# De operatione daemonum dialogus (Timotheus; now held spurious) 427

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 427. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/427
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/427

Θρᾷξ. Καὶ θαυμάζειν δεῖ σε, Τιμόθεε. Ἄτοπα μὲν γὰρ πολλὰ καὶ περὶ τῶν ἐν Υπερβορείοις ἐθνῶν πολλὰ καὶ τῶν ἀμφὶ Διβόην καὶ Σύρτιν ἱστόρηται· τοιοῦτον δὲ κακίας εἶδος οὐδὲν ἀκούσῃ οὖτε περὶ αὐτοὺς, οὔτε περὶ Κελτοὺς, οὐδ´ ἂν τι περὶ Βρετανίαν ἔθνος ἔκνομον καὶ ἄγριον ᾑ. ρείς αἰεείίδις σιες ἡοιπίκίθιεφωε αρφαενε. ΤΙΜΟΘΟ. Δεινόν γε, ὧ Θρᾷξ, εἰ τοιοῦτον μύσος εἰς τὴν καθ´ ἡμᾶς οἰκουμένην ἐπεχωρίαστν Ἀλλὰ πούποι,ε μὲν ἕα φθινύθειν, καὶ κακοὺς κακῶς αὐτοῖς ἐπιτηδεύμασιν ἐξαπόλλυσθαι· ἐμὲ δὲ δαιμόνων περὶ πολυετὴ ς ἀπορία διαταράττει, τά τε ἄλλα καὶ εἰ τοῖς. κωτοδαίμοσι τούτοις ἐμφανῶς ὁρῶνται. ΘΡΞ. Καὶ μὴν, ὦ λῷστο, πρὸς τοῦτο πᾶσιν αὐτοῖς, ἡ σπουδὴ συντείνει καὶ ἔντευξις καὶ θυσία καὶ τελετὴ, καὶ πάν ἐπίρρητον καὶ ἀπόῥῥητον, τῆς αὐτοφανείας ταύτης ἕνεκα, παρ´ αὐτοῖς τολεῖται. ΤΜΟ. Πῶς οὖν, μὴ σῶμα ὄντες, τοῖς ἐκτὸς ἔμμααιν ὁρῶνται; ΘΡΑΞ. λλ´ οὐκ ἀσώματον, ὦ γενναῖε, τὸ δαιμόνιόν ἐστι φῦλον· μετὰ σώματος δέ γε καὶ ἀμφὶ σώματα διατέτριφε. Καὶ τοῦτο ἔστι μὲν καὶ παρ´ αὐτῶν μαθεῖν τῶν ἡμεδαπῶν κεὶ σεπτῶν πατέρων εἴ τις τὰ αὐτῶν οὐκ ἀργῶς ἀπίοι· ἔστι δὲ καὶ πολλῶν ἀκοῦσαι, τὰς μετὰ σωμάτων αὐτοῖς αὐτοφανείας διηγουμένων. Καὶ ὁ μέγας Βασίλειος, ἐξηγούμενος τὸ ἐν Ἡσαίᾳ ῥητὸν, τὸ φάσκον «ὀλολύξατε, τὰ γλυ πτὰ,» ταῦτά φησιν, ὅτι «τοῖς εἰδώλοις ἐκ τοῦ ἀφανοῦς δαίμονές τινες προσπτάντες παρακαθίῆον ται, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντες· ἄδσπερ γὰρ τὰ λίννα κυνίδια περὶ τοὺς τόπους τῶν μακέλλων παρακαθέζονται, ἐν οἷς αἷμα καὶ ἰχῶρες εἰσιν, οὕτω καὶ τὰ λίχνα δαιμόνια, θηρώμενα τὴν ἀπὸ τῶν αἱμάτων καὶ τῆς κνίσσης τῶν θυσιῶν ἀπόλαυσιν, περὶ τοὺς βωμοὺς εἴληται καὶ τὰ ἀγάλματα αὐτοῖς ἀνακείμενα· τούτοις γάρ που καὶ τρέφεται τὰ ἀέρινα αὐτῶν σώματα, εἶτε καὶ πύρινα, ἡ καὶ ἐ ἀμφοτέρων τῶν στοιχείων μικτά. Καὶ πάλιν ὁ θεῖος Βασίλειος, ὁ τῶν ἀθεάτων ἐπόπτης τῶν ἡμῖν ἀδήλων, οὐ δαίμοσι μόνοις, ἀλλὰ καὶ τοῖς ἀχράντοις ἀγγέλοις ἐνεῖναι σώματα διατείνεται, οἷά τινα πνεύματα λεπτὰ

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
