρ ἡ αἴσθησις. ἐπεὶ οὖν ἅπαν ἢ παρόν ἐστιν ἢ μέλλον ἢ παρεληλυθός ὅπερ παρεληλυθὸς γενόμενον εἶπεν), ἡ δὲ μνήμη οὐδενός ἐστι τῶν δύο, ἔσται τοῦ γενομένου. ἀνάγκη γὰρ αὐτὴν τινὸς εἶναι. εἰπὼν δὲ ὅτι ἡ δὲ μήμη τοῦ γενομένου, ἐπήγαγε τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ. ἔστι δὲ τὸ λεγόμενον· ἡ μνήμη τοῦ γενομένου ἐστίν, οὐ τοῦ παρόντος. τὸ γὰρ παρόν, ὅτε πάρεστι καὶ ὁρᾶται ἔστω δὲ τὸ παρὸν καὶ ὁρώμενον, λόγου χάριν τοδὶ τὸ λευκόν), οὐδεὶς ἂν φαίη μνημονεύειν. ὁμοίως οὐδὲ τὸ νοητὸν ὅτε νοεῖ τις, φαίη ἄν μνημονεύειν. ἀλλὰ τὸ μὲν ὁρώμενον ὅτε ὁρῶμεν, αἰσθάνεσθαί φαμεν αὐτοῦ, τὸ δὲ νοούμενον ἐπίστασθαι μόνον, ἀλλ’ οὐ μνημονεύειν. τὸ ἐπίστασθαι δὲ ἐνταῦθα δηλωτικόν ἐστι τοῦ εἰς ἐπιστήμην ἄγεσθαι. θεωρούμενον γὰρ τὸ πρῶτον μὲν ἀγνοούμενον, νῦν δὲ πρώτως μανθανόμενον λέγει• ὥστε καὶ ἐπίστασθαι λέγοι ἄν τὸ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει, ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν. λέγει δὲ ἔργα τοδὶ τὸ ζῷον ἢ τὸ κυρίως ἢ τὸ γεγραμμένον, ὁμοίως καὶ τρίγωνον τὸ γεγραμμένον ἐν τῷδε τῷ βιβλίῳ. εἴη ἂν οὖν τὸ λεγόμενον· ὅταν οὑν χωρὶς τοῦ ἐνεργεῖν περὶ τὸ ζῷον ἢ περὶ τὸ ἐν τῷ βιβλίῳ τρίγωνον αὐτοὺς μόνους τοὺς τύπους τούτων θεωρῇ ἡ ψυχή, μὴ ἁπλῶς δὲ ἀλλ’ ὡς ὄντας εἰκόνας τινῶν, τότε μέμνηται. τότε γάρ φαμεν μεμνῆσθαί τινα τοῦ τριγώνου τὰς δύο ὀρθάς, ὅταν φαντάζηται, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἐν τῷ δεῖνι βιβλίῳ παρὰ τοῦ δεῖνος γεωμέτρου ἔμαθεν ἢ ἐθεώρησεν, ἀλλ’ οὐχὶ ὅταν μανθάνῃ. ὁμοίως καὶ ἐπὶ τῶν αἰσθητῶν, οὐχ ὅταν ὁρᾷ, ἀλλ’ ὅταν φαντάζηται, ὅτι εἶδέ τι ἢ ἤκουσε κατὰ τὸν δεῖνα χρόνον. Ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὴν μνήμην, οὕτως ἐν τῇ ψυχῇ. Τουτέστιν ἀεὶ γὰρ ὅταν ἐνεργῇ περὶ τοὺς τύπους ἡ ψυχή τῶν πραγμάτων ἁπάντων, λέγει ὅτι πρότερον τοῦτο ἤκουσε. εἰ γὰρ μὴ τοῦτο λέγει μηδὲ συναισθάνεται τοῦ πρότερον καὶ τοῦ ὑπὸ τίνος ἤκουσεν, οὐκ ἔστι μνήμη. εἰπὼν δὲ ὅτι ὅταν ἐνεργῇ, ἐπήγαγε κατὰ τὴν μνήμην, δυνάμει λέγων· ὅταν ἐνεργῇ τὴν ἐνέργειαν, καθ’ ἣν ἡ μνήμη εἰδοποιεῖται. αὕτη δὲ ἦν τὸ αἰσθάνεσθαι καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος, ἀφ’ οὗ γέγονεν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα. Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις. Υπόληψιν λέγει τὴν κοινῶς κατηγορουμένην κατά τε δόξης καὶ νοήσεως 12 καὶ τῶν λοιπῶν λογικῶν δυνάμεων. ἡ ὑπόληψιν λέγοι ἂν νῦν καταχρηστικώτερον τὴν φαντασίαν. ἔστι μὲν οὖν οὔτε ὑπόληψις οὔτε ταὐτὸν τῇ αἰσθήσει, ἀλλ’ ἕξις ἢ πάθος αἰσθήσεως, ἐπειδὴ καὶ ἡ φαντασία. τὸ δὲ ὅταν γένηται χρόνος ἴσον ἐστὶ τῷ ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, καθ’ ὃν γέγονε τὸ ἐγκατάλειμμα, καὶ οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τοῦ πράγματος, ἀφ’ οὗ. τοῦ δὲ ὁρωμένου ἢ νοουμένου τῷ παρόντι καὶ ἐνεστῶτι χρόνῳ οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται, ἀλλ’ αἴσθησις καὶ ἐπιστήμη. μνήμη δ’ ἐστὶ τοῦ γενομένου. δι’ ὃ μετὰ χρόνου πᾶσα μνήμη, τουτέστι δι’ ὃ τότε ἐστὶ καὶ λέγεται μνήμη, ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, ὅτι χθὲς ἢ ὅλως πρότερον εἶδον ἡ ἤκουσα. καὶ ἐπεὶ τότε γίνεται μνήμη, ὅτε χρόνου αἴσθησις, ὅσα χρόνου αἰσθάνεται, ταῦτα καὶ μνημονεύει. ὁ γὰρ πεπτωκὼς ὄνος πέρυσιν εἰς τόνδε τὸν βόθρον, τήμερον δὲ ἰδὼν αὐτὸν καὶ ἀναχωρήσας, ᾔσθετο, ὅτι πρότερον πέπτωκεν ἐν αὐτῷ. αἰσθάνεται οὖν καὶ τὰ λοιπὰ τοῦ χρόνου, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἀνθρώποις· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς τῷ αἰσθάνεσθαι, πότε εἶδε καὶ πότε ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν τοῦ παρεληλυθότος καὶ μέλλοντος, τὰ δ’ ἄλογα τούτου μόνου αἰσθάνεται τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε, τοῦ δὲ μέλλοντος ἔννοιαν οὐκ ἴσχει. εἰπὼν δὲ ὅτι ὅσα χρόνου αἰσθάνεται ταῦτα μνημονεύει, ἐπήγαγε· καὶ τούτῳ ᾧ αἰσθάνεται, τουτέστι καὶ ἐν τούτῳ τῷ μέρει τῆς ψυχῆς μνημονεύει, ἐν ὣ καὶ αἰσθάνεται· τοῦτο δ’ ἐστὶ τὸ αἰσθητικόν· ἐν γὰρ τῷ θρεπτικῷ ἢ τῷ φυτικῷ οὐκ ἔστι μνήμη, ἀλλὰ τῷ αἰσθητικῷ, ἐν ᾧ καὶ τὸ φαντάζεσθαι. Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος. Τὸ μὲν τῆς λέξεως συνεχές ἐστιν ἐν τῷ ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη, ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος, φανερὸν ὅτι τοὐ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη. τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται ὡς κατασκευαστικὰ τοῦ μηδὲν νοεῖν ἄνευ φαντάσματος. ἔστι δὲ τὸ λεγόμενον ἀπάντησις καὶ λύσις πρὸς ἔνστασιν τοιαύτην δυναμένην φέρεσθαι πρὸς τὰ ῥηθέντα· εἰπὼν γὰρ ὅτι ἡ μνήμη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἐστι καὶ τούτῳ μόνῳ μνημονεύει ᾧ καὶ αἰσθάνεται, ἐπειδὴ μνημονεύομεν καὶ τῶν νοητῶν τὰ γὰρ ἐπιστητὰ νοητά), εἶπεν ἄν τις, ὅτι, ἐπειδὴ καὶ τῶν ἐπιστητῶν ἐστι μνήμη, οὐκ ἄν εἴη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἡ μνήμη καὶ τὸ μνημονεύειν, ἀλλὰ καὶ τῆς λογικῆς. λύει οὖν αὐτὴν λέγων, ὅτι τοῦ νοουμένου λέγων νοούμενον τὸ νοητὸν ἤτοι τὸ καθόλου, τὰ γὰρ μερικὰ αἰσθητά), τοῦ δὴ νοουμένου κατὰ συμβεβηκός ἐστι μνήμη. εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη ἡ μνήμη ἕξις ἢ πάθος καὶ τοῦ λογικοῦ μέρους τῆς ψυχῆς, ἀλλὰ μόνου τοῦ αἰσθητικοῦ. ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ, ὡς μαθησόμεθα τὴν λέξιν βασανίζοντες, καὶ ἄνευ ταύτης οὐδὲν νοεῖ· πίναξ γάρ ἐστιν ἡ φαντασία τῷ νῶ. τὰ γὰρ ἐν αὐτῇ ἐγγραφέντα καὶ ἐντυπωθένται ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ὁρῶν ὁ νοῦς ἀποσυλᾷ τοὺς καθόλου λόγους αὐτῶν. ὡς γὰρ ἄνευ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως οὐκ ἔστι φανσασία, οὕτως οὐδὲ ἄνευ φαντασίας λῆψις τοῦ καθόλου. ἀπὸ γὰρ τῶν ἐν αὐτῇ τύπων καὶ ἐγκαταλειμμάτων, ὡς εἴρηται, συνάγει τοὺς καθόλου λόγους ὁ νοῦς. ὑφ᾿ οὗ συνάγεται ἀναγκαίως, ὡς ἔχε. τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος ὁ κινῶν τὴν φαντασίαν πρὸς τὰ αἰσθητά, οὕτως ἔχειν καὶ τοὺς καθόλου λόγους τοὺς κινοῦντας τὸν νοῦν πρὸς τοὺς τῆς φαντασίας τύπους καὶ τὰ ἐγκαταλείμματα. γίνεται γὰρ ἀπὸ μὲν τῶν αἰσθητῶν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα, ἀπὸ δὲ τούτων τὸ καθόλου. ὥστε συμπλέκεται ὁ νοῦς τῇ φαντασία, καὶ ἄνευ αὐτῆς οὐδέν τι δύναται νοεῖν. εἰ δὲ τοῦτο, δηλονότι ὥσπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν γεγραμμένον ἐν Ἀθήναις ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ἵνα σαφέστερον εἴπω, ὥσπερ ἡ αἴσθησις ὁρῶσα τὸν Σωκράτην ὁρᾷ τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον καὶ γὰρ ἐν τῷ καθ’ ἕκαστα τὸ καθόλου), οὕτω καὶ ἡ μνήμη καθ’ αὑτὴν μέν ἐστι τοῦ τύπου καὶ τοῦ πάθους, κατὰ συμβεβηκὸς δὲ τοῦ καθόλου· τὸ γὰρ καθόλου κατὰ ἀναπλασμὸν ἀπὸ τοῦ ἐν τῇ αἰσθήσει πάθους ὁ νοῦς ἀναζωγραφεῖ. οὕτως οὗν καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς τύπους καὶ τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου. κατὰ συμβε|βηκὸς ἄρα ἐστὶ μνήμη τοῦ νοητοῦ διὰ τὸ ἅμα τῷ γενέσθαι μνήμην τῶν πραγμάτων συναναφαίνεσθαί πὼς αὐτῇ καὶ τὸ ἐκ τούτων καθόλου. καὶ ἔστι καθ’ αὑτὸ μὲν ὁ νοῦς τῶν καθόλου, ὡς ἡ φαντασία τῶν φανταστῶν, κατὰ συμβεβηκὸς δὲ τῶν αὐτῶν τούτων καθόλου ἡ μνήμη, ὡς καὶ ἡ ἐν Ἀθήναις αἴσθησις τοῦ ἐν Ἰνδίᾳ νεμομένου ἐλέφαντος. ταῦτα μὲν οὖν ἀρκούντως, ἐπὶ δὲ τὴν λέξιν μετιτέον. Συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῶ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν. Τοῦτο καὶ τὰ ἐφεξῆς. πάντα, ὡς εἴρηται, μεταξὺ παρεμβέβληται, κατασκευαστικὰ ὄντα, ὡς δηλοῖ καὶ ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. εἰσὶν οὖν κατασκευαστικά, ὅτι οὐδὲν νοεῖ ἄνευ φαντάσματος ὁ νοῦς. πάνυ δὲ 10 ἀσαφῶς καὶ μεμελανωμένως ἀπαγγέλλει τὰ λεγόμενα. ἐστι δὲ συλλεξάμενον τὸν νοῦν εἰπεῖν οὕτως· συμβαίνει τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν. ὥσπερ γὰρ ἐν ταῖς ἀποδείξεσιν βουλόμενοι ἀποδεῖξαι, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ μηδὲν ὅλως χρῄζοντες πρὸς τὴν τοιαύτην δεῖξιν ὡρισμένου τινὸς ποσοῦ κἂν γὰρ δακτυλιαία ἐστὶν ἑκάστη τῶν πλευρῶν αὐτοῦ κἂν πηχυαία κἂν ἡτισοῦν, δειχθήσονται δυσὶν ὀρθαῖς ἴσαι, ὥστε ὅλως μὴ δεόμενοι ὡρισμένου τινὸς ποσοῦ, οὔτε γὰρ ἰσοσκελοῦς οὔτε ἰσοπλεύρου οὔτε σκαληνοῦ, ἀλλὰ μόνον τριγώνου), ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον κατὰ ποσόν ὃ γὰρ ἄν γραφῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἤ τι τοιοῦτο, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), οὕτω καὶ ὁ νοῶν, κἄν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμμάτων ποσόν. κἀν γὰρ λευκόν, κἂν θερμόν, κἄν ὀσμήν, κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, μετὰ ποσοῦ ταῦτα νοεῖ· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον καὶ πολυτίμητον νοῦν ἐπιστρέψῃ, εὐθὺς ὄγκους καὶ μεγέθη καὶ διαστάσεις τινὰς φαντάζεται. πάλιν δὲ εἰ καὶ νοῶν τὸ λευκὸν ἢ τὴν ὀσμὴν ἢ τὴν γλυκύτητα, ποσὰ μὴ ὄντα, τίθεται πρὸ ὀμμάτων ποσόν, τουτέστι μετὰ διαστάσεως τινος καὶ ποσότητος ταῦτα νοεῖ, ἀλλ’ οὐχ ᾗ ποσὰ ταῦτα νοεῖ, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικόν ἐστιν ὄψεως, τὸ δὲ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἀλλοτρίων, καὶ τὸ γλυκὺ ὁμοίως. ὅτι δὲ μετὰ ποσότητος ταῦτα νοεῖ, δῆλον· ἐπειδὰν γὰρ νοῇ λευκόν, μετὰ ἐπιφανείς ἢ σώματος αὐτὸ νοεῖ· ἡ δὲ ἐπιφάνεια καὶ τὸ σῶμα ποσόν. ἐπεὶ οὖν ὁ νοῦς ὃ ἄν νοῇ μετὰ ποσοῦ τινος αὐτὸ νοεῖ, ταῦτα δὲ τῆς φαντασίας αὕτη γὰρ παρεμπίπτουσα ταῖς τοῦ νοῦ νοήσεσιν, ὡς ὁ Πλάτων φησίν, οὐκ ἐᾷ νοῆσαι καθαρῶς, ὅπερ ἐστὶν ἕκαστον τῶν νοουμένων, ἀλλ’ εὐθὺς ὄγκους καὶ διαστάσεις καὶ μεγέθη παρεμφαίνει), φανερὸν ὅτι οὐδέν τι νοεῖ χωρὶς φαντάσματος. Ἄν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ, τίθεται μὲν πόσ’ ὂν ὡρισμένον, νοεῖ δὲ ᾗ ποσὸν μόνον. Εἰπὼν ὅτι κἂν μὴ ποσὸν νοῇ εἰσὶ δέ, ὡς ἴσμεν, μὴ ποσὰ πᾶσαι αἱ ἄλλαι αἱ παρὰ τὸ ποσὸν κατηγορίαι, οὐσία, ποιόν, πρός τι καὶ αἱ λοιπαί), ἐπήγαγεν· ἄν δὲ ἡ φύσις ᾗ τῶν ποσῶν, ἀορίστων δέ. ἔστ’. δὲ τὸ λεγόμενον· ἄν δὲ ᾗ τὸ νοούμενον μὴ οὐσία μηδὲ ποιόν, ἀλλά τι τῶν ὑπὸ τὸ ποσόν, οἷον τρίγωνον ποσὸν γάρ τι τὸ τρίγωνον), ἄν οὗν ποσόν, ἀόριστον μέντοι ἀόριστος γὰρ κατὰ τὸ ποσὸν ἡ τοῦ τριγώνου φύσις), τίθεται μὲν καὶ καταγράφει ποσὸν ὡρισμένον πᾶν γὰρ γεγραμμένον τρίγωνον, ὡς ἤδη εἴρηται, ὡρισμένον), νοεῖ δὲ οὐχ ὡρισμένον οὐ γὰρ νοεῖ αὐτὸ ὅτι σκαληνὸν ἢ ἰσόπλευρον), ἀλλ’ ἁπλῶς ὡς ποσόν, τουτέστιν ἀλλ’ ἁπλῶς τρίγωνον, καὶ τρίγωνον ἀδιάστατον· ὁ γὰρ τοῦ τριγώνου λόγος καὶ τὸ εἶδος ἀδιάστατον. οἱ μὲν γὰρ ἐν τῇ φαντασίᾳ τοῦ αἰσθητοῦ τριγώνου τύποι ὡρισμένοι τρόπον τινὰ κατὰ μέγεθος ὅσον γὰρ ἦν τὸ γεγραμμένον, τοσοῦτον αὐτὸ πάλιν ἡ φαντασία φαντάζεται), τὰ δὲ καθόλου, ἅπερ ἐκ τῶν τύπων συναθροίζεται, ἀόριστα κατὰ μέγεθος· οὐδὲν γὰρ καθόλου ὥρισται μέγεθος. ὥστε μετὰ μεγέθους ἀεὶ ἡ νόησις αὐτοῦ, ὥσπερ καὶ τὰ ὁρώμενα γράμματα μετὰ μεγέθους τινός. ταῦτα δὲ λέγεται περὶ τοῦ καθ’ ἕξιν νοῦ, ἀλλ’ οὐ περὶ τοῦ πρακτικοῦ. νοεῖ μὲν οὖν αὐτὰ οὐχ ᾗ μεγέθη οὐδ’ ὡς ἔχοντα τοσόνδε μέγεθος, ἀλλ’ ὅλως ὡς ἀμεγέθη, εἰ καὶ παρεμπίπτει μεγέθους φαντασία· εἰ δὲ μετὰ μεγέθους, δηλονότι μετὰ φαντασίας· οὐδὲν ἄρα νοεῖ χωρὶς φαντασματος. Διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς οὐδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα ἄλλος λόγος. Μῆ ἐν χρόνῳ λέγει πάντα τὰ ἀίδια. εἰπὼν δὲ ὅτι πᾶν, ὃ ἄν νοῇ ὁ ἐν ἕξει δηλονότι νοῦς, μετὰ φαντασίας τινὸς καὶ μεγέθους αὐτὸ νοεῖ καὶ ἐν χρόνῳ, ἐπειδὴ συνῄσθετο ἀπαιτούμενος τὴν τούτων αἰτίαν ζητεῖται γὰρ διὰ τί τὰ ἀμεγέθη καὶ ἄχρονα μετὰ μεγέθους καὶ ἐν χρόνῳ νοεῖται), ἐπήγαγε· διά τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς καὶ μεγέθους μηδὲ ἄνευ χρόνου τὰ ἀίδια, ἄλλος λόγος, καὶ προσυπακουστέον τὸ ἀκριβέστερος. εἴρηται μὲν γὰρ καὶ νῦν ὅτι διὰ τὸ συμπλέκεσθαι τῇ φαντασίᾳ, δέδεικται δὲ καὶ ἐν ἄλλοις ἀκριβέστερον, καὶ διὰ τί ἐν χρόνῳ καὶ οὐκ ἀχρόνως. ἇλος οὖν λόγος ἀκριβέστερος δέδειχε τὸ παρόν. μήποτε δὲ τὸ ἄνευ χρόνου ὡς ἑρμηνευτικὸν ἐπῆκται τοῦ ἄνευ συνεχοῦς, ἶν’ ᾗ τὸ ἄνευ συνεχοῦς καὶ τὸ ἄνευ χρόνου ἐκ παραλλήλου κείμενον· ὁ γὰρ χρόνος συνεχής ἐστιν. καὶ εἴη ἄν τὸ λεγόμενον· διὰ τίν μὲν οὖν αἰτίαν οὐ δύναται νοεῖν τὰ μὴ ἐν χρόνῳ ἄνευ χρόνου, ἄλλος λόγος. ζητεῖται γὰρ τοῦτο. Μέγεθος δ’ ἀναγκαῖον γνώριζε καὶ κίνησιν, ᾧ καὶ χρόνον. Τοῦτο συνεχὲς ἄν οἶμαι εἴη τῷ τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν. εἰπὼν γὰρ ὅτι ὁ νοῦς τίθεται πρὸ ὀμμάτων τὸ μὴ ποσὸν ὡς ποσόν, ὅμως οὐχ ἡ ποσὸν νοεῖ αὐτὸ οὐδὲ γάρ ἐστι τὴν ἀρχὴν ποσόν), ἀλλ’ ᾗ ἄποσον, περὶ ὧν ἀκριβέστερον εἴρηται ἐν τῷ τρίτῳ λόγῳ τῶν Περὶ ψυχῆς, ὅτε ἐζητεῖτο πῶς ὁ νοῦς νοεῖ τὰ νοητά. ἐπειδὴ οὖν γνῶσις ἡμῖν γίνεται καὶ μεγέθους καὶ κινήσεως, ἅπερ ἐστὶ καὶ κυρίως ποσά, λέγει ὅτι ταῦτα γνωρίζει τῷ μορίῳ τῆς ψυχῆς ᾧ καὶ τὸν χρόνον· γνωρίζει δὲ τὸν χρόνον τῇ πρώτῃ αἰσθήσει. τὸ δὲ καὶ τὰ φαντάσματα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ἐν ἐκείνῳ τῷ μορίῳ τῆς ψυχῆς γινώσκει μέγεθος καὶ κίνησιν, ᾧ καὶ χρόνον· ἔστι δὲ τὸ μόριον ἐκεῖνο ἡ κοινὴ αἴσθησις, ἧς πάθος ἐστὶν ἡ φαντασία. εἰ δὲ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά χωρὶς γὰρ φαντασίας οὐδὲν ὁ νοῦς νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης, τὰ μὲν συνεργούσης ὡς ἐπὶ τῶν μαθημάτων —οἷον γὰρ ἀβάκιον τοῦ νοῦ ἐστιν ἐπὶ τούτων ἡ φαντασία· καὶ εἰς ἄλλα δὲ πολλὰ συνεργεῖ —,τὰ δὲ καὶ ἐμποδιζούσης, ὡς ἐπὶ τῆς τῶν νοητῶν τε καὶ θείων θεωρίας· ἐν γὰρ τῇ τούτων θεωρίᾳ περιέλκεται ὁ νοῦς ὑπὸ τῆς φαντασίας σχήματα καὶ μεγέθη φανταζομένης καὶ μὴ συγχωρούσης ἐκείνων εἰλικρινῶς ἀντιλαμβάνεσθαι), εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά, ἡ δὲ φαντασία καὶ ἡ μνήμη αἱ αὐταὶ τῶ ὑποκειμένῳ καὶ πάθη τῆς κοινῆς αἰσθήσεως, δηλονότι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστι. καὶ δῆλον τοῦτο ἐκ τοῦ μνημονεύειν καὶ πολλὰ τῶν ἀλόγων ζῴων. τὸ δὲ ἡ δὲ μνήμη καὶ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν ἴσον ἐστὶ τῷ ταῦτα δέ, ὧν ὡς νοητῶν μνημονεύει, οὐκ εἰσὶ νοητά, ἀλλὰ φανταστά. λέγομεν δὲ αὐτὰ νοητὰ καὶ μνήμην νοητῶν ἡ διὰ τὸ τὸν νοῦν περὶ αὐτὰ ἐνεργεῖν, ὡς εἶναι φανταστὰ μὲν ἀπλῶς, ὅταν ἡ αἴσθησις ἡ πρώτη περὶ αὐτὰ ἐνεργῇ, νοητὰ δέ, ὅταν ὁ νοῦς μετὰ τῆς φαντασίας, ὡς ἡ ὄψις μετὰ τοῦ βιβλίου· ἢ καὶ διὰ τὸ ἀπ’ αὐτῶν συνάγεσθαι τὰ νοητά, αὐτούς φημι τοὺς καθόλου λόγους. εἰ δὲ τοῦτο, φανερὸν ὅτι ἡ μνήμη τοῦ νοουμένου, τουτέστι τοῦ νοητοῦ, κατὰ συμβεβηκὸς ἄν εἴη, καθ’ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τῆς πρώτης καὶ κοινῆς αἰσθήσεως. εἰ δ’ ἦν ἡ μνήμη πάθος τοῦ νοῦ, ἦν ἂν καθ’ αὑτὸ καὶ τῶν νοητῶν. φανερὸν δέ, ὡς καὶ πρότερον εἴρηται, ὅτι τοῦ πρώτου αἰσθητικοῦ πάθος ἢ ἕξις ἐστὶν ἡ μνήμη, καὶ ἐκ τοῦ πολλοῖς τῶν ἀλόγων ζῴων ὑπάρχειν καὶ μὴ μόνοις τοῖς ἀνθρώποις τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ γὰρ μὴ ἦν τοῦ πρώτου αἰσθητικοῦ, ἀλλά τινος τῶν νοητικῶν μερῶν, οὐδενὶ ἄλλῳ ἄν ὑπῆρχε πλὴν ἀνθρώποις· μόνοι γὰρ οὗτοι νοῦν ἔχουσιν. εἰπὼν δὲ ὅτι οὐκ ἂν ὑπῆρχεν πολλοῖς τῶν ἄλλων ζῴων, ἐπήγαγεν ἴσως ’δε οὐδενὶ τῶν θνητῶν, ὡς ταὐτὸν τῷ ἴσως δὲ οὐδενὶ τῶν ἀλόγων’ διὰ τὸ μηδενὶ τούτων ὑπάρχειν νοῦν. εἰπὼν δὲ ὅτι αἰσθάνεται χρόνου πολλὰ τῶν ἀλόγων ζῴων οὐ γὰρ πάντα αἴσθησιν ἔχει χρόνου), κατασκευάζων τοῦτο ἐπήγαγεν· ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθὼς καὶ πρότερον εἴπομεν. ὁ γὰρ πεπτωκὼς ἐν τῷ βόθρῳ ὄνος, ὅταν ἐνεργῇ τῇ μνήμῃ, ὅτι πέπτωκέ που ἢ φωνῆς ἤκουσε φθοροποιοῦ τινος ζῴου οἷον λύκου, προσαισθάνεται ὅτι πρότερον ταῦτα πέπονθε. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ· αἰσθάνεται ἄρα χρόνου. ταῦτα εἰπὼν λέγει· τίνος μὲν οὖν ἐστι μνήμη φανερόν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ· τούτου γὰρ καὶ ἡ φαντασία πάθος. καὶ ἔστι μνημονευτὰ μὲν ὦν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ τὰ νοητά· ταῦτα γὰρ εἶπεν ὅσα μὴ ἄνευ φαντασίας· μετὰ φαντασίας γὰρ καὶ ἡ τούτων, ὡς εἴρηται, γνῶσις. εἰ δὲ κατὰ συμβεβηκός ἐστι τούτων ἡ μνήμη, δῆλον ὡς οὐκ ἄν εἴη ἡ μνήμη ἕξις ἢ πάθος νοῦ· εἰ γὰρ ἦν ἕξις τούτου, ἦν ἄν καὶ τῶν νοητῶν καθ’ αὑτό. Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους παρόντος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν. Πάθος λέγει τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἐγγραφὲν ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, πρᾶγμα δὲ τὸ αἰσθητόν, ἀφ’ οὗ ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα. ἀπορεῖ δὲ ταύτην τὴν ἀπορίαν πάνυ ἀναγκαίως· ἡ λύσις γὰρ αὐτῆς τὴν φύσιν ἡμῖν τῆς μνήμης τίς ἐστιν ἀριδήλως παραστήσει. τίνος μὲν γὰρ μορίου τῆς ψυχῆς ἐστιν ἡ μνήμη, εἴρηται αὐτῷ· τίς δὲ ἡ φύσις αὐτῆς, οὔπω. ἔστι δὲ τὸ ἀπορούεἰ μένον τοιοῦτον, πῶς τοῦ πάθους καὶ τοῦ τύπου παρόντος καὶ περὶ αὐτὸ ἐνεργούσης τῆς μνήμης μνημονεύει τὸ μὴ παρόν. ἔδει γὰρ περὶ ὃ ἐνεργεῖ, τοῦτο καὶ μνημονεύειν. ἀπορήσας δὲ πρὸ τοῦ τὴν λύσιν ἐπενεγκεῖν, πρότερον ὑπομιμνῄσκει, πῶς γίνονται οἱ τύποι ἐν ἡμῖν, καί φησιν· ὥσπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις ἐνσημαίνουσι τῷ κηρῷ τὸ τῆς σφραγῖδος ἐκτύπωμα, τοιοῦτόν τι γίνεται ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ πρώτῳ αἰσθητηρίῳ· ὑπὲρ οὗ ἐπὶ πλέον εἴπομεν πρότερον, ἡνίκα τὰ περὶ τὴν φαντασίαν διηρθροῦμεν. γίνεται οὖν οἷον ζωγράφημά τι, οὗ ζωγραφήματος τὴν ἕξιν καὶ μονὴν μνήμην εἶναι λέγομεν. καὶ διὰ τὸ ἐνσημαίνεσθαι τοὺς τύπους ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἄν τύχῃ τὸ τοιοῦτον αἰσθητήριον ἐν κινήσει ὄν ἔστι δὲ ἐν κινήσει αὐξανόμενον ἢ φθῖνον), οὐ γίνεται μνήμη. ὥσπερ γὰρ οὐκ ἐνσημαίνεται ἐν ὕδατι ῥέοντι ἡ ἐν τῷ δακτυλίῳ σφραγίς, οὕτως οὐδ’ ἐν τῷ αἰσθητηρίῳ τῶ ἐν κινήσει ὄντι ἡ διὰ νόσον ἢ ἡλικίαν ἐγγίνεσθαι δύναται τύπος τις. τοῖς μὲν οὖν πάμπαν νέοις οὐ γίνεται μνήμη διὰ τὴν κίνησιν, ἣν κινεῖται αὐξανόμενον, τοῖς δὲ πάμπαν γηραιοῖς διὰ τὸ ψύχεσθαι καὶ οἱονεὶ θρύβεσθαι καὶ ἀπαλείφεσθαι τοὺς τύπους, ὥσπερ καὶ ἀπὸ τῶν παλαιῶν οἰκοδομημάτων τὴν ἀληλιμμένην τίτανον ἢ καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα· ἀμαυρὰ γὰρ καὶ ταῦτα τῷ χρόνῳ καὶ οἱ ἐν τῇ καρδίᾳ τύποι γίνονται. ἄλλοις δὲ πάλιν οὐκ ἐγγίνονται τύποι διὰ τὴν σκληρότητα τοῦ πρώτου αἰσθητηρίου, ὥσπερ οὐδ’ ἐν τῷ λίθῳ ἡ τοῦ δακτυλίου σφραγίς. οὐ γίνονται δὲ μνήμονες οὐδ’ οἱ λίαν ταχεῖς· ὑγρότεροι γάρ εἰσι τοῦ δέοντος καὶ ἐοικότες ὕδατι ῥέοντι. Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος; Θεὶς τὴν ἀπορίαν καὶ πρὸ τῆς λύσεως εἰπὼν τὰ προσεχῶς ῥηθέντα, τίθησι πάλιν αὐτὴν καί φησιν· εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, τὸ εἶναι αὐτὴν ἕξιν τινὸς ζωγραφήματος, πότερον τοῦτο τὸ ζωγράφημα καὶ τὸν τύπον μνημονεύει ἡ τὸ αἰσθητὸν πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος οὗτός ἐστιν; εἰ μὲν οὖν τὸν τύπον τοῦτον μνημονεύομεν, οὐδὲν ἄν τῶν ἀπόντων μνημονεύοιμεν ἀπόντα δὲ λέγει τὰ πράγματα, ἀφ’ ὧν οἱ τύποι ἐνεγράφησαν)· εἰ δὲ μὴ τὸ ζωγράφημα μνημονεύομεν, ἀλλὰ τὸ πρᾶγμα, πῶς μνημονεύομεν τὸ ἀπόν, οὗτινος ἀπόντος οὐκ αἰσθανόμεθα; πῶς οὖν μνημονεύομεν τὸ ζωγράφημα εἴτε ὅμοιόν ἐστι τῷ ἀπόντι, ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ὄν, εἴτε ἀνόμοιον; τοῦτο γὰρ δεῖ προσυπακούειν. ταῦτα εἰπὼν πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν· εἰ τούτου αὐτοῦ αἴσθησις, τουτέστιν εἰ ἔστιν ἡ αἴσθησις καὶ ἡ ἐνέργεια τούτου αὐτοῦ τοῦ ζωγραφήματος καὶ τοῦ τύπου, διὰ τί οὐκ ἄν εἴη τούτου καὶ ἡ μνήμη, ἀλλ’ ἑτέρου, ἤτοι τοῦ ἀπόντος; ὁ γὰρ ἐνεργῶν τῆ μνήμῃ τὸ πάθος καὶ τὸν τύπον θεωρεῖ καὶ τούτου αἰσθάνεται. εἰ δὲ τοῦτο, πῶς τὸ μὴ παρὸν μνημονεύει; εἰ γὰρ μνημονεύει οὗπερ οὐκ αἰσθάνεται, ὄψεται καὶ ὅπερ οὐχ ὁρᾷ. Ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο. Τοῦτο ἅμα τε λύσις ἐστὶ τῆς ἀπορίας καὶ δήλωσις τῆς φύσεως τῆς μνήμης. ἔστι δὲ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷον καὶ εἰκὼν τὸν τρόπον τοῦτον· ὅταν μὲν γὰρ ὁρᾷ τοῦτο ὁ ὁρῶν καὶ ἐνεργῇ περὶ αὐτὸ μόνον τὴν τέχνην θαυμάζων ἢ κακίζων, μηδὲν ὅλως προσεννοῶν, ὅτι μίμημά ἐστι τοιουδὶ ζῴου, τότε λέγεται ζῷον· ὅταν δὲ πρὸς τῷ ὁρᾶν προσλογίζηται καὶ ὅτι μίμημά ἐστι λέοντος ἡ λύκου ἢ ἄλλου τινὸς ζῴου, λέγεται τότε εἰκών. καὶ ἔστι τὸ αὐτὸ καὶ ἓν καὶ εἰκὼν καὶ ζῷον, ἄλλως μέντοι καὶ ἄλλως. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ τὸ ἐν τῇ καρδίᾳ ἐγκατάλειμμα καὶ ζωγράφημα, ὅπερ αὐτὸς φάντασμα εἶπε, δεῖ ὑπολαβεῖν, ὡς ἔστι καὶ αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ πρᾶγμα καὶ ἄλλου φάντασμα, ὥσπερ καὶ τὸ ἐν τῷ τοίχῳ γεγραμμένον· ἔστι γὰρ καὶ τοῦτο αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ προσέτι ἄλλου εἰκών. ὅταν οὖν ἐνεργῇ περὶ αὐτὸ ᾗ αὐτό, θεώρημα τοῦτο ἢ φάντασμα· ὅταν δὲ ἐνεργοῦσα περὶ αὐτὸ ἡ κοινὴ αἴ|σθησις προσαισθάνηται καὶ ὅτι καὶ ἄλλου ἐστὶν εἰκών, ἤδη τοῦτο καὶ μνημόνευμα, καὶ ἡ τοιαύτη ἐνέργεια τῆς ψυχῆς μνήμη. Ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ. Τουτέστιν ὥστε καὶ ὅταν ἡ φύσις αὐτοῦ κινῇ τὴν αἰσθητικὴν ψυχὴν καὶ αἰσθάνηται αὐτοῦ, εἰ μὲν ᾗ τοιοῦτόν τι ἐκτύπωμά ἐστι καὶ ᾗ τοιοῦτον ζωγράφημα, αἰσθάνηται αὐτοῦ, φάντασμα, καὶ ἡ τοιαύτη ἐνέργεια φαντασία καλεῖται. τὸ γὰρ οἷον νόημά τι ἡ φάντασμα φαίνεται ἐπελθεῖν ἴσον ἐστὶ τῷ ῾οὕτως ἐπέρχεται καὶ αἰσθάνεται αὐτοῦ ἡ αἰσθητικὴ ψυχή, ὅταν ἁπλῶς, ᾗ τοιοῦτόν ἐστιν, ἐπέρχηται καὶ αἰσθάνηται αὐτοῦ, ὥσπερ νόημά τι ἢ φάντασμα᾿. Ἂν δὲ ᾗ ἄλλου καὶ ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρῇ. Τουτέστιν ἄν δὲ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον καὶ ὡς εἰκόνα τοῦ ἀφ’ οὗ ἐγεγόνει καὶ ἐνεσημάνθη ὁρᾷ, οἷον εἰ ὡς εἰκόνα Κορίσκου ὁρᾷ καὶ μὴ ὁρῶσα τὸν Κορίσκον ὡς ἀπὸ Κορίσκου ἐγγραφὲν ὁρᾷ, ἐνταῦθά τε ἕτερον τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ. ἔστι δὲ τὸ λεγόμενον· ἄλλο τὸ πάθος τοῦτο καὶ ἄλλη θεωρία αὕτη, ὅταν ὡς εἰκόνα καὶ ὡς ἀπ’ ἄλλου ἐγγινόμενον ὁρᾷ μνήμη γὰρ λέγεται ἡ τοιαύτη θεωρία καὶ μνημονευτὸν τὸ οὕτω θεωρούμενον), καὶ ἄλλο ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ καὶ μὴ ὡς ἄλλου εἰκόνα· νόησις γὰρ τοῦτο καὶ φαντασία, καὶ τὸ οὕτω θεωρούμενον φάντασμα. Ἔν τε τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα, τὸ δ ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα. Καὶ τοῦτο ταὐτόν ἐστι τῷ προσεχῶς ῥηθέντι. σαφηνίζει δὲ αὐτὸ πάλιν ἀπὸ τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. ἐλλιπῶς δὲ ῥηθὲν καὶ συντόμως εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ ἐκεῖ τὸ γεγραμμένον εἰς πίνακα ζῷον ὁτὲ μὲν ὁρᾷ ἡ ὄψις ὡς ζῷον τοιονδί, ὁτὲ δὲ ὡς μίμημα ζῴου τοιουδί, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα καὶ φάντασμα, τὸ δὲ ὡς μνημόνευμα· τὸ μὲν γὰρ φάντασμα ἀναλογεῖ τῷ γεγραμμένῳ, ὅταν ὡς ζῷον μόνον ὁρᾶται, τὸ δὲ μνημόνευμα τῷ ὁρωμένῳ, ὡς εἰκὼν καὶ ὡς μίμημά τινος. Καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, γινομένων ἐν τῇ ψυχῇ τοιούτων κινήσεων. Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι· καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, γινομένων ἡμῖν ἐν τῇ ψυχῇ κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον. τὸ δὲ λεγόμενόν ἐστι· καὶ διὰ τὸ εἶναι τὴν φύσιν καὶ τὴν οὐσίαν τῆς μνήμης ἐν τῷ μὴ ἁπλῶς γίνεσθαι περὶ τὸ τοιοῦ- τον ἐχτύπωμα ᾗ τοιοῦτον,ἀλλ᾿ ὡς ἀπ᾿ ἄλλου τινὸς ἐγγινόμενον, ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει. οἷον εἶδόν ποτε ζῷον ἢ ἤκουσα φωνῆς ἢ λόγου ὑπό τινος σοφοῦ. ὕστερον δὲ μετὰ πολὺν χρόνον μέμνημαι τοῦ λόγου, μὴ ἐνθυμούμενος ὑφ’ οὗ τοῦτον ἤκουσα, καὶ διὰ τὸ μὴ ἐνθυμεῖσθαι ἀπορῶν λέγω· πότερον ἐγὼ τοῦτον νοῶ καὶ ἀπ’ ἐμαυτοῦ προβάλλομαι βάλλομαι τὸν λόγον ἢ ἄλλου του ἤκουσα τοῦτον λέγοντος; καὶ ταλαντεύομαι, εἴτε μνήμη ἐστὶ καὶ μνημονευτὸς ὁ λόγος, εἴτε μή, ἀλλ’ ἐμὸν διανόημα. οὐ γὰρ ἐνθυμοῦμαι ὑφ’ οὗ τοῦτον ἤκουσα, ἵνα εἴπω, ὅτι ἀπὸ τοῦ δεῖνος τοῦτον ἀκούσας νῦν μέμνημαι αὐτοῦ. ὁτὲ δ’ ἐννοῶ καὶ ἐνθυμοῦμαι, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ τὸν λόγον τοῦτον προεβαλόμην οὐδ’ αὐτὸς ἐγὼ τούτου πατήρ εἰμι, ἀλλ́ ἤκουσα τοῦτον παρὰ τοῦ δεῖνος. τοῦτο δὲ συμβαίνει, τουτέστι τέστι τὸ ἐννοῆσαι καὶ ἐνθυμηθῆναι, ὅτι οὐ νῦν τοῦτον ἐγὼ πρῶτος τὸν λόγον ἐνόησα, ἀλλὰ πρότερον ἤκουσα, ὅταν θεωρῶν ὡς αὐτό, τουτέστιν ὅταν ὡς νόημα καὶ φάντασμα ὁρῶν μεταβάλλω καὶ θεωρῶ ὡς εἰκόνα ἄλλου. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὴν δὲ λέξιν τὴν καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν γινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων οὕτως ἄν τις, οἶμαι, συμβιβάσειε· κινουμένης τῆς ψυχῆς ὑπό τινων τύπων ἐξ αἰσθήσεως ἐγγινομένων τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπὸ τοῦ αἰσθέσθαι πρότερον) ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ αἰσθέσθαι συμβαίνει, τουτέστιν εἰ ἀπό τινος αἰσθήσεως γέγονε, καὶ διὰ τοῦτο ταλαντευόμεθα καὶ ἀμφιβίλλομεν, εἰ μεμνήμεθα ἢ οὔ. Γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ. Τοῦτο συνεχὲς ἄν εἴη τῷ καὶ εἰ ἔστιν ἡ μνήμη ἢ οὔ, διστάζομεν ἐνίοτε. εἰπὼν γὰρ ὅτι μνημονεύοντες δοκοῦμεν αἰσθάνεσθαι δοκεῖ γὰρ ἡμῖν ἐνίοτε, ὡς εἴρηται, ὅτι νῦν πρώτως ἡμεῖς αἴσθησιν τούτου λαμβάνομεν, καίτοι μὴ νῦν αἰσθανόμενοι, ἀλλὰ πάλαι αἴσθησιν λαβόντες αὐτοῦ νῦν μνημονεύομεν), ἐπάγει· γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, καὶ δοκεῖ ἡμῖν τὰ αἰσθήματα, ἅπερ οὗτος φαντάσματα εἴρηκεν, ὡς μνημονευτά. ὁ γὰρ Ἀντιφέρων ὁ Ὠρείτης, οὗ καὶ ἐν τοῖς Μετεώροις ἐμνήσθη διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, ἐναντίως αὑτῷ φερόμενον ὁρῶν ἄνθρωπον ὑπενόει ὡς οὐ νῦν τοῦθ’ ὁρᾶ, ἀλλ’ ὅτι πάλαι τοῦτον ἰδὼν νῦν μνημονεύει αὐτό. παράφρονας· οὗτοι γὰρ ἁπλῶς ἅπαντες τὰ φαντάσματα, ἤτοι τὰ ὁρώμενα αὐτοῖς, ὡς πάλαι γενόμενα λέγουσι καὶ ὡς μνημονεύοντες. Τοῦτο δὲ γίνεται. Τουτέστι τόδε τὸ φάντασμα καὶ τὸ νῦν ὅλως ὁρώμενον λέγειν ὅτι μνημονεύομεν γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ἡ γὰρ εἰκών ἐστιν, ὡς εἴρηται, τὸ ὁρώμενον ὡς ἀπ’ ἄλλου ἐγγενόμενον ἐγκατάλειμμα καὶ ἀναζωγράφημα, μὴ εἰκὼν δὲ ἀλλὰ πρᾶγμα ἢ φάντασμα τὸ μὴ τοιοῦτον. ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ὁποῖόν τι συνέβαινε τῷ Ὠρείτῃ· οὗτος γὰρ τὸ ἐναντίον ἔπασχεν τοῖς μνημονεύουσι μέν, δοκοῦσι δὲ φαντάζεσθαι. Λέγει δὲ καὶ τὰς μελέτας σῴζειν τὴν μνήμην. τὸ γὰρ μελετᾶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ θεωρεῖν πολλάκις τοὺς τύπους ὡς εἰκόνας καὶ μὴ καθ’ ἑαυτούς· τὸ γὰρ καθ’ αὑτοὺς ὁρᾶν φάντασμα καὶ οὐ μνήμη. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ μνήμης λόγον καί φησι· τί μὲν οὖν ἐστι μνήμη καὶ τί τὸ μνημονεύειν, εἴρηται. ἔστι γάρ, φησί, μνήμη φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις. ἔστι δὲ τὸ λεγόμενον· μνήμη ἐστὶ φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος εἰκόνος πράγματός τινος, ἀφ’ οὗ γέγονε τὸ φάντασμα. ὅταν γὰρ τὸ φάντασμα ὡς εἰκόνα τινὸς ὁρᾷ. ,τότε μέμνηται, καὶ ἡ τοιαύτη ἐνέργεια μνήμη ἐστίν. ἔστιν οὖν μνήμη ἕξις φαντάσματος, ὡς εἰκόνος οὗ ἐστι φάντασμα. οὐ γὰρ ἱκανὸς ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ ὥσπερ εἰκόνα γίνεσθαι. τί μὲν οὖν ἐστι μνήμη εἴρηται, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ. τοῦτο δ᾿ ἐστὶν ἡ πρώτη καὶ κοινὴ αἴσθησις, ἧς αἰσθητήριον ἡ καρδία· διὰ ταύτης γὰρ τῆς πρώτης αἰσθήσεως καὶ χρόνου αἰσθανόμεθα. Περὶ δὲ τοῦ ἀναμιμνῄ σκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν, ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τιθέναι ὡς ὑπάρχοντα. Εἰπὼν περὶ μνήμης νῦν λέγει περὶ ἀναμνήσεως. ἔστι δὲ ἀνάμνησις ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ. ὥστε ἡ ἀνάμνησίς ἐστι μνήμη τις. ἔσται δὲ σαφὲς τὸ λεγόμενον ὧδε· ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζωγράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐνυπάρχον ὑπομένῃ καὶ σῴζηται τρανές τε καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁρᾶσθαι καὶ προβάλλεσθαι ὡς εἰκών τινος, τοῦτο μνήμη ἐστίν. ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου ἀναζωγραφήματος μένῃ τρανὸν καὶ καθαρόν, τὸ δὲ λοιπὸν πάμπαν ἀμυδρὸν καὶ ἐπιπόλαιον, ὥστε μήτ’ αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ’ αὐτοῦ κινεῖσθαι, καὶ ἐκ τοῦ μέρους τοῦ τρανοῦ καὶ καθαροῦ τινας κινηθεῖσα κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ (τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ πάμπαν ἐζοφωμένον) ἀναλύσῃ καὶ οἷον εὑρήσῃ, τοῦτο ἀνάμνησις, οἱονεὶ ἀναζωγράφησις τῆς προτέρας μνήμης, οὐ πάσης (τοῦτο γὰρ μάθησις), ἀλλά του μέρους. ὅταν γὰρ ἐκ τοῦ μέρους ἀναλύσαντες εὑρήσωμεν τὸ μέρος, ἀνάμνησις τοῦτο· ὅταν δὲ ὅλον ἀναλάβωμεν δηλονότι ὅλον ἀπολέσαντες, μάθησις· οὐδὲν γὰρ διαφέρει τοῦ ἐξ ἀρχῆς καὶ πρώτως μαθεῖν τὸ μαθόντα καὶ ἀπολωλεκότα πάλιν μανθάνειν. ὁ γὰρ πρώτως τι μανθάνων ὁ αὐτός ἐστι τῷ ἐν παντελεῖ τούτου λήθῃ γεγονότι καὶ πάλιν μανθάνοντι. ἐν παντελεῖ δὲ λήθῃ γίνεται ὁ τὸ πᾶν ἀποβαλὼν καὶ μὴ ἔχων τι μέρος τοῦ παντός. ῥητέον δὲ περὶ ἀναμνήσεως καὶ ὧδε· ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ “μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος“ (ἔστω δὲ ἐπὶ ἑνὸς στίχου τὸ ὑπόδειγμα· ὃ γὰρ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν)· οὗτος δὴ ὅλος ὁ τύπος εἰ μὲν μένει ἰσχυρός τε καὶ καθαρός, ὥστε ἀνεμποδίστως ὅλον ἡμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὅλον προβάλλεσθαι, τοῦτο μνήμη· εἰ δὲ τὸ μὲν “μῆνιν ἄειδε θεὰ“ ἐμμένει τε καὶ σῴζεται, τὸ δὲ λοιπὸν τὸ “Πηληϊάδεω Ἀχιλῆος“ οὐ μένει, εἶτα ἐκ τοῦ μένοντος κινηθεῖσα ἡ ψυχὴ ὑπό τινων τύπων καὶ ἀναζωγραφημάτων ὁμοίων ἢ καὶ ἐναντίων (γίνεται γὰρ καὶ τοῦτο) εὑρήσει καὶ τὸ λοιπόν, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὅτι τῶν ἁπλῶν ὀνομάτων οὐκ ἔστιν ἀνάμνησις, ἀλλ’ ἢ μνήμη ἢ μάθησις, εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαβῆς προσεξευρίσκομεν καὶ τὰ λοιπά. τοιοῦτον δέ τί ἐστι τὸ περὶ ἀνάμνησιν συμβαῖνον, ὥσπερ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς γεγραμμένου ἐν τῷδε τῷ τοίχῳ ζῴου πολλάκις μέρος μέν τι ἢ μέρη τινὰ αὐτοῦ μένει καθαρὰ καὶ κινεῖ τὴν ὄψιν καλῶς, τὰ δὲ ἀμυδρά, |ὥστε ἢ μηδ’ ὅλως ἢ οὐ καλῶς ὁρᾶν αὐτὴν αὐτά. τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τύπων. καὶ ὥσπερ ἐπὶ τοῦ γεγραμμένου ζῴου ἐκ τῶν φανοτάτων προσευρίσκομεν καὶ τὰ ἀμυδρά, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ καρδίᾳ τύπων ἐκ τῶν ἐνόντων καὶ μενόντων προσευρίσκομεν τὰ ἀποπαλθέντα. ἐστιν οὖν ἡ ἀνάμνησις οὔτε ἡ γενομένη ἤδη τύπωσις (ἡ κατ’ ἐνέργειαν γὰρ αἴσθησίς ἐστι τοῦτο, λέγω δὴ τὸ ἤδη τυπούμενον) οὔτε ἡ γεγονυῖα καὶ σῳζομένη ὅλη τρανής, ἀλλ’ ἡ γεγονυῖα μέν, μέρος δέ τι αὐτῆς μένον τρανές, μέρος δέ τι οὐ μένον, ἀλλ’ ἐπιπόλαιον καὶ ὡς εἰπεῖν συγκεχυμένον. οἷά εἰσι καὶ τὰ ἀπὸ τῶν δακτυλίων ἐν τοῖς κηροῖς ἐντυπωθέντα ἐκσφραγίσματα, ὅταν προστριβῶσιν ἔν τισι στερροῖς· ἀμαυρὰ γὰρ καὶ ταῦτα καὶ ἀσαφῆ. ἕπεται δὲ ἐξ ἀνάγκης τῇ ἀναμνήσει μνήμη. ὁ γὰρ ἀναμνησθεὶς τρόπον τινὰ ἐμνήσθη· μέρους γάρ τινος τῆς προτέρας μνήμης ἐπανάληψιν ποιεῖται. Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τιθέναι. ἐπιχειρηματικοὺς λόγους λέγει τὰ προβλήματα. ἔστι δὲ τὸ λεγόμενον· ὅσα ἐν τοῖς Προβλήμασιν ἡμῖν εἴρηται καὶ δέδεικται ἀποδεικτικῶς περὶ ἀναμνήσεως, δεῖ ἐνταῦθα ὡς ὁμολογούμενα λαμβάνειν καὶ μὴ ζητεῖν καὶ νῦν αὐτῶν ἀποδείξεις. τὸ γὰρ ἅπαξ δειχθὲν οὐ δεῖ πάλιν ἀποδεικνύναι. δέδεικται δὲ ἐν τοῖς Προβλήμασιν, ὅτι οὔτε μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις, ὡς ἔλεγόν τινες, οὔτε λῆψις. τινὲς μὲν γὰρ ἔλεγον τὴν ἀνάμνησιν ἀνάληψιν μνήμης, τινὲς δὲ ἔλεγον, ὅτι ἀνάμνησίς ἐστι μνήμης λῆψις. οὐκ ἔστι δὲ οὐδέτερον τούτων ἡ ἀνάμνησις. ὁ γὰρ ἀναμιμνῃσκόμενος οὐ τὴν μνήμην ἀναλαμβάνει ἢ λαμβάνει, ἀλλὰ τὸ συνεχὲς τοῦ ἐνόντος καὶ μένοντος ἐν τῇ καρδίᾳ τύπου· τὸ γὰρ ἐνὸν ἔχει καὶ μέμνηται. ἀναλαμβάνει δὲ τὺ συνεχὲς αὐτῷ ἐν τῇ ἀναμνήσει. εἰπὼν δὲ ὅτι οὔτε λῆψις οὔτε ἀνάληψις μνήμης ἐστὶν ἡ ἀνάμνησις καὶ λαβὼν ὡς ἀληθὲς διὰ τὸ δεδεῖχθαι ἐν τοῖς Προβλήμασιν, ἐπάγει· ὅταν γὰρ τὸ πρῶτον πάθῃ ἢ μάθῃ, οὔτε ἀναλαμβάνει μνήμην οὐδεμίαν. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ ῾οὔτε ἀναμιμνῄσκεται'· οὔτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως λαμβάνοντα καὶ μανθάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν, ἀλλὰ μᾶλλον μανθάνειν (ὃ γὰρ νῦν πρώτως λαμβάνει, τοῦτο νῦν πρώτως μανθάνει, ἀναμιμνῄσκεται δὲ οὐδαμῶς, εἴπερ ἀνάμνησίς ἐστιν ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ), οὔτε οὖν ὅπερ ἔμαθε καὶ ἔτι φέρει ἐν τῇ μνήμῃ, λήθης μηδὲν ὅλως μεσολαβησάσης, ἀναμιμνῄσκεσθαι λέγομεν, οὔτε ἐξ ἀρχῆς λαμβάνει, τουτέστιν οὔτε νῦν ἐξ ἀρχῆς λαμβάνει ὁ ὰναμιμνῃσκόμενος. εἰ γὰρ νῦν πρώτως ἐλάμβανε, μανθάνειν ἄν ἐλέγετο, ἀλλ᾿ οὐκ ἀναμιμνῄσκεσθαι. τὸν γὰρ νῦν μανθάνοντα “ἥκω νεκρῶν κευθμῶν καὶ σκότου πύλας λιπὼν“ οὔ φαμεν ἀναμιμνῄσκεσθαι, ἀλλὰ μανθάνειν. οὐ λαμβάνει οὖν νῦν πρώτως ὁ ἀναμιμνῃσκόμενος, ἀλλ’ ἔχει μέν τι, λαμβάνει δὲ τὸ συνεχὲς τοῦ ἐχομένου· ὅπερ καὶ αὐτὸ εἶχεν, ἀπέβαλε δὲ τῷ χρόνῳ ἢ ἄλλῳ τινὶ συμπτώματι. ἔστι δὴ τὸ οὔτε ἐξ ἀρχῆς λαμβάνει ἴσον τῷ ‘οὔτε μὴν νῦν πρώτως λαμβάνει ὅπερ ἀναμιμνῄσκεται‘. ὅταν δὲ ληφθῇ καὶ γένηται ἕξις τούτου, ὥστε δύνασθαι ἡμᾶς, ὅταν βουληθῶμεν, προβάλλεσθαι ὅλον ἀπροσπταίστως, τότε μνήμη ἐστὶ τοῦτο, ἀλλ’ οὐκ ἀνάμνησις. τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ὅταν γένηται ἡ ἕξις ἢ τὸ πάθος, τότε μνήμη ἐστίν. ἔστι δὲ λίαν ἐλλιπὴς ἡ λέξις. ἦν γὰρ ἂν κατάλληλος, εἰ οὕτω πὼς εἶχεν· ὅταν γὰρ γένηται ἡ ἕξις ἢ τὸ πάθος οὕτως, ὥστε ἀποδιδόναι δύνασθαι ἡμᾶς αὐτό, μηδ’ ὅλως περιμένοντας ἐκ τοῦ μέρους ἀθροῖσαι καὶ τὸ λοιπόν, μνήμη τοῦτο καὶ οὐκ ἀνάμνησις. καὶ ἐπεὶ τότε ἐστὶ μνήμη, ὅταν ἡ ἕξις ἢ τὸ πάθος γένηται, μετὰ τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται, τουτέστιν οὐκ ἐγγίνεται ἡ μνήμη γινομένου τοῦ πάθους. οὐ γὰρ γίνεται ἡ μνήμη σὺν τῷ γινομένῳ τύπῳ καὶ πάθει ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἀλλ’ ὅταν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ κάλλιστα ἐγγραφῇ τὸ τοιοῦτον πάθος καὶ ὁ τύπος ἐκ τῆς συνεχοῦς περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας. διαρθροῖ δὲ καὶ νῦν τὰ περὶ μνήμης, ἵνα τὴν φύσιν τῆς ἀναμνήσεως διὰ τούτων παραστήσῃ καὶ τὴν διαφορὰν τῆς τε μνήμης καὶ τῆς ἀναμνήσεως. Ἔτι δὲ ὅτε πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ. Ἄτομον καὶ ἔσχατον τὸ ἀμερὲς λέγει νὺν τὸ ἀνάλογον τῇ στιγμῇ. εἰ γὰρ καὶ χρόνῳ καὶ τέχνῃ τὰ φυσικὰ καὶ τεχνητὰ γίνεται, ἀλλ᾿ οὖν τὸ οἰκεῖον τέλος ἐν τῷ νῦν ἑκάστῳ παραγίνεται, ὁμοίως δὲ καὶ αἱ ἀποδείξεις καὶ ἐπιστῆμαι. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον· ἔτι δὲ ὅτε τὸ πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος ἐνυπάρχει ἤδη τῷ παθόντι καὶ ἡ ἐπιστήμη, εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ πάθος, τὸ δὲ μνημονεύειν καθ᾿ αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι. τὰ δ᾿ ἄλλα μεταξὺ παρέρριπται. διαφέρει δὲ τὸ δεύτερον ἐπιχείρημα τοῦ προτέρου· ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν, ὅτι οὐκ᾿ ἔστι μνήμη οὐδὲ μνημονεύειν λεγόμεθα, ὅτε τὰ πάθη καὶ τοὺς τύπους λαμβάνομεν. οὕπω δὲ τελέως ἐλάβομεν, ἐν τούτῳ δὲ λέγει, ὅτι οὐδὲ ἐν τῷ νῦν, ἐν ᾧ ἤδη τελέως τὸν τύπον ἐλάβομον, μνημο|νεύειν λέγομεν. οὐ γὰρ λέγομεν μνημονεύειν ὅπερ νῦν ἐμάθομεν, ἀλλ᾿ ὅπερ πρότερον. ὑπάρχει γὰρ ἐν ἐμοὶ τῷ παθόντι τὸ πάθος καὶ ἡ ἐπιστήμη, ἥτις μοι νῦν ἐγεγόνει. καὶ οὐκ ἔστι τοῦτο μνήμη, ἀλλ’ ὅταν χρονίσαν ἐν ἐμοὶ δύνωμαι ἀπταίστως προβαλέσθαι αὐτό, τότε ἐστὶ μνήμη. ὃ γὰρ εἶδεν ἢ ἔμαθε πρότερον, τοῦτο μνημονεύει νῦν· ὃ δὲ νῦν ἔμαθε, πῶς ἄν λέγοιτο μνημονεύειν; τὸ δὲ οὐδὲν γὰρ κωλύει κατὰ συμβεβηκὸς μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα μεταξὺ παρεμβέβληται· εἴρηται δέ, ὅτι τῶν ἐπιστημῶν κατὰ συμβεβηκός ἐστι μνήμη. Ἔτι δὲ φανερόν ὅτι μνημονεύειν ἐστὶ μὴ νῦν ἀναμνησθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα. Ἡν ἄν σαφέστερον, εἰ οὕτως πὼς εἶχεν ἡ λέξις· δῆλον τοίνυν ἐκ τούτων, τί ποτ’ ἐστὶν ἡ ἀνάμνησις. διαρθρώσας γὰρ τὰ περὶ μνήμης, νῦν λέγει καὶ τίς ἐστιν ἡ ἀνάμνησις. ἀσαφῶς δὲ πάντα ἀπαγγέλλει. ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστι. τὸ μὲν ὅτι ἀντὶ του τι ἐστι, τὸ ῾δε μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνῄσκεσθαι εἴληπται, εἴ τι χρὴ τῆ ἐμῇ προσέχειν μαντείᾳ. φανερὸν οὖν, φησί, τί ἐστι τὸ ἀναμιμνῄσκεσθαι. καὶ δεῖ ἐνταῦθα τελείαν στίξαντας ἀπ’ ἄλλης ἀρχῆς ἀναγινώσκειν τὸ μὴ νῦν ἀναμνησθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα, προσυπακούοντας τοῦ ἔστι ῥήματος καὶ τοῦ τοίνυν ἐπιρρήματος. ὁμοίως δὲ καὶ τὸ ἀναμνησθέντα ἀντὶ τοῦ ἀναμιμνῄσκεσθαι, ὡς εἶναι τὴν λέξιν τοιαύτην· ἔστι τοίνυν μὴ νῦν ἀναμιμνῄσκεσθαι ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα. οὕτω μὲν οὖν, οἶμαι, χρὴ τὴν λέξιν καθιστάνειν, ἀναγινώσκειν δὲ ὑπερβατῶς οὕτως· ἔστι τοίνυν ἀναμιμνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα, ἵν ᾖ τὸ μὲν ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶν ὡς ἀποφαινομένου καὶ λέγοντος· φανερὸν τοίνυν, τί ἐστιν ἀνάμνησις, εἶτα τὰ λοιπὰ δίδαξις τοῦ τίς ἐστιν ἀνάμνησις. οὕτως δὲ ἐπαχθέντα, ὡσεὶ ἔλεγεν· ἔστι τοίνυν τὸ ἀναμιμνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον τουτέστιν οὐχ ὅπερ νῦν καὶ πρώτως· τὸ γὰρ ἐξ ἀρχῆς ἴσον ἐστὶ τῷ νῦν καὶ πρώτως), οὐκ ἔστιν οὖν ἀναμιμνῄσκεσθαι τὸ νῦν αἰσθάνεσθαί τι ἢ μανθάνειν, ἀλλ’ ὅταν ἣν εἶχε πρότερον ἐπιστήμην ἢ αἴσθησιν ἢ ὅτι ἂν εἴη, οὗ τὴν ἕξιν φαμὲν μνήμην, ὅταν οὖν ἐκ τοῦ ἐνόντος μέρους τῆς ἐπιστήμης ζητήσας εὑρήσῃ καὶ ἀναλάβῃ καὶ τὸ λοιπόν, τοῦτό ἐστι τὸ ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι καὶ τότε. οὕτω γὰρ δεῖ τὴν λέξιν ἀναγινώσκειν τὴν τοῦτό ἐστι καὶ τότε ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι· τότε γάρ ἐστι τὸ ἀναμιμνῄσκεσθαι, ὅταν ἀναλαμβάνῃ καὶ τὸ λοιπόν. εἰρημένα δὲ λέγει τὴν ἐπιστήμην. τὴν αἴσθησιν καὶ ὅλως οὗ τὴν ἕξιν λέγομεν μνήμην. δεῖ δὲ καὶ ἐν τῇ λέξει τῇ ἀλλ’ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην προσυπακούειν τοῦ ἐκ τῆς ἐνούσης ἀρχῆς· ἐκ γὰρ τοῦ “μῆνιν ἄειδε θεὰ“ τοῦ ἐνόντος ἡμῖν ἀνέλαβε καὶ τὸ λοιπὸν τὸ “Πηληιάδεω Ἀχιλῆος“. ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστί. φανερόν, φησίν, ὅτι ἀναμιμνῄσκεσθαί ἐστιν οὐχὶ τὸ νῦν μανθάνειν ἢ ἐπίστασθαι, ἀλλὰ τὸ ἀναλαμβάνειν διὰ τῆς ἐνούσης ἀρχῆς τὸ διαρρεῦσαν καὶ διαφυγὸν τὴν μνήμην. πάλιν δὲ ἐν τῇ λέξει τῇ τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολουθεῖν τὸ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνήσκεσθαι εἴληπται. ἔστι δὲ τὸ λεγόμενον ταὐτὸν τῷ ‘τῇ δὲ ἀναμνήσει συμβαίνει ἀκολουθεῖν τὴν μνήμην᾿. Οὐδὲ δὴ ταῦτα ἀπλῶς, ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγίνηται. Ἐπειδὴ πολλάκις μαθόντες τι, οὕτω διαφεύγει ἡμᾶς, ὡς ἂν εἰ μηδὲ ὅλως ἐμάθομεν, φησὶν ὅτι, ἄν συμβῇ τὸν τύπον οὗπερ ἐμάθομεν παντελῶς ἀφανισθῆναι, εἶτα πάλιν ὕστερον μάθωμεν αὐτὸ ὥσπερ καὶ πρότερον, οὐκ ἔστι τοῦτο ἀνάμνησις, ἀλλὰ μάθησις. οὕτω γὰρ καὶ νῦν μανθάνομεν αὐτό, ὥσπερ καὶ πρότερον. καὶ οὐδὲν κωλύει τοῦτο μαθόντα πρότερον δὶς πάλιν μαθεῖν αὐτό. οὐκ ἔστιν οὖν ἀνάμνησις, ἐὰν τὰ ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγίνηται οὕτως, ὥσπερ καὶ πρότερον οὔτε γὰρ τότε, ὅτε τὴν ἀρχὴν ἐμανθάνομεν, τύπους εἴχομεν τούτων, οὕτε νῦν διὰ τὸ παντελῶς ἠφανίσθαι τοὺς φθάσαντας γενέσθαι), ἀλλ’ ὅταν ἐνούσης ἀρχῆς δι’ αὐτῆς ἀναλάβῃ καὶ τὰ λοιπά, τότε ἐστὶν ἀνάμνησις. δεῖ γὰρ διαφέρειν τὴν ἀνάμνησιν τούτων, τουτέστι τῶν μαθήσεων. εἰπὼν δὲ καὶ ἐνούσης πλείονος ἀρχῆς, πάνυ ἀσφαλῶς ἐπήγαγε τὸ ἢ ἐξ ἧς μανθάνουσιν. ἔστι δὲ τὸ ἢ παραδιαζευκτικόν· ἐπειδὴ γὰρ “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως“ καὶ ἀρχῆς, γίνεται δὲ καὶ ἡ ἀνάμνησις ἐκ προϋπαρχούσης αρχῆς, ἐπήγαγε τὸ καὶ ἐνούσης πλείονος ἀρχῆς, ὡς εἰ ἔλεγε· γίνεται μὲν καὶ ἡ μάθησις ἀπό τινος ἐνούσης ἀρχῆς, ἀλλ’ ἡ ἀρχή, ἀφ’ ἧς ἡ ἀνάμνησις, πλείων ἐστὶ καὶ σφοδροτέρα, παρ’ ὅπερ ἀφ’ ἧς ἡ μάθησις. Συμβαίνουσι δὲ αἱ ἀναμνήσεις, ἐπειδὴ πέφυκεν ἡ κίνησις ἥδε μετὰ τήνδε. Εἰπὼν τίς ἐστιν ἡ ἀνάμνησις, νῦν λέγει καὶ πῶς γίνεται. ἐπειδὴ γάρ, φησί, πέφυκε γίνεσθαι κίνησις ἐν |τῇ ψυχῇ ἥδε μετὰ τήνδε, διὰ τοῦτο συμβαίνει ἡμᾶς ἀναμιμνῄσκεσθαι. ὥσπερ γὰρ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἢ κινηθέντος ἐξ ἀνάγκης συγκινεῖται καὶ ὁ ἐφεξῆς, οὕτως εἰσὶ καὶ ἐν τῇ ψυχῇ τύποι· κινηθείσης οὖν ὑπό τινος τούτων τῆς ψυχῆς, εὐθὺς κινεῖ αὐτὴν καὶ τὸ ἐφεξῆς. οἷον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν, καὶ γέγονεν ἐν τῇ ψυχῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κορίσκου· εἶδον μετὰ τοῦτο Σωκράτη φέρε εἰπεῖν βαστάζοντα λύραν, καὶ εὐθὺς ἀνεμνήσθην τὴν λύραν τοῦ Κορίσκου, ἐκ δὲ ταύτης Κορίσκον. πάλιν ἤκουσά του ᾄδοντος “δύο ψυχαὶ ἐξήρχοντο, καὶ μία πρὸς ἄλλην ἔλεγε, ποῖ πορευτέον“. μετὰ δέ τινας χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος καὶ τὸν ῥυθμὸν ἐκεῖνον, καθ’ ὃν ᾔδετο τὸ “δύο ψυχαὶ ἐξήρχοντο“, ἡ δὲ λέξις καὶ ἡ ἔννοια οὐκ ἐκείνη, ἀλλ’ ἦν ὅτι “ό νοῦς ὁ πρῶτος ἄγει με καὶ πάλιν κάτω φέρει“. ᾔδετο οὖν, ὥσπερ εἶπον, τῷ αὐτῷ ῥυθμῷ καὶ ταῦτα καὶ ἐκεῖνα· ἀφ’ οὗ ῥυθμοῦ πρῶτον ἀνεμνήσθην κινηθεὶς ὧδε κἀκεῖσε τὸν τόπον, ἐν ᾧ ἤκουσα τοῦ ῥυθμοῦ, εἶτα τὸν ᾄδοντα ἄνθρωπον, καὶ τότε τὸ “δύο ψυχαὶ ἐξήρχοντο“ καὶ τὰ ἑξῆς. εἰσὶ μὲν οὖν τύποι τινὲς ἐξ ἀνάγκης ἀκολουθοῦντες ἀλλήλοις, ἐν οἷς ἀδύνατόν ἐστι τούτου κινηθέντος μὴ ἕπεσθαι καὶ τὸν ἑξῆς. οἷον εἰ Σωκράτης ἔτυψέ τινα, ἀδύνατόν ἐστιν ἀναμνησθῆναι Σωκράτην καὶ μὴ ἀναμνησθῆναι καὶ ὅτι ἐτύφθη ὑπὸ Σωκράτους. καὶ ἔτι ἀδύνατόν ἐστιν ἀναμνησθῆναι τόδε τὸ θεώρημα καὶ μὴ ἀναμνησθῆναι καὶ ὑπὸ τίνος αὐτὸ μεμαθήκαμεν. ὅταν οὖν κινηθῇ τὴν τοῦ Σωκράτους κίνησιν τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὅταν ἀναμνησθῇ Σωκράτην), δηλονότι καὶ τήνδε κινηθήσεται, τουτέστι δηλονότι ἀναμνησθήσεται, ὅτι ὑπὸ Σωκράτους ἐτύφθη. εἰ μὲν οὖν ἐστιν ἀναγκαία ἡ τῶν τύπων ἀκολούθησις καὶ αἱ ἀπ’ αὐτῶν κινήσεις, ὡς ἐξ ἀνάγκης τὴν μὲν ἡγεῖσθαι, τὴν δὲ ἕπεσθαι, ἀδύνατόν ἐστι τῆς ἡγουμένης γενομένης μὴ ἕπεσθαι καὶ τὴν λοιπήν. εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ δευτέρα, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. συμβαίνει γάρ ποτε τῆς πρώτης γενομένης μὴ γίνεσθαι τὴν λοιπήν. ἔσται δὲ τὸ λεγόμενον δῆλον ὧδε· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκαβηττὸν οὐκ ἀνεμιμνῃσκόμμην, ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον (ἄρχονται γὰρ ἀμφότερα ἐκ τῆς λύ’ συλλαβῆς)· ἀφ’ οὗ δὴ λύκου ὁρμώμενος ἀνεμιμνῃσκόμην τὸν Λυκαβηττόν. ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλανθανόμενος εἴθισεν εὐθὺς ἔρχεσθαι εἰς ἔννοιαν ταύρου, ἀφ’ οὗ ἀνεμιμνῄσκετο τὸν Ταυρομενίτην. καὶ ἄλλοι πολλοὶ ἐθίζουσιν ἑαυτοὺς ἀπό τινων προχείρων ἀναμιμνῄσκεσθαι τὰ δυσεύρετα, οἷον ἀπὸ τῆς πλευρᾶς τὴν πλευρωνίαν. ἐπὶ τούτων οὖν τῶν ἐξ ἔθους οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ λοιπή· ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρωνίαν οὐκ ἀναμιμνῄσκομαι. τούτοις ἐπάγει ὅτι συμβαίνει ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρους κινουμένους πολλάκις. εἰσὶ γάρ τινες ἐπιτηδείως ἔχοντες, ὥστε ἐθισθέντες ἐκ τοῦδε ἀναμιμνῄσκεσθαι τόδε ἅμ τῷ ἀναμνησθῆναι τὸ πρῶτον ῥᾷστα ἀναμιμνῄσεκεσθαι καὶ τὸ δεύτερον. τινὲς δὲ πολλάκις ἐθίσαντες ἑαυτοὺς ἐκ τοῦ ταύρου ἀναμιμνῄσκεσθαι τὸν Ταυρομενίτην τὸ ταῦρος λέγουσι, πόρρω δ’ οὐ προβαίνουσιν. ἢ τὸ ἐνίους ἐπὶ τῶν ἐν τῇ ψυχῇ τύπων εἴρηται· τινὲς γὰρ τῶν τύπων γίνονται εὐμνημόνευτοι, τινὲς δ’ οὔ. Ὅταν οὗν ἀναμιμνῃσκώμεθα, κινούμεθα τῶν προτέρων τινα κινήσεων. Προτέρας κινήσεις λέγει τὰς ἡγουμένας. οἷον, ὡς αὐτὸς προιὼν ἐρεῖ, βουλόμενος ἀναμνησλθῆναι, τίς καθ’ οἷον καιρὸν ἔπραξε τόδε τι, ἀνεμνήσθη γάλα, ἀπὸ γάλακτος λευκόν, ἀπὸ λευκοῦ ἀέρα, ἀπὸ ἀέρος ὑγρόν, ἀπὸ τούτου μετόπωρον· ἔστω δὲ οὗτος ὁ χρόνος, καθ’ ὃν ἔπραξε τὴν πρᾶξιν. ἢ εἶδε γεγραμμένην λύραν, ἀπὸ δὲ ταύτης ἀνεμνήσθη λύραν, καὶ ἀπὸ ταύτης τὸν μουσικόν, ἐκ δὲ τούτου ἣν ᾖσεν ᾠδήν, εἰ ταύτης ἔδει ἀνάμνησιν λαβεῖν. ἐκινήθη δὴ τὰς προτέρας κινήσεις, ἕως οὗ ἦλθεν εἰς τὸν μουσικόν, μεθ’ ὃν γέγονεν ἡ τῆς ᾠδῆς ἀνάμνησις· μετὰ γὰρ τὴν τοῦ μουσικοῦ κίνησιν εἰώθει γίνεσθαι ἡ τῆς ᾠδῆς ἀνάμνησις. ἀπὸ οὖν τοῦ νῦν, οἷον ἀπὸ τῆς νῦν ὁρωμένης λύρας, ἀνεμνήσθη τὴν ᾠδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὢν τῷ τῆς ᾠδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνησθήσομαι αὐτὴν ἀπὸ τοῦ κίονος. εἰκὸς γὰρ τοῦ τύπου τοῦ κίονος κινηθέντος συγκινηθῆναι καὶ τὸν τῆς ᾠδῆς καὶ ἐξ αὐτοῦ ἀναμνησθῆναι αὐτήν. πολλάκις δὲ καὶ ἀπὸ τοῦ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς· ἀπὸ μὲν ὁμοίου, ὅταν ἀπὸ τῆς τοῦ Σωκράτους εἰκόνος τὸν Σωκράτην, ἀπὸ δὲ ἐναντίου, ὅταν ἀπὸ λευκοῦ μέλαν, ἀπὸ δὲ τοὐ σύνεγγυς, ὅταν ἀπὸ τοῦ „ἀντὶ πολλῶν, ὧ ἄνδρες Ἀθηναῖοι “ἀναμνησθῶ„ χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω “(σύνεγγυς γὰρ τοῦτο ἐκείνῳ), ἢ ἀπὸ κυνὸς λύκον· σύνεγγυς γὰρ ὁ κύων τῷ λύκῳ. γίνεται οὖν ἡ ἀνάμνησις διὰ τοῦ ὁμοίου ἢ τοῦ ἐναντίου ἢ τοῦ σύνεγγυς διὰ τὸ τὰς κινήσεις τῶν μὲν ὁμοίων εἶναι τὰς αὐτάς ὁ δὲ κινούμενος κατὰ τὸ εἴδωλον καὶ τὸν τύπον τρόπον τινὰ κατὰ τὸ πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος, κινεῖται. ὥστε ἀνάγκη εὐθὺς ἀναμιμνῄσκεσθαι ἀπὸ τῆς εἰκόνος τὸ πρᾶγμα), τῶν δὲ ἐναντίων ἅμα (ἅμα γὰρ τῇ διακρίσει συννοοῦμεν σύγκρισιν, καὶ ἅμα τῇ ψύξει θέρμην), τοῦ δὲ σύνεγγυς διὰ τὸ εἶναι μέρος τοῦ λοιποῦ· τοῦτο γὰρ |ἐδήλωσε διὰ τοὐ τῶν δὲ μέρος ἔχουσι. τὸ γὰρ “χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω“ μέρος ἐστὶ τοῦ “ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι“. κινουμένου οὖν τοῦ μέρους κινεῖται καὶ τὸ λοιπόν, ὥσπερ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦ πρώτου κρίκου κινηθέντος κινεῖται καὶ τὸ λοιπόν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ ποτὲ μὲν τοῦ πρώτου μέρους κινουμένου κινεῖται καὶ τὸ ἐφεξῆς, ποτὲ δὲ οὔ· ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐ κινηθήσεται. εἰπὼν δὲ τῶν δὲ μέρος ἔχουσιν ἐπήγαγεν ὥστε τὸ λοιπὸν μικρόν, ὃ ἐκινήθη μετ’ ἐκεῖνο. ἢ οὖν διὰ τούτων τοῦτο λέγει, ὅτι παντὸς μείζων ἐστὶν ἡ ἀρχὴ τῶν μετ’ αὐτήν, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά, καὶ ἐπὶ τούτῳ ἐκ τῆς ἐνούσης ἀρχῆς συνείρει καὶ τὰ λοιπά τῆς γὰρ ἀρχῆς εὑρεθείσης εἰκός ἐστι τὸν νοῦν συναγαγεῖν καὶ τὰ λοιπά)· ἢ ὅτι, εἰ ἀνεμνήσθη εἴκοσι φέρε εἰπεῖν στίχους, ὅτε ἀνεμνήσθη τοὺς δέκα καὶ ἕξ, τὸ λοιπόν, ἤγουν οἱ τέτταρες, οὓς ἐκινήθη καὶ ἀνεμνήσθη μετὰ τὸ ἀναμνησθῆναι τοὺς δεκαέξ, μικρὸν ἦν, καὶ οὐδὲν παρελυμήναντο τὴν διάνοιαν συναγαγεῖν καὶ αὐτούς. οὕτω μὲν οὖν ζητοῦντες ἐκ τῶν ὁμοίων ἢ ἐναντίων ἢ τῶν σύνεγγυς ἀναμιμνῃσκόμεθα, ἀλλὰ καὶ οὕτω μὴ ζητοῦντες, τουτέστι μὴ ἐκ τῶν ὁμοίων μηδὲ ἐκ τῶν ἐναντίων μηδὲ τῶν σύνεγγυς, πολλάκις ἀναμιμνῄσκονται, ὅταν ἄλλην τινὰ κίνησιν κινηθέντες ἐκείνη γένηται. οἶον πολλάκις ἀναμνησθέντες ᾠδὴν ἀνεμνήσθησαν Σωκράτους· ἥτις ᾠδὴ οὔτε ὁμοία ἐστὶ Σωκράτει οὕτ’ ἐναντία οὕτε σύνεγγυς. γίνεται μὲν οὖν καὶ οὕτω, φησίν, ἀνάμνησις· ἀλλὰ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων, ὁποίων εἴπομεν, τουτέστιν ὁμοίων ἡ ἐναντίων ἢ σύνεγγυς, γίνεται ἡ ἀνάμνησις. Ουδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς. Πόρρω λέγει τὰ παλαιότερα καὶ χρονιώτερα, ἃ πρὸ πολλοῦ χρόνου εἴδομεν ἢ ἠκούσαμεν ἢ ἐμάθομεν, σύνεγγυς δὲ ἃ χθὲς ἢ ὅλως πρὸ ὀλίγου. ἀπὸ δὲ τῆς μνήμης σαφηνίζει καὶ τὰ περὶ τὴν ἀνάμνησιν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· δεῖ ἡμᾶς ἐπὶ τῆς μνήμης ἰδεῖν, πῶς τοῦδέ τινος μνησθέντες ἐκ τούτου συμβαίνει ἡμῖν καὶ ἄλλου μνησθῆναι. καὶ ὡς ἐπὶ ταύτης ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἀναμνήσεως· ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς μνήμης συμβαίνει ἥδε ἡ κίνησις μετὰ τήνδε, τουτέστιν ἥδε ἡ μνήμη μετὰ τήνδε, οὕτω καὶ ἐπὶ τῆς ἀναμνήσεως ἔσται. ἢ οὐ τοῦτο ἂν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι πάλιν κἀνταῦθα ἐν τῷ οὐδὲν δὲ δεῖ σκοπεῖν πεῖν πῶς τὰ πόρρω μεμνήμεθα τὸ μεμνήμεθα ἀντὶ τοῦ ἀναμιμνῃσκόμεθα εἴρηται. καὶ εἴη ἄν τὸ λεγόμενον· δεῖ δὲ θεωρεῖν πῶς ἀναμιμνῃσκόμεθα, ὧν πρὸ ὀλίγου τὴν ἐπιστήμην λαβόντες καὶ ἀπολέσαντες· οὐδὲν γὰρ κωλύει ἐπιλαθέσθαι τινὰ καὶ ὧν πρὸ ὀλίγου μεμάθηκεν. δεῖ οὖν θεωῥεῖν ἐπὶ τούτων· καὶ ὡς ἐπὶ τούτων, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ἤτοι τῶν πόρρω, ἤτοι ὧν πάλαι τὴν ἐπιστήμην ἢ τὴν αἴσθησιν ἐλάβομεν. δῆλον γὰρ ὡς ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως τῶν τε πάλαι καὶ τῶν πρὸ ὀλίγου. ὥσπερ γὰρ ἐπὶ τῶν σύνεγγυς οὐ προζητήσας, ἀλλ’ ἀπὸ τινος ἀρχῆς, ἣν ἔχει, λέγει τε καὶ συνείρει τὸ ἐφεξῆς ἀκολουθοῦσι γάρ, ὡς εἴρηται, τῷ ἔθει αἱ κινήσεις, ἥδε μετὰ τήνδε), οὕτω καὶ ὅταν ἀναμιμνῄσκεσθαι βούληταί τι, ὧν πάλαι τὴν ἐπιστήμην ἔλαβέ τις (τούτου γὰρ δεῖ προσυπακούειν), τοῦτο ποιήσει. εἰπὼν δὲ τοῦτο ποιήσει, τί δεῖ ποιεῖν συντόμως ἐπήγαγεν εἰπὼν ζητήσει λαβεῖν ἀρχὴν κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης ἀρχῆς ἀναμιμνῄσκεται τὰ ἐφεξῆς, οὕτω καὶ ἐπ’ ἐκείνων ζητήσει ἀρχήν, ἀφ’ ἧς εὑρήσει ὅπερ βούλεται εὑρεῖν. Διὸ κάλλιστα καὶ τάχιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις. τουτέστι διὰ τὸ τὴν ἀρχὴν μεγάλα συντείνειν εἰς τὸ ἀναμιμνῄσκεσθαι τὰ ἐφεξῆς, διὰ τοῦτο ἐν οἷς εἰσιν ἀρχαί, εἴπερ ἕξομεν ταύτας, κάλλιστα ἀνάμνησιν εὑρήσομεν τῶν ἐφεξῆς, ὥσπερ ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων· ὡς γὰρ τὰ πράγματα ἔχει τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις καὶ αἱ ἀναμνήσεις αὐτῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ τεταγμένως, καλῶς ὁρᾷ ἡ ὄψις αὐτά, εἰ δὲ συγκεχυμένως, οὐ καλῶς, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ τύπων. καί εἰσιν εὐμνημόνευτα ὅσα τάξιν ἔχει καὶ τὸ ἐφεξῆς, ὅσα δὲ μὴ τοιαῦτα δυσμνημόνευτα. εἰπὼν δὲ ταῦτα λέγει, τί διαφέρει μάθησις ἀναμνήσεως· οὐ γάρ εἰσιν αἱ αὐταί, ὡς δοκεῖ Πλάτωνι. ἀνάμνησις τοίνυν ἐστίν, ὅταν δι’ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς κινῆται ἐπὶ τὸ ἐφεξῆς τῇ ἀρχῇ· ὅταν δὲ μὴ δι’ ἑαυτοῦ, ἀλλὰ δι’ ἄλλου, οἷον τοῦ διδασκάλου, μάθησις τοῦτο καὶ οὐκ ἀνάμνησις. πολλάκις δὲ ἤδη μὲν ἀδυνατεῖ συντόμως ἀναμνησθῆναι, ζητεῖ δὲ καὶ εὑρίσκει· ἀλλ’ οὐ συντόμως, ἀλλὰ πολλὰς κινηθεὶς κινήσεις τέλος κινεῖται τοιαύτην κίνησιν, ᾗ ἀκολουθεῖ τὸ ἐφεξῆς. ὥσπερ γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ποιήσασαι τὴν πέτραν, |τέλος ἡ ἐσχάτη ἐκοίλανεν αὐτήν, οὕτω καὶ ἐπὶ τῆς ἐν τῇ καρδίᾳ ὑγρότητος ἔχει. πολλάκις γὰρ κινηθεῖσα τέλος κινεῖται κίνησιν, καθ’ ἣν ἀνίσταται τὸ ζητούμενον· ὅπερ εὑροῦσα ἡ διάνοια παύεται. ἔστιν οὖν τὸ ἀναμιμνῂσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγων δύναλυσιν καὶ τοῦ λοιποῦ), κινεῖσθαι δὲ ἐξ αὐτοῦ καὶ οὐχ ὑπὸ τοῦ διδασκάλου. Διὸ δεῖ λαβέσθαι ἀρχῆς, διὸ ἀπὸ τύπων δοκοῦσιν ἀναμιμνῄσκεσθαι ἐνίοτε, Λέγων τόπους ἢ τὰ ἐναντία τὰ σύστοιχα τὰ ὅμοια, ἢ τὰς ἀρχὰς τὰς ἐνούσας ἡμῖν. ὡς γὰρ ἀπὸ τῶν ἐν τοῖς τοπικοῖς παραδοθέντων τόπων καὶ ἐν τῷ πρώτῳ τῆς ‘Pητορικῆς αὐτοῦ στομούμενοι ἐπιχειροῦμεν πρὸς τὰ προκείμενα, οὕτω καὶ ἀπὸ τῶν ἐνουσῶν ἀρχῶν, ὡς ἀπό τινων τόπων, εὑρίσκομεν τὰ ἐφεξῆς. ἢ οὖν τὰς ἀρχὰς λέγει τόπους, ἢ πολλάκις ἰδών τινα ἢ ἀκούσας τινὰ καὶ πάλιν ἰδὼν ἢ ἀκούσας διαλογίζομαι, ποῦ τοῦτο ἤκουσα, εἶτα ἐνθυμηθεὶς τὸν τόπον ἀνεμνήσθην, ὑπὸ τίνος τοῦτο ἤκουσα, καὶ πῶς καὶ τίνα τρόπον τοῦτο εἶδον ἢ ἤκουσα, πότερον κατὰ τύχην ἢ ἄλλως πὼς. τίθησι δὲ καὶ ὑπόδειγμα, οὗ ἡμεῖς πρὸ ὀλίγου ἐμνημονεύσαμεν. Ἔοικε δὲ τὸ καθόλου ἀρχῇ καὶ τὸ μέσον πάντων. Τὸ καθόλου νῦν εἴληπται ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. ἢ καθόλου λέγει τοὺς τόπους τοὺς ἐκ τῶν ὁμοίων καὶ συστοίχων καὶ ἐναντίων. ἐν δὲ τῷ καὶ τὸ μέσον πάντων παρέλκει ὁ καὶ σύνδεσμος. ἦν δ’ ἂν σαφεστέρα ἡ γραφὴ χωρὶς τοῦ καὶ συνδέσμου ἔχουσα οὕτως· ἔοικε δὲ τὸ καθόλου ἀρχῇ τὸ μέσον πάντων. ἔστι δὲ τὸ λεγόμενον· ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ ἔοικε. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἰὴ εὕρεσις τοῦ μέσου ὠφελεῖ καὶ ποδηγὸς ἡμῖν γίνεται πρὸς εὕρεσιν τοῦ ζητουμένου᾿. Οἷον εἴ τις νοήσειεν, ἐφ’ ὧν Α Β Γ Δ E Z Η Θ. Τὸ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἔστω δὴ τὰ νοήματα, ἃ κινεῖται ἡ ψυχὴ πρὸς εὕρεσιν τοῦ ζητουμένου, τὰ ἐκκείμενα στοιχεῖα. μέσον δὲ αὐτῶν ἔστω τὸ Ε. τοῦτο δὴ εὑρὼν ὁ ζητῶν, εἰ μὴ ἅμα τῷ εὑρηκέναι αὐτὸ εὑρήσει καὶ ὅπερ ἐζήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἐπεὶ γὰρ τὸ μέσον εὗρεν, ἐνδέχεται καὶ ἐπὶ τὸ E καὶ ἐπὶ τὸ Δ κινηθῆναι. λέγει δὲ E τὰ ἐφεξῆς τῷ E, ταῦτα δέ ἐστι τὰ Ζ Η Θ. ὁμοίως δὲ Δ λέγει αὐτὸ τὸ Δ καὶ ἔτι τὸ Γ Β Α. ἐλθὼν οὖν ἐπὶ τὸ Θ μνησθήσεται οὐδὲν γὰρ κωλύει μετὰ τὸ E ἀναμνησθῆναι τὸ Θ, εἶτα τὸ Z, καὶ οὕτως τὸ Η. ἔστω γὰρ τὸ E συμπόσιον, τὸ Z Σωκράτης, τὸ Η τὸ ὑπὸ Σωκράτους τυφθῆναι, τὸ δὲ Θ λύρα. οὐδὲν οὗν κωλύει συμπόσιον ἀναμνησθέντα εὐθὺς ἀναμνησθῆναι λύραν, εἶτα ὅτι ἐτύφθη, καὶ οὕτως ὅτι ὑπὸ Σωκράτους κατίτοι ἀκόλουθον ἦν μετὰ τὸ συμπόσιον εὐθὺς Σωκράτους ἀναμνησθῆναι, εἶτα ὅτι ἐτύφθη, εἶτα λύραν)· ἔστω γὰρ ὅτι μετὰ τῆς λύρας ἀντὶ ῥάβδου ἔτυψε τὸν τυφθέντα. εἰπὼν δὲ ὅτι τὸ μέσον ἀρχῇ. ἔοικε, τὴν αἰτίαν τούτου τέθεικεν· ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται· τὸ γὰρ E ὁδός ἐστι καὶ πρὸς τὰ ἐφεξῆς αὐτῷ τὰ Ζ Η Θ καὶ πρὸς τὰ ὄπισθεν τὰ Δ Γ Β Α, καὶ δυνατόν ἐστιν ὥσπερ ἀπὸ τοῦ Θ ἢ τοῦ Η ἢ τοῦ Ζ ἀναμνησθῆναι ὃ βουλόμεθα, οὕτω καὶ ἀπὸ τοῦ Α ἤ τινος τῶν ἐφεξῆς τῷ Α. εἰ δὲ μὴ τὸ Ε εἴη τὸ μέσον, ἀλλὰ τὸ Γ, ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται. εἰ δὲ ἐπὶ τούτου οὐκ ἀνεμνήθη, ὥσπερ οὐδὲ ἐπὶ τοῦ E, ἐπὶ τὸ Α ἐλθὼν ὥσπερ ἐκεῖ ἐπὶ τὸ Θ μνησθήσεται. Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι ἐνδέχεται ἐπὶ πλείω κινηθῆναι. Ἐπειδὴ πολλάκις ἀναμνησθέντες πλευρὰν ἀναμιμνῃσκόμεθα θυάδα πλευρωνίας, πολλάκις δὲ τὴν μὲν πλευρὰν ἀνεμνήσθημεν, τὴν δὲ πλευρωνίαν οὐκέτι, καίτοι πολλὰ κινηθέντες καὶ ζητήσαντες, ἐζητεῖτο δὲ διὰ τίνα ποτὲ αἰτίαν ὁτὲ μὲν τὸ αὐτὸ ἐκ τοῦ αὐτοῦ, οἷον τὴν πλευρωνίαν ἐκ τῆς πλευρᾶς, ἀναμιμνῃσκόμεθα, ὁτὲ δὲ οὔ, ἀπαντῶν πρὸς τὴν τοιαύτην ζήτησίν φησι· τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Z ἢ τὸ Δ. ἔστω γὰρ μέσον τὸ Γ, ἄκρα δὲ τὸ Z καὶ Δ. εἰ οὖν εἴη συνηθέστερον τὸ Z |τοῦ Δ, ἕλκει πρὸς ἑαυτὸ τὴν διάνοιαν τὸ Z, ὥσπερ καὶ τὰ λαμπρὰ τῶν χρωμάτων τὴν ὄψιν. εἰ γὰρ εἴη τὸ Z πλευρῖτις, τὸ δὲ Γ πλευρόν, τὸ δὲ Δ πλευρωνία, κινήσει μᾶλλον ἀπὸ τοῦ Γ τὴν διάνοιαν τὸ Z παρ’ ὅπερ τὸ Δ· συνηθέστερον γὰρ ἡ πλευρῖτις τῆς πλευρωνίας. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ κἂν εἴη ὁ μὲν τῶν τύπων παλαιός, ὁ δὲ λοιπὸς χθιζός, κινήσει μᾶλλον ὁ χθιζός. οὐδὲν δὲ κωλύει καὶ τὸν παλαιὸν μᾶλλον κινῆσαι τοῦ νέου, εἴπερ ἐστὶν ὁ μὲν νέος ἀμαυρός, ὁ δὲ παλαιὸς εἰς βάθος ἐνσεσημασμένος χρὴ γὰρ οὕτω λέγειν διὰ σπάνιν κυρίων ὀνομάτων. ἐὰν μὲν οὖν μὴ διὰ παλαιοῦ κινῆται, τουτέστιν ἐὰν μὲν οὖν μὴ εἴη παλαιὸς ὁ τύπος καὶ τὸ ἀναζωγράφημα καὶ προσέτι ἀσυνήθης (δεῖ γὰρ τούτου προσυπακούειν), ἐπὶ τὸ νέον καὶ συνηθέστερον κινεῖται. ὥσπερ γὰρ φύσις ἤδη γέγονε τὸ ἔθος, αὐτό φημι τὸ συνηθέστερον, καὶ ἐπὶ τούτῳ ταχὺ ἀναμιμνῃσκόμεθα, ἃ πολλάκις ἐννοούμεθα. δεῖ δὲ ἡμᾶς μᾶλλον προσδιορίσαι περὶ τούτων διὰ τὸ παραλελοιπέναι τοῦτον ταῦτα διὰ συντομίαν. ἄν μὲν οὖν μὴ εἴη παλαιὸς καὶ ἀσυνήθης ὁ τύπος ἢ νέος καὶ ἀσυνήθης, ἀλλὰ νέος καὶ συνήθης, ἐπὶ τοῦτον κινηθήσεται· οὔτε γὰρ ἐπὶ τὸν νέον καὶ ἀσυνήθη οὔτε ἐπὶ τὸν παλαιὸν καὶ ἀσυνήθη κινηθήσεται, ἀλλ’ ἐπὶ τὸν νέον καὶ συνήθη. ὁμοίως δὲ κἂν ὁ μὲν εἴη παλαιὸς καὶ συνήθης, ὁ δὲ νέος καὶ ἀσυνήθης, ἐπὶ τὸν παλαιὸν καὶ συνήθη κινηθήσεται· ὁ γὰρ παλαιὸς καὶ συνήθης ὥσπερ νέος ἐστὶ διὰ τὴν καθ’ ἑκάστην μελέτην, ὥσπερ παλαιὸς ὁ νέος καὶ ἀσυνήθης διὰ τὴν ἀμελετησίαν. ταῦτα μὲν οὗν οὕτως ἡμῖν διῃτήσθω, ἰτέον δὲ ἐπὶ τὰ ἐφεξῆς. ὥσπερ γάρ, φησίν, εἰσί τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ ἕπεται τῇ τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης· ὁ γὰρ ἀναμνησθεὶς πῦρ εὐθὺς φύσει καὶ θερμότητα ἀνεμνήσθη), οὕτω καὶ ἐνεργείᾳ, τουτέστιν ἔθει· εἰσὶ γὰρ καὶ ἐξ ἔθους τινά, ἅπερ ἀναμνησθέντες εὐθὺς ἀναμιμνῃσκόμεθα καὶ τὰ μετ’ αὐτὰ ὄντα. εἶπε δὲ τὸ ἔθος ἐνέργειαν, διότι ἐκ τῆς τοιαύτης ἐνεργείας συμβαίνει τὸ τοιόνδε ἔθος. τὸ δὴ πολλάκις ἐθισθὲν φύσιν ποιεῖ. καὶ ἐπεὶ ἐν τοῖς φύσει γίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι’ ἔθος, καὶ μάλιστα διὰ τὸ ὅμοια εἶναι τῷ βεβαίῳ τοῖς φύσει. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀναμνησθέντα τοῦ πρότερον ἁμαρτάνειν περὶ τὸ ἑπόμενον καὶ κινηθῆναι ἄλλως καὶ μὴ ὡς ἔδει, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ διὰ τὸ συνηθέστερον, οἷον ὅταν ἀφέλκῃ ἀπὸ τῆς πλευρωνίας ἡ πλευρῖτις. καὶ διὰ τὸ ἀφέλκειν ἄλλοτε ἡμᾶς ἄλλα, ὅταν δέῃ ὀνόματος μνημονεῦσαι, ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δ’ ἐκεῖνο σολοικίζομεν· ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην, ἀναμνησθεὶς δὲ παρόμοιον οἷον Λεωσθένην ἐσολοίκισεν ὡς πρὸς τὸν Λεωφάνην. Τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως. Ἡ ἀνάμνησις οὐ μόνον μαθημάτων ἐστίν, ἀλλὰ καὶ ἄλλων πολλῶν. οἷον ἔπραξά τι ἐγώ, εἶτα ἀναμιμνῄσκομαι τὸ πραχθέν. πότε δὲ ἐπράχθη ἀγνοῶν, ἆρα, φημί, χθὲς τοῦτο ἔπραξα; εἶτα, εἰ τύχοι, λέγω· ἀλλὰ μὴν χθὲς τόδε διεπραξάμην. τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἤ μέτρῳ ἤ ἀορίστως· εἰπὼν τί ἐστιν ἀνάμνησις, λέγει κοινῶς περὶ μνήμης καὶ ἀναμνήσεως, ὅτι τὸ μέγιστον δεῖ ἡμᾶς γνωρίζειν τὸν χρόνον, ἐν ᾧ μαθόντες τι ἢ ἰδόντες ἢ ἀκούσαντες ἀναμιμνῃσκόμεθα νῦν αὐτό, ἢ μέτρῳ, τουτέστιν ὡρισμένως, οἷον ὅτι τρίτον μῆνα ἄγω τήμερον ἰδὼν ἢ μαθὼν ἢ ἀκούσας ἢ γευσάμενος, ἢ ἀορίστως, τουτέστιν ὅλως ὅτι εἶδον τοῦτο ποτέ. εἰ γὰρ μὴ τοῦτό ἐστι καὶ γνωρίζομεν, εἰ πρότερον ἠκούσαμεν ταῦτα, ἢ ἀορίστως ἡ ὡρισμένως, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὅτι οὐκ ἀναμιμνῃσκόμεθα, ἀλλὰ νῦν πρώτως οἴκοθεν καὶ ἀφ’ ἑαυτῶν ταῦτα προβαλλόμεθα. ὥστε χρεία πολλὴ τοῦ χρόνου ἐν ταῖς ἀναμνήσεσιν, ὁμοίως δὲ καὶ ἐν ταῖς μνήμαις. εἰ γὰρ ἐνεργεῖ ἡ ψυχὴ περὶ φάντασμά τι ὡς εἰκόνα τινός, οὐ γινώσκει δὲ ὡρισμένως ἢ ἀορίστως, ὅτι εἶδε τοῦτο ἢ ἤκουσε πρότερον, οἰηθήσεται, ὅτι αὐτὴ τοῦτο νῦν ἀναπλάττει. εἰπὼν δὲ ὅτι δεῖ γνωρίζειν τὸν χρόνον, ἐπήγαγεν· ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω. ἔστι δὲ τὸ λεγόμενον· ἀνάγκη δὲ εἶναί τι ἐν ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον· ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἡ ἐν τῇ καρδίᾳ καθεδουμένη. εἰπὼν δὲ ἔστω δέ τι ὃ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον λέγει καὶ τὸν τρόπον, καθ’ ὃν κρίνεται, καί φησιν, ὅτι, ὥσπερ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω πρὸς ἐκεῖνα, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν τύπους καὶ τὰ ἀναζωγραδέῃ φήματα ἐν τῷ φανταστικῷ ὄντας (μετὰ φαντασίας γὰρ ἀεὶ ἡ διάνοια, ἡ γὰρ διάνοια οὐδὲν ἄλλο ἐστὶν ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια· κρίνει οὖν ταῦτα οὐ τῷ ἀποτείνεσθαι αὐτὴν ἐκεῖ, ὡς λέγουσιν ὁρᾶν ἡμᾶς οἱ δι’ ἐκπομπὴν ἀκτίνων λέγοντες τὸ ὁρᾶν γίνεσθαι· εἰ γὰρ ἀποτεινομένη πρὸς τὰ μεγέθη ἔκρινεν αὐτά, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν, νῦν δὲ καὶ ἀπόντων κρίνει αὐτά), ὥσπερ οὖν αὕτη κρίνει τὰ μεγέθη, οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον οὐ τῷ ἀποτείνεσθαι ἔξω, ἀλλὰ τῷ κινεῖν ἢ κινεῖσθαι ὑπὸ τῶν ἐνόντων τύπων. Τίνι οὗν διοίσει, ὅταν τὰ μείζω νοῇ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω. |Τὸ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω ἀπόκρισίς ἐστι τοῦ ἠρωτημένου ἐρωτήσας γάρ τίνι οὖν διοίσει, ἀποκρίνεται, ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω. ἐπειδὴ δὲ τὸ ἀναμιμνῄσκεσθαι μόνοις ὑπάρχει τοῖς ἀνθρώποις, ὡς προιὼν δείξει, δύναταί τις τὸ νοεῖν ἀκούειν καὶ ἐπὶ τῆς ἁπλῶς νοήσεως, δύναται δὲ καὶ ἐπὶ τῆς ἀναμνήσεως, ἵν’ ᾖ τὸ τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ ταὐτὸν τῷ ‘ὅταν τὰ μείζω ἀναμιμνῂσκηται᾿ ἔστω δὲ τὸ ἐν τῷ Τιμαίῳ, τό “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων“, ἐλάττω, τὰ δὲ ἐφεξῆς τούτῳ πάντα μείζονα αὐτοῦ. εἰσὶ δὲ τὰ ἐφεξῆς ταῦτα· “ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὗν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὗ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας“ καὶ τὰ ἑξῆς. ὅταν οὖν, φησί, τὰ μείζω νοῇ ἢ ἀναμιμνῂσκηται, τίνι διαφέρει τοῦ ὅτε τὰ ἐλάσσω. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων· ἢ τοσοῦτον διαφέρει, καθ’ ὅσον συμβαίνει ἐκεῖνα νοεῖν τὰ ἐλάσσω, καὶ προσυπακουστέον τοῦ πρότερον. τὰ ἐντὸς γὰρ πρότερον νοεῖ ἡ ἀναμιμνῂσκεται, καὶ οὕτως ἐκ τούτων διαβιβάζεται εἰς τὰ ἔσχατα καὶ μείζονα. πάντα οὖν, φησί, τὰ ἐντὸς ἐλάσσω καὶ ἀνάλογον. τὰ γὰρ ἐντὸς τοῦ “οὐδὲ τεύξεσθε θανάτου μοιρας“ ταῦτα δὲ τὰ ἐντὸς τούτου ἐστὶ τὸ “οὔτι γε μὴν λυθήσεσθε“ καὶ τὸ οὐδ’ ἄλυτοι τὸ πάμπαν“ καὶ τὰ λοιπά), τὰ οὖν ἐντὸς πάντα ἐλάσσω καὶ ἀνάλογον. ἐπειδὴ γὰρ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης, ἔχουσι δὲ καὶ ταῦτα ὁμοιότητα τῷ ἔχεσθαι θάτερον θατέρου, εἶπεν αὐτὰ ἀνάλογον, ἴσον λέγων τῶ ῾ὅμοια ἀλλήλοις, ᾗ ἔχεται τόδε τοῦδε’. ἢ τὸ λεγόμενόν ἐστι· πάντα γὰρ τὰ ἐντὸς τοῦ λόγου καὶ τὰ ἐκτός, νῦν ἐκτὸς λέγων ἅπερ ἔλεγε μείζω, ἀνάλογόν ἐστι τοῖς ἐντὸς καὶ ἐκτὸς εἴδεσι. λέγοι δ’ ἄν εἴδη τὸ γάλα, τὸ λευκόν, τὸν ἀέρα, τὸ ὑγρόν, τὸ μετόπωρον. ὡς γὰρ ἀπὸ τοῦ γάλακτος ἀνεμνήσθη λευκὸν καὶ ἀπὸ τούτου ἀέρα καὶ ἐκ τούτου ὑγρόν, εἶτ’ ἐκ τούτου μετόπωρον, οὕτω καὶ ἀπὸ τοῦ ‘θεοὶ θεῶν’ τὸ ἐφεξῆς τούτῳ, καὶ ἐκ τούτου τὸ ἐφεξῆς αὐτῷ, καὶ ὡσαύτως ἐπὶ πάντων, ἕως οὗ ἦλθον ἐπὶ τὸ ἔσχατον τὸ ἀναλογοῦν τῷ μετοπώρῳ. ὅπερ καὶ αὐτὸς οὗτος οἶμαι συνιδών, τὸ ὅτι ἀσαφῶς ἀπήγγειλε ταύτα, καὶ ἑαυτὸν σαφηνίσαι βουληθεὶς ἐπανέλαβεν εἰπών· ἔστι δὴ ἴσως καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν, ἀλλ᾿ ἐν αὐτῷ, τουτέστιν ἐν τῇ φαντασίᾳ ἀλλ’ οὐκ ἐν τῇ ἀποτάσει τῆς διανοίας πρὸς ἐκεῖνα. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἢ ὅτι ἐκεῖ ἀνανοεῖν τὰ ἐλάσσω ἐκ τοῦ ἀνανοῶ ῥήματος, καὶ εἴη ἂν λέγων, ὅτι ὁ νοῶν ἢ ἀναμιμνῃσκόμενος τὰ ἐκτὸς ἀνανοεῖ καὶ ἀναμιμνῄσκεται καὶ τὰ ἐντός· ὁ γὰρ νοῶν δίπηχυ δηλονότι καὶ πηχυαῖον. ἀμείνων δὲ ἡ πρὸ· τέρα γραφή. Ὥσπερ οὖν εἰ τὴν Α Β Β E κινεῖται, ποιεῖ τὴν Α Δ. Εἰπὼν ὅτι ἐν τῷ μεμνῆσθαι δεῖ γνωρίζειν τὸν χρόνον καὶ δηλονότι καὶ ἐν τῷ ἀναμεμνῆσθαι (γινομένης γὰρ ἀναμνήσεως, ὡς εἶπε, συμβαίνει καὶ μνήμην γίνεσθαι), εἰπὼν οὖν ὅτι δεῖ τὸν χρόνον γνωρίζειν ὡρισμένως ἢ ἀορίστως, εἰπὼν δὲ καὶ ὅτι τὰ ἐκτὸς ἀναμιμνῃσκόμενος ἡ νοῶν καὶ τὰ ἐντὸς ἀναμιμνῄσκεται καὶ νοεῖ (ἀνάλογον γάρ εἰσι, τῶν δ’ ἀνάλογον ἅμα ἡ μνήμη καὶ ἡ ἀνάμνησις καὶ ἡ νόησις· ὁ γὰρ μεμνημένος ἢ νοῶν ἡ ἀναμιμνῃσκόμενος, ὅτι ὡς δύο πρὸς τέσσαρα ἢ ὡς χειμὼν πρὸς ἔαρ, ἅμα καὶ ἐκείνων μέμνηται τῶν ἐχόντων τὸν λόγον, ὃν τὰ δύο πρὸς τὰ τέσσαρα ἢ ὁ χειμὼν πρὸς τὸ ἔαρ. ἔστω δὲ χάριν λόγου ὡς δύο πρὸς τέσσαρα, τρία πρὸς ἕξ, καὶ ὡς χειμὼν πρὸς ἔαρ, γῆρας πρὸς νεότητα), εἰπὼν δὴ ταῦτα πρῶτον μὲν δείκνυσιν, ὅτι ἀνάλογόν εἰσι τὰ ἐντὸς καὶ ἐκτός· δεύτερον δὲ ὅτι τῇ τῶν πραγμάτων μνήμῃ καὶ ἡ τοῦ χρόνου συγγίνεται συναίσθησις. καὶ τρίτον λέγει, ὅτι καὶ οἱ χρόνοι πρὸς ἀλλήλους ἀνάλογόν εἰσιν· ὡς γὰρ τὸ πρᾶγμα τὸ ἔλαττον πρὸς τὸ μεῖζον, καὶ ὁ χρόνος τοῦ ἐλάττονος πρὸς τὸν χρόνον τοῦ μείζονος πράγματος. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησε διὰ τὸ συγκεχυμένως τὴν τῶν στοιχείων ἔκθεσιν ποιήσασθαι καὶ διὰ τὸ τὴν ΛΘ ὀνομάσαι Θ, ὁμοίως δὲ καὶ τὴν ΘΜ ποτὲ μὲν Θ, ποτὲ δὲ 61. ἀλλ’ ἡ μὲν τῶν λεγομένων πρόθεσις αὕτη ἄν εἴη, δεῖ δὲ ἡμᾶς πάλιν τὴν λέξιν ἐκθέντας πειρᾶσθαι, ὡς δυνατόν, σαφηνίζειν. ὥσπερ οὖν εἰ τὴν AB BE κινεῖται, ποιεῖ τὴν ΑΔ. ἐλλιπὴς ἡ λέξις· ἔδει γὰρ εἰπεῖν ‘ποιεῖ τὴν ΑΓ ΓΔ, αὐτὸς δὲ διὰ συντομίαν εἶπε τὴν ΑΔ. ἔστι δὲ ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΔ. ὥστε ὥσπερ ὁ νοῶν τετράπηχυ καὶ δίπηχυ νοεῖ ἢ μέμνηται, οὕτω καὶ ὁ τῆς ΑΒ BE μεμνημένος ἢ ἀναμιμνῃσκόμενος ἡ νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ ἡ ἀναμιμνῂσκεται ἢ μέμνηται. αὐτὸς δὲ διὰ τοῦ κινεῖσθαι ἐδήλωσε καὶ τὸ νοεῖν καὶ τὸ μεμνῆσθαι καὶ τὸ ἀναμιμνῄσκεσθαι. ὅτι δὲ τὸ ποιεῖ τὴν ΑΔ ὡς ἴσον ἔλαβε τῷ ποιεῖ τὴν Ἄγ’ ΓΔ, ἐδήλωσε διὰ τοῦ ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ. ἔστι δὲ ὃ λέγει. · ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ τῆ ΑΒ καὶ BE. ὡς γὰρ ἡ ΑΓ πρὸς ΑΒ, οὕτως ἡ ΓΔ πρὸς BE, καὶ ἐναλλὰξ ὡς ἡ ΑΓ πρὸς ΓΔ, ἡ ΑΒ πρὸς BE. τὸ δὲ τί οὖν μᾶλλον τὴν ΓΔ ἢ τὴν ZH ποιεῖ ταὐτόν ἐστι τῷ ὥσπερ γὰρ ὁ τὴν ΑΒ BE νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ, οὕτω καὶ ὁ τὴν ΑΓ ΓΔ νοῶν νοεῖ τὴν ΑΖ ΖΗ. Ἤ ὡς ἡ ΑΓ πρὸς ΑΒ ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὸ Μ ἔχει. Θ λέγει τὴν ΚΘ, Μ δὲ τὴν ΘΜ. εἰπὼν δὲ πῶς ἀνάλογόν εἰσι τὰ πράγματα, λέγει καὶ πῶς ἅμα ἥ τε τοῦ πράγματος καὶ ἡ τοῦ χρόνου κίνησίς τε καὶ συναίσθησις γίνεται. εἴληπται δὲ ὁ ἢ σύνδεσμος ἀντὶ τοῦ καί, ὡς ἄν εἰ ἔλεγε· καὶ ὥσπερ ἡ ΑΓ τοῦ πράγματος κίνησις ἔχει πρὸς τὴν τοῦ ΑΒ κίνησιν, οὕτως ἡ τὸ Θ πρὸς τὸ M, τουτέστιν οὕτως ὁ ΚΘ χρόνος πρὸς τὸν ΘΜ χρόνον. ἐν δὲ τῷ ταύτας οὗν ἅμα καὶ κινεῖται |τὸ ταύτας ἐπὶ τῶν πραγμάτων καὶ ἐπὶ τοῦ χρόνου εἴρηκεν. ὡς γάρ, εἰ βαδίζοι τις τὴν Γ ΓΒ, ἀνάγκη τὴν ΚΘ ΘΜ κίνησιν ποιεῖν, οὕτως εἰ μέμνηται τῆς ΑΓ ΓΒ, ἀνάγκη συναισθάνεσθαι καὶ τοῦ ΚΘ ΘΜ χρόνου. Ἐὰν δὲ τὴν ZH βούληται νοῆσαι. Ὅ λέγει δυνάμει τοιοῦτόν ἐστι· ὥσπερ τὴν ΑΒ BE καὶ τὴν ΑΓ ΓΔ κινουμένη ἡ διάνοια καὶ τὸν ΚΘ KM προσῃσθάνετο χρόνον, οὕτως ἄν τὴν ΖΗ, τουτέστιν ἂν τὴν ΑΖ ZH βούληται νοῆσαι, τὴν μὲν BE, τουτέστι τὴν ΓΒ BE, ὁμοίως νοεῖ, ὥσπερ εἴπομεν, μετὰ τοῦ συναισθάνεσθαι τοῦ ΘΜ χρόνου. ἀντὶ δὲ τῶν ΘΙ, ἤτοι ἀντὶ δὲ τοῦ ΘΜ μετέλαβε γὰρ ἀντὶ τοῦ Μ, ὡς εἴρηται, τὸ I), ἀντὶ οὖν τοῦ ΘΜ ἢ ἀντὶ τοῦ 01 τὸ ΚΛ νοεῖ. ἐπειδὴ γὰρ ὁ 01 χρόνος τῆς ΓΒ BE ἦν, ὁ δὲ ΚΑ τῆς AZ ΖΗ, κινεῖται δὲ τὴν ΑΖ ΖΗ, δηλονότι τὴν ΚΛ κινηθήσεται καὶ οὐ τὴν ΘΙ. τὸ δὲ κατάλληλον τῆς αὗται γὰρ ἔχουσιν ὡς ΖΑ πρὸς ΒΑ τοιοῦτον· αὗται γὰρ αἱ ΚΛ ἔχουσι πρὸς τὴν ΚΜ ἢ Kl, ὡς ἡ AZ πρὸς ΑΒ. Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. Ὅταν οὖν, φησίν, ἅμα τῷ πράγματι καὶ τοῦ χρόνου γίνηται ἔννοια μέτρῳ ἢ ἀορίστως, τότε ἔστι μνήμη ἢ ἀνάμνησις· ἁρμόττει γὰρ τοῦτο λέγεσθαι κατ’ ἀμφοτέρων. Ἄν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν. Ἐπειδὴ ἐλλιπῶς καὶ ἔτι ἀκαταλλήλως ἀπήγγελται τὰ ῥητά, δέον ἡμᾶς καταλλήλως παραγράψαι. ἔδει οὖν οὕτως ἔχειν· ἄν δ᾿ οἴηται μὴ ποιῶν μνημονεύειν, οὐκ ἔστι μνήμη· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα, ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ μὴ οἴεσθαι, ἀλλὰ λανθάνειν μεμνημένον. τὸ μὲν τὖν πλῆρες καὶ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον καὶ γὰρ ἐν τῇ λέξει τῇ ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστι λείπει τὸ μνήμη, ἵν’ ᾖ· οὐκ ἔστι μνήμη. καὶ ἔστι τούτῳ συνεχὲς τὸ ἄν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν, ὥσπερ καὶ παρεγράφη. ἐν δὲ τῇ λέξει τῇ ἐνεργοῦντα δὲ τῇ μνήμῃ λείπει πάλιν τὸ ὥσπερ, ἵν ᾖ ‘ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ᾿ ἀλλὰ τὰ μὲν τῆς λέξεως τοιαῦτα. λέγει δὲ διττῶς γίνεσθαι τὴν ἀπάτην ἐν τῇ μνήμῃ, ὥστε δοκεῖν ὅτι μνημονεύομεν μὴ μνημονεύοντες. ἕνα μὲν τρόπον, ὅταν συγκατατίθηται ἡ ψυχή, ὅτι τοῦτο τὸ φάντασμα Σωκράτους ἐστὶν εἰκών, μὴ ὂν Σωκράτους, ἀλλὰ Θεαιτήτου· ὅμοιος γὰρ τῷ Σωκράτει Θεαίτητος. ἀλλὰ οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. οὐ μόνον δὲ ἄν περὶ τὸ φάντασμα γένηται ἡ ἀπάτη, οὐκ ἔστι μνήμη, ἀλλὰ καὶ περὶ τὸν τόπον ἢ τὸν χρόνον· οἷον ἀπὸ τοῦ Λυκείου πρὸ μηνός μοι ἐγεγόνει ὁδοιπορῆσαι, ἐγὼ δὲ ἀπὸ τῆς Στοᾶς πρὸ ἑβδομάδος ὑπολαμβάνω. οὐκ ἔστιν οὖν οὐδὲ τοῦτο μνήμη. ἕνα μὲν οὖν τρόπον οὕτως γίνεται ἡ ἀπάτη, ἄλλον δὲ ὅταν οὔτε περὶ τὸν χρόνον οὔτε περὶ τὸν τόπον ἀπατῶμαι, ἀλλὰ διὰ μόνον τὸ μὴ ἐννοεῖν ὅτι μνημονεύω. ὥσπερ γὰρ πολλάκις ἐννοῶν καὶ διαλογιζόμενός τι οὐχ ὁρῶ τὸν ἱστάμενον πρός με, οὕτω πάλιν συμβαίνει μεμνημένον μέ τινος μὴ ἐννοεῖν ὅτι μέμνημαι δι’ ἄλλην τινὰ κίνησιν καὶ ἐοικέναι με τότε τῷ ὀνειρώττοντι ἐν τοῖς ὕπνοις καὶ μὴ αἰσθανομένῳ ὅτι ὀνειρώττει. ἔστι δὲ τὸ ἄν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν δηλωτικὸν τοῦ πρώτου τρόπου τῆς ἀπάτης. ἂν οὖν, φησίν, οἴηται μνημονεύειν μὴ ποιῶν μνήμην, οὐκ ἔστι μνήμη· ὁ γὰρ διαψευδόμενος περὶ τὸ φάντασμα ἢ τὸν τόπον ἢ τὸν χρόνον, μὴ ποιῶν μνήμην μηδ’ ὅλως μνημονεύων, οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. ὃ δὴ καὶ σαφηνίζων ἐπήγαγεν· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. τὸ δὲ ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον δηλωτικόν ἐστι τοῦ δευτέρου τρόπου. δεῖ δέ, ὡς εἴρηται, οὕτως ἀναγινώσκειν ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ. οὐδὲ γὰρ τότε κωλύει μεμνημένον μὴ οἴεσθαι ὅτι μέμνηται ἀλλὰ λανθάνειν. Τοῦτο γὰρ ἂρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. Τουτέστι ῾τοῦτο γάρ ἐστι μνήμη τὸ μεμνημένον μὴ λανθάνειν, ἀλλ᾿ εἰδέναι ὅτι μέμνηται. οὐκ ἄρα οὖν ἐστι, φησί, μνήμη ἢ ἀνάμνησις, ἐὰν εἴτε ἡ τοῦ πράγματος γένηται κίνησις χωρὶς τῆς τοῦ χρόνου κινήσεως εἴτε ἡ τοῦ χρόνου χωρὶς τῆς τοῦ πράγματος. τὸν δὲ χρόνον ὁτὲ μὲν οὐ μεμνήμεθα ἀορίστως, ἀλλ’ ὡρισμένως, ὁτὲ δὲ οὐχ ὡρισμένως, ἀλλ᾿ ἀορίστως. τὸ δὲ πότε τῶ ποσῷ μέτρῳ ἴσον ἐστὶ τῷ ὡρισμένῳ μέτρῳ. Διαφέρει δὲ τὸ μνημονεύειν τοῦ ἀναμιμνῃσκεσθαι, οὐ μόνον κατὰ τὸν χρόνον. |Οὐ μόνον, φησί, κατὰ τὸν χρόνον διαφέρουσιν μνήμη καὶ ἀνάμνησις (πρότερον γὰρ τῷ χρόνῳ μνήμη ἀναμνήσεως τῷ ἀνανέωσιν μνήμης εἶναι τὴν ἀνάμνησιν), ἀλλ’ ὅτι καὶ μόνος ὁ ἄνθρωπος ἀναμιμνῂσκεται. καὶ δείκνυσιν ὅτι μόνος ὁ ἄνθρωπος ἀναμιμνῂσκεται, οὕτω πὼς τὴν δεῖξιν προάγων· ὧ τὸ ἀναμιμνῂσκεσθαί ἐστι, τούτῳ καὶ τὸ συλλογίζεσθαι ὡς γὰρ ὁ συλλογιζόμενος ἱζόμενος τήνδε τὴν πρότασιν συνάπτει μετὰ τῆσδε, οὕτω καὶ ὁ ἀναμιμνῃσκόμενος τὰ ἐλάττονα τοῖς μείζουσιν ᾧ δὲ τὸ συλλογίζεσθαι τούτῳ καὶ τὸ ζητεῖν· ὁ γὰρ συλλογιζόμενος ζητῶν τι συλλογίζεται. ᾧ δὲ τὸ ζητεῖν, καὶ τὸ βουλεύεσθαι· ὁ γὰρ βουλευόμενος ζητεῖ. ᾧ ἄρα τὸ ἀναμιμνῄσκεδσθαι, τούτῳ καὶ τὸ βουλεύεσθαι· μόνος δὲ ὁ ἄνθρωπος βουλεύεται, μόνος ἄρα καὶ ἀναμιμνῄσκεται. Ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτω φαντασματος. Τὸ ἀναμιμνῄσκεσθαι ὅτι τῆς διανοίας ἐστίν, ἤδη δέδεικται τὸ γὰρ βουλεύεσθαι νοῦ, οὗ καὶ τὸ ἀναμιμνῂσκεσθαι. ἀλλ’ ἐπεὶ χωρὶς φαντασίας τοῦτο ποιῆσαι ἀδυνατεῖ (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα κινοῦσα, ἅπερ εἰσὶν ἡ φαντασία, ἀναμιμνῄσκεται), πάνυ ἀκριβῶς εἴρηται, ὅτι σωματικόν τι πάθος· αὐτὴν γὰρ τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα, ἐν οἷς τὰ εἴδωλα ὡς εἴδη τρόπον τινὰ τυγχάνει ὄντα, κινοῦσα ἡ ἀνάμνησις γίνεται. ὅτι οὖν, φησίν, ἡ ἀνάμνησις ζήτησίς ἐστι φαντάσματος ἐν τοιούτῳ, τουτέστι ἐν σώματι ὄντι (ὡς γὰρ ὁ βουλόμενος ἀναγνῶναι τὸν τοιονδὶ λόγον ἐν τῷ βιβλίῳ ζητεῖ τὰ ἐν τῷ χάρτῃ γράμματα, οὕτω καὶ ἡ διάνοια· ἀνάλογον γὰρ ὁ χάρτης τῇ καρδίᾳ, τὰ δὲ γράμματα τοῖς φάντασμασιν, ἡ δὲ διάνοια τῷ ἀναγινώσκοντι), ὅτι οὖν σωματικὸν ἡ ἀνάμνησις, ἥσις, σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, τὸ παρενοχλειν ἀντὶ του παρενοχλεῖσθαι νῦν ληφθέν· ἢ οὐκ ἀντὶ τοῦ παρενοχλεῖσθαι εἴληπται, ἀλλ’ οὕτως ἁπλῶς· παρενοχλεῖ γὰρ ἡμᾶς ἡ τοιαύτη κίνησις. κινεῖ γὰρ πολλάκις ἡ διάνοια βουλομένη ἀναμνησθῆναι τοὺς τύπους, καὶ πολλὰ πονήσασα καὶ ζητεῖν, ὥσπερ τις ὅταν ἑαυτὸν κατάσχῃ μὴ φαγεῖν ὅμως, καίπερ ἐαυτὴν κατέχουσα, τὰ κινηθέντα οὐδὲν ἦττον αὐτὴν παρενοχλεῖ, ἀλλὰ καὶ μᾶλλον, ὥσπερ ἡ πεῖνα τὸν πεινῶντα. μᾶλλον τότε ἡμᾶς παρενοχλοῦσι, παρ᾿ ὅπερ ὅταν ἐπιχειρῶμεν ἀναμιμνῂσκεσθαι, τοιοῦτόν τι πάσχοντες, ὁποῖον καὶ ἐν ταῖς μελέταις πολλάκις γὰρ εἰὼν ὅνομα, οίον χερμαδιον φερε εἰπεῖν, καὶ παυσάμενος τοῦ λέγειν καὶ μηκέτι βουλόμενος εἰπεῖν, ὅμως ἐπέρχεταί μοι πάλιν λέγειν χερμάδιον. ὡς οὐν ἐπὶ τούτων, ουτω και εν ταῖς ἀναμνήσεσι παυσάμενοι γὰρ καὶ τὴν διάνοιαν ἐπέχοντες καὶ μὴ ὅλως ἐπιχειροῦντες ἀναμνησθῆναι, ὅμως παρενοχλοῦσιν ἡμᾶς τὰ κινηθέντα καὶ βιάζουσιν ἡμᾶς πρὸς αὐτὰ τρέπεσθαι. τοῦτο δ᾿ οὐκ ἄν ἐγίνετο, εἰ μή σωματικὸν ἦν τὸ πάθος οὐδὲν γὰρ ἀσώματον κινεῖται καθ’ αὐτο κινηθείσης γὰρ τῆς καρδίας ἡ τοῦ ἐν αὐτῇ ὑγροῦ οὐδὲν γὰρ διαφέρει ταύτης ἢ τούτου λέγειν), κινηθείσης δ’ οὖν ἢ κινηθέντος ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνῂσκεσθαι τρόπον ὃν καὶ τὸ βιβλίον ἐν τῇ ἀναπτύξει, έπειδὰν μέλλωμεν ἀναγνῶναι) οὐκέτι ῥαδίως καθίσταται καὶ εἰς ἠρεμίαν αγεταο. ἀλλὰ κινουμένη πάλιν παρενοχλεῖ καὶ βιάζεται πάλιν εἰς κίνησιν τοῦ πραγματος τρέπεσθαι, καίτοι τὴν διάνοιαν ἐπέχοντες, τοιοῦτόν τι πάσχοντες, ὥσπερ ἄν ἡμῶν μὴ ἐθελόντων ἕλκῃ τις ἡμᾶς πρὸς αὐτὸν ἐστράγθαι. μαλιστα δὲ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ διὰ τὸ εἶναι εὐκίνητοι ἐν πολλῇ γὰρ οντες κινήσει, ὡς ἐρεῖ ἐν τῷ Περὶ ὕπνου ἡ γὰρ μελαγχολία πνεύματος πολλοῦ καὶ παχέος ἐστὶ κίνησις), ἐπειδάν ἑνὸς φαμτάσματος κίνησις γένηται, εὐθὸς σωρηδὸν ἀνεγείρονται πάμπολλα διὰ τὴν τοῦ ἐν τῆ καρδίᾳ ὑγροῦ εὐκινησίαν, ἁ παρενοχλοῦντα τὴν διάνοιαν καίτοι ἐπέχοντας ἔπεισιν ἡμῖν παλιν εἰς ζήτησιν τρέπεσθαι. Αἴρτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνῂσκεσθαι, ὅτι καθάπερ τοῖς βάλλουσιν. Ἐπειξδὴ πολλάκις βουλόμεθα ἀναμνησθῆναι, οὐ δυνάμεθα δὲ καὶ ἤ οὐδ᾿ ὄλως ἀναμιμνῃσκόμεθα ἤ οὐ τότε, ὄπ βουλόμεθα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει καί φησιν αἴτιον δὲ τοῦ βούλεσθαι πολλάκις ἡμᾶς ἀναμνησθῆναι, μὴ δύνασθαι δὲ τό, ὥσπερ τοῖς βαλλουσι λίθον οὐκ ἔστιν ἐπ᾿ αὔτοῖς τὸ στῆναι ἤ ὅλως λήψεσθαι, εἰ μὴ κινηθεῖεν καὶ ἀπέλθοιεν πρὸς ἐκεῖνον, οὕτω καὶ τῷ ἀναμιμνῂσκεσθαι βουλομένῳ σωματικὸν γὰρ τι καὶ οὖτος κινεῖ. ὡς γὰρ οὐ δυνάμεθα τόνδε τὸν λόγον ἀναγνῶναι, εἰ μὴ ἀναπτύξομεν τὴν βίβλον, καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλ᾿ ὅταν εὐρήσωμεν τὸ χωρίον, ἐν ᾧ γέγραπται, οὕτως οὐδὲ τοῦτο, εἰ μὴ κινήσομεν τὸ αἰσθητήριον, ἐν ᾧ τυγχάνουσιν ὄντα τὰ ἀναζωγραφήματα καὶ οἱ τύποι. τὰ δ’ ἑξῆς σαφῆ. Διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν κινηθῶσιν, ἀντικινούντων πάλιν τούτων οὐ καθίστανται. |Καὶ ἡ ἀνάμνησις καὶ ἡ ὀργὴ καὶ ὁ φόβος σωματικά εἰσι πάθη, ἡ μὲν ὀργὴ ζέσις τοὐ ἐν τῇ καρδίᾳ αἵματος, ὁ δὲ φόβος κατάψυξις τοῦ αὐτοῦ τούτου αἵματος. καὶ διὰ τὸ εἶναι πάντα ταῦτα σωματικὰ πάθη, εἰπὼν διὰ τί οὐκ ἀποκαθίστανται ῥᾳδίως οἱ ἀναμιμνῃσκόμενοι, ἀλλὰ παρενοχλοῦνται, καίπερ πάνυ ἐπέχοντες τὴν διάνοιαν καὶ μὴ ἐῶντες αὐτὴν εἰς ζήτησιν τρέπεσθαι τοῦ πράγματος, λέγει καί, διὰ τί οἱ ὀργιζόμενοι καὶ οἱ φοβούμενοι οὐ ῥᾳδίως ἀποκαθίστανται καὶ ἐπανέρχονται εἰς τὴν προτέραν κατάστασιν, ἐν ᾗ ἐτύγχανον ὄντες πρὸ τῆς ὀργῆς καὶ τοῦ φόβου, ἀλλ’ ἐπὶ πολὺ διαμένουσι τῇ ὀργῇ καὶ τῷ φόβῳ. φησὶν οὖν δι’ ὃ καὶ ὀργαὶ καὶ φόβοι, τουτέστι διὰ τὸ εἶναι καὶ τὴν ὀργὴν καὶ τὸν φόβον σωματικὰ πάθη ζέσις γὰρ ἡ μὲν ὀργή, ὡς εἴρηται τοῦ περὶ τὴν καρδίαν αἵματος, κατάψυξις δὲ ὁ φόβος) οὐ ῥᾳδίως ἀποκαθίστανται· ὅταν γὰρ κινηθῶσιν ἡ ὀργὴ καὶ ὁ φόβος, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ὅταν γὰρ ζέσῃ ἢ τοὐναντίον πάθῃ τὸ περὶ τὴν καρδίαν αἶμα᾿, ἀντικινοῦσι τὴν καρδίαν καὶ ζεῖν ἢ ψυχρὰν εἶναι παρασκευάζουσι· δι᾿ ὃ οὐ καθίστανται ῥαδίως. οὐ γὰρ ῥᾳδίως τὸ ζέσαν αἷμα ἢ ψυχθὲν ἀποκαθίσταται εἰς τὸ κατὰ φύσιν, ἀλλ᾿ ἐπὶ τὸ αὐτὸ ἀντὶ· κινοῦσι, τουτέστιν ἀλλὰ θερμανθεῖσα ἡ καρδία ὑπὸ τοῦ αἵματος ἀντιθερμαίνει μαίνει αὐτό· τὸ γὰρ αἷμα θερμανθὲν καὶ τὴν καρδίαν θερμῆναν πάλιν ἀντιθερμαίνεται ὑπ’ αὐτῆς. στερροτέρα γὰρ οὖσα καὶ σωματωδεστέρα ἡ καρδία μᾶλλον καὶ θερμαίνεται καὶ φυλάττει τὴν θερμότητα ἤπερ τὸ ἐν αὐτῇ αἷμα ἢ πνεῦμα. ἐκεῖνο μὲν γὰρ ὡς λεπτότερον θερμαίνεται ταχύτερον, αὕτη δὲ ὡς σωματωδεστέρα μᾶλλον. θερμαίνεται μὲν οὖν ἡ καρδία, ἡ δὲ πάλιν ἐπὶ τὸ αὐτὸ κινεῖ, τουτέστιν ἡ δὲ πάλιν ἀντιθερμαίνει. καὶ ἔοικε τὸ πάθος τό τε ἐν τῆ ἀναμνήσει καὶ τὸ ἐν ταῖς ὀργαῖς καὶ φόβοις τοῖς ᾀδομένοις μέλεσι καὶ λεγομένοις ὀνόμασι. Σαφῆ δὲ τὰ ἑξῆς, τὸ δὲ ἔτι δὲ τὰ παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας ἴσον ἐστὶ τῷ ‘διὰ τοῦτο τὰ παιδί μέχρι πόρρω ἐστὶν ἀμνήμονα, ὅτι καὶ νανώδη μέχρι πόρρω ἐστίν᾿.