# De lapidum virtutibus 457

Michael Psellus, De lapidum virtutibus, 457. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-lapidum-virtutibus/457
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-lapidum-virtutibus/457

ἀπωθεῖται, καὶ λοιμικοῖς ἀντιτάττεται πάθεσι καὶ ἐπιληπτικοῖς. Ἔστι δέ τις ἴασπις σμαραγδίξουσα ἡ δὲ ἐμφερὴς χιόνι, καὶ ἄλλη ἐμφερὴς ἀρνοῦ ἐγκεφάλῳ, ἧς οὔπω οὐδεὶς ἐγνώκει τὴν δόναμιν. Ὃ Ἰδαῖος δάττυλος ἐν Ἵδη τῆς Κρήτης γίνεται, καὶ ὅστι τὸ σχῆμα δακτύλῳ ἀνδρὸς ἐμφερὴς τῷ ἀντίχειρι· τὴν χροιὰν σιδηρόχρους· οὗτος ὃ λίθος δικαιότατος πάντων τῶν λίθων ἐστί· τὰς μὲν γὰρ ἐκ τῶν δικαίων μίξεων γενομένας σπορὰς τελειοῖ, φθείρει δὲ τὰς ἀθεμίστους καὶ παρανόμους Ὁ κρύσταλλος ἔοικε μὲν ὕδατι καθαρῷ, ἐγκαεὶς δὲ ὑπὸ ἡλίου χροιάν ἀμεθύσου μευαλαμβάνει, ἐπὶ δὲ τὸ βαφύτερον τραπεὶς ἰάσπιδι γίνεται ὅμοιος· οὕτος τρόμους ἀπερύκει καὶ ἐκλύσεις νεύρων ἀνατριβό-, μενος. Ὁ λυχνίτης· ἔστι δὲ νυκτάλωπος, ἀρτηθεὶς ἀπὸ τοῦ τραχήλου, ῥεύματά τε ἐπέχει ὀφθαλμῶν ἐν λινῷ ῥάκει περιτιθεὶς τῷ μετώπῳ. Ὁ μαγνίτης λίθος ἐστὶ μέγας καὶ βαρύς καὶ

---

Michael Psellus, De lapidum virtutibus. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003723.
