# De operatione daemonum dialogus (Timotheus; now held spurious) 422

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/422
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/422

ὁμόφρονες· τὸ δ´ ἐντεῦθεν τριχῇ ταῖς γνώμαις δείστανται. Οἱ μὲν γὰρ τούτων νέμουσιν ἀμφοῖν τοῖν υἱοῖν τὸ σέβας οὐ γὰρ πρὸς ἀλλήλους διαφέρεσθαι φῶσι νῦν, ἀλλ´ ὅμως ἄμφω σεβαστέον ὡς ἐκ πατρὸς ἐνὸς καταλλαγησομένους ἐπὶ τοῦ μέλλοντος· οἱ δὲ θατέρῳ τῷ νεωτέρῳ λατρεύουσιν, ὡς τῆς κρείττονος καὶ ὑπερκειμένης μερίδος κατάρχοντι· τὸν πρεσβύτεοον οὐκ ἀτιμάζοντες μὲν, φυλαττόμενοι δ´ αὐτὸν ὡς κακοποιῆσαι δυνάμενον. Οἱ δὲ χείρους αὐτῶν τὴν ἀσέβειαν τοῦ μὲν οὐρανίου διιστῶσιν ἑαυτοὺς ἐπὶ πᾶν, αὐτὸν δὲ μόνον τὸν ἐπί. γειον Σαταναῆ λ ἐνστερνίζονται. Τῶν τε ὀνομάτων τοῖς εὐφημοτέροις ἀποσεμνύνοντες πρωτότοκον τὸν ἀλλότριον ἐκ πατρὸς καλοῦσι, φυτῶν τε καὶ ζώων καὶ τῶν λοιπῶν συνθέτων δημιουργὸν τὸν φθοροποιὸν καὶ ῥλέθριον. Ἀποθεραπεύειν δ´ αὐτὸν καὶ μᾶλλον ἐτι, βουλόμενοι, φεῦ! ὁπόσα παροινοῦσιν εἰς τὸν οὐράνιον φθονερόν τε λέγοντες εἶναι, τἀδελφῷ παραλόγως διαφθονούμενον εὖ διακοσμοῦντι τὰ ἐπὶ γῆς, καὶ φθόνῳ τυφόμενον σεισμοὺσκαὶ χαλάζας καὶ λοιμοὺς, ἐπάγειν. Διὸ καὶ ἐπαρῶνται αὐτῷ ἄλλα τε καὶ τὸ παλαμναῖον ἀνάθεμα. ΤιΜΟΦ Τίσι δὲ λόγοις, ὦ Θρᾷέ, πεπείκασιν ἑαυτοὺς τὸν Σαταναὴλ υἱὸν Θεοῦ καὶ φρονεῖν καὶ λέγειν, τῶν τε προφητικῶν καὶ θείων χρησμῶν ἕνα αὐτὸν πανταχοῦ λεγόντων, τοῦ τε ἐπιστηθίου κατὰ τὰ ἄχραντα Εὐαγγέλια κεκραγότος περὶ τοῦ Θεοῦ καὶ Λόγου· δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καὶ αὖ, ὁ Μονογενὴς, ὁ ὧν εἰς τὸν κόλπον τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο. Πόθεν οὖν αὐτοῖς ἐπῆλθεν ἡ τοσαύτη πλάνη, ΡΑΧ. Πόθεν ἄλλοθεν, ὦ Τιμόθεε, ἢ καὶ αὐτὸς ὁ τοῦ ψεύδους ἄρχων ταῦτα περιαυτολογῶν τῶν ἀνοήτων

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
