# De lapidum virtutibus 460

Michael Psellus, De lapidum virtutibus, 460. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-lapidum-virtutibus/460
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-lapidum-virtutibus/460

Χρυσόλιθος ἀντίθετον σχῆμα ποιεῖ πάθεσιν ὀφθαλμῶν. Χρυσήλεικτρος· οὖτος φορούμενος περὶ τράχηλον, σβέννυσι πυρετούς. Χρυσόπρασος, οὖτος περὶ τοὺς καρποὺς φορούμενος παρέχει ὀξυδορκίαν, στομάχου τε ἰᾶται καρδιαλγοῦντας, καὶ λύει ἐμπνευματώσεις. Χαλαζίας, λευκός ἐστι οὖτος καὶ στερεὸς, καὶ κρυστάλλῳ μικρῷ ἐοικώς. Περιαρτώμενος δὲ ᾶται σκορπίων πληγάς. Τοπάζιον λθος ἐστὶ διαφανὴς ὑάλῳ παρεμφερής· φύτται δὲ εἰς τὸν Ἀραβικὸν λεγόμενον κόλπον ἔν τινι πελαγίᾳ νήσῳ, καὶ ἡμέρας μὴν οὐχ ὁρᾶται, κρύπτει γὰρ αὐτοῦ τὸ φέγγος ἧλιος· νυκτὸς δὲ διαλάμπει πόρῥωθεν, καὶ τραχὺς μὲν εὑρίσκεται καὶ ἀνώμαλος, τεχνικοῖς δὲ ὀργάνοις λεαίνεταί· οὖτος μαινομένους ἀποκαθίστησι τριβεὶς καὶ ποθείς· δρᾷ δὲ τὰ αὐτὰ καὶ περίαπτος Τούτων δὲ τῶν παρὰ τοῖς λίθοις δυναμένων αἰτίας πολλοὶ ἐθάῤῥησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος· τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν ὁ ἐκ τῆς Ἄφροδισίας Ἀλέξανδρος, ἄνθρωπος περὶ πάντων ἁπλῶς εἰπεῖν, καὶ τῶν ἀπορρήτων τῆς φύσεως προχειρότατος. Σοὶ δὲ ἀποχρῶσα ἔστω ἡ ἐκάστου τῶν λίθωδύναμις καὶ ἐνέργεια· τοὺς δὲ λόγους αὐτῶν καὶ τας αἰτίας παρὰ τοῖς ἀνω θησαυροῖς ἔασον.

---

Michael Psellus, De lapidum virtutibus. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003723.
