# De operatione daemonum dialogus (Timotheus; now held spurious) 428

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 428. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/428
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/428

καὶ ἀερώδη καὶ ἄχρωστα· καὶ τοῦ λόγου παρέχεται μάρτυρα Δαυὶδ, τὸν ἐν προφήταις ὀνομαστότατον, Ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα λέγοντα, καὶ τοὺς λειτουργοὺς φλογίνους. Καὶ πᾶσα ἀνάγκη· τοῖς γὰς λειτουργοῖς καὶ ἀποστελλομένοις πνεύμασιν, ὡς ὁ θεσπέσιος ἀποφαίνεται Παῦλος, ἔδει σώματός τινος ὧς κινήσονται καὶ ἐστήέονται καὶ φανήσονταί γε. Οὐ γὰρ ἄλλως ταῦτα ἐνὸν, ἀλλὰ διὰ σώματός τινος, οὐτωσὶ τελεῖσθαι. τiΜΟΘ. Πῶς οὖν ὡς ἀσώματοι πολλαχοῦ τῆς Γραφῆς ὑμνοῦνται; ρΡΑΞ. Ὅτι καὶ τοῖς ἡμετέροις καὶ τοῖς θύραζε καὶ τοῖς ἀπωτέριυ καὶ θύραθεν εἰωθός ἐστι τὰ παχύτερα τῶν σωμάτων σωματώδη λέγειν· ὓ δὲ λεπτομερές ἐστι, καὶ τὴν ὅψιν διαφυγγάνον καὶ τὴν ἀφὴν, ἀσώματον οὐ μόνον οἱ καθ´ ἡμᾶς, ἀλλὰ καὶ πολλοὶ τῶν ἐκτὸς ἀξιοῦσι λέγειν. ΔλΡΟΤ νΙ. Οὐ ακφρίισί σοιφονί αφοηῖαμο, ερἰσπαονίσφμε ασολτι αἰεισηιία ει ονίηιιοα. ΤΙΜΟΤΗ. Αρε νειο, πΒα οοηρε Μυὰ ϛυοᾶ αμοΙε ἠαίΑ οἱ, ἰᾶοω φἱ Δφποοε ΒΑ- ΜρΗἱΥ ΤΗΟΦ. Ἀλλὰ τί δή; τοῦτο τὸ συμφυὶς τοῖς ἀγγέἠοις σῶμα πότερον ταυτόν ἐστι καὶ τοῖς δαίμοσιν; ρΡᾳΚ Ἄπαγε· πολλοῦ γε καὶ δεῖ. Τὸ μίν γὰρ ἀγγελικὸν, αὐγάς τινα ἐξανίσχον ξένας, τοῖς ἐκτὸς Δφθαλμοῖς ἐττιν ἀφόρητόν τε καῖ ἀνυπόστατον· τὸ δαιμόνιον δὲ, εἰ μὲν τοιοῦτον δκ ποτ- Χι αὐκ αἶᾶατἰ πεῖν· ἔοικε δ´ οὖν, Ὡωσφόρον Ὡσαίου τὸν ἐκπεπάττα κατονομάζοντος· νῦν δὲ ἀλλὰ ἔοφῶδες οἷον καὶ ἀμαυρόν ἐστι, καὶ τοῖς ὅμμασι λυπηρὸν, γυμνωθὲν τοῦ συζύγου φωτός. Καὶ τὸ μὴν ἀγγελικὸν παντάπασίν ἓστιν ἄυλον· διὸ καὶ διὰ παντός ἐστι στερεοῦ διαδῦνον καὶ δινὸν, καὶ τῆς ἡλικῆς ἀκτῖνος ὃν ἀπαθέστερον. Τὴν μὲν γὰρ διὰ σωμάτων διαφανῶν ἰοῦσαν ἀποστέγει τὰ γεώδη καὶ ἀλαμπῆ, ὡς καὶ κλάσιν ὑπομόνειν, ἄτε δὴ τὸ ἔνυλον ὅχουσαν· τῷ δὲ οὐδὲν αὐτῶν ἐστι πρόσαντες, οἷα μηδεμίαν ἔχοντι πρὸς μηδέν ἀντίθεσιν, μηδέ τισιν ὁμόστοιχον ον. Τὰ δὲ δαιμόνια σώματα, κἂν ὑπὸ λεπτότητος ἀφανῆ καθέστηκεν, ἀλλ´ ὅμως ἔνυλά πη καὶ ἐμπαθῆ, καὶ μάλιστ ὄσα τοὺς ὄπὸ γῆν ὑποδέδυκε τόπους. Ταῦτα γὰρ τοσαύτην ἔχει τὴν σύστασιν, ὡς καὶ ἁφαῖς ὑποπίπτειν, καὶ πληττόμενα ὀδυνᾶσθαι, καὶ πυρὶ προσομιλήσαντα κάεσθαι, ὡς καὶ ἔνια τούτων ἀπολείπειν

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
