# De operatione daemonum dialogus (Timotheus; now held spurious) 430

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 430. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/430
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/430

τοῖς σπέρμασιν. Ἀλλ´ ἄπιστον, ἧν δ´ ἐγὼ, περίττωσιν ἐνεῖναι δαίμοσι καὶ μόρια σπερμογόνα καὶ ζωϊκά. Μόρια μὲν αὐτοῖς, ᾗ δι´ ὅς, οὐκ ἔνεστι τοιαυτί· περίττωσις δέ τις ἐξ αὐτῶν ἐστι. Καὶ λέγοντι πείθου μοι. Ἀτὰρ, ἧν δ´ ἐγὼ, κίνδυνος αὐτοῖς καὶ τρέφεσθαι καθ´ ἡμᾶς. Τρέφονται, ὁ Μάρκος εἶπεν, οἱ μὲν δι´ εἰσπνοῆς, ὡς τὸ ἐν ἀρτηρίαις καὶ ἐν νεύροις πνεῦμα, οἱ δὲ δι´ ὑγρότητος· ἀλλ´ οὐ στόματι καθ´ ἡμᾶς, ἀλλ´ ὥσπερ σπόγγοι καὶ ὀστρακόδερμα, σπῶντες μὲν τῆς περικειμένης ὑγρότητος ἔξωθεν, αὖθις δὲ λαβοῦσαν σύστασιν σπερματικήν ἀποκρίνοντες. Τοῦτο δὲ πάσχουσιν οὐ πάντες, ἀλλὰ μόνα τὰ πρόσυλα τῶν δαιμόνων γένη, τό τε μισοφαὲς καὶ τὸ ὑδραῖον, καὶ ὅσον ἐστὶν ὑπαχθόνιον. ΙΠολλὰ δ´ ἐστὶν, ὦ Μάρκε, δαιμόνων γένη; ἀνηρόμην αὖθις. Πολλὰ, ἢ δʹ ὄς, καὶ παντοδαπὰ τὰς ἱδέας τε καὶ τὰ σώματα, ὡς εἶναι πλήρη μὲν τὸν ἀέρα τόν τε ὕπερθεν ἡμῶν καὶ τὸν περὶ ἡμᾶς, πλήρη δὲ γαῖαν καὶ θάλατταν καὶ τοὺς μυχαιτάτους καὶ βυθίους τόπους. Ἀλλʹ, εἴ τι μὴ ἐπαχθὲς, ἀπαριθμητέον ἔκαστα, ἔφην. Ἐπαχθὲς, ἢ δ´ ὅς ἁτττα ἀπωμοσάμην, ταῦτα διὰ μνήμης ἄγειν. Πλὴν οὐ παραιτητέον, σοῦ κελεύοντος. Οὕτω δῆτα εἰπών πολλὰ δαι. μόνων ἀπηρίθμησε γένη, προστιθεὶς ὀνόματά τε αὐτῶν κοὶ ἱδέας, καὶ τόπους οἷς διατρίβουσι. κοΙοθ. ΤΙΜΟΘ. Τί οὖν, ὧ Θρᾷξ, καὶ σὲ πρὸς ἡμᾶς ταῦτα ἐπελθεῖν κωλύει; ρΡμΞ Τὰ μὲν κατὰ μέρος, ὦ βέλτιστε, τῶν τηνικάδε λεχθέντων οὖτε τότε μοι κατὰ λότον ἐσπούδαστο, καὶ οὐδὲ νῦν ἐπὶ μνήμης ἀγω. Καὶ τί γὰρ ἔμελλον ἀποίσεσθαι κέρδος, ὀνόματά τε αὐτῶν καὶ ᾖ αὐλίζεται γένος ἕκαστον, καὶ οἷον ἱνδάλλεται, καὶ τίσι διαλλάττουσιν ἀλλήλων διαφοραῖς, ἐκφροντίσας ἔχειν; Διὸ καὶ ὡς ἕωλα ταῦτα παρῆκα διαῤῥυήσασθαι· ἐκ πολλῶν δ´ ὀλίγ´ ἄττα κατὰ νοῦν συνέχω, καὶ τούτων Ὃ ἂν ζητήσῃς ἐρωτῶν ἀκούσῃ.

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
