# De operatione daemonum dialogus (Timotheus; now held spurious) 437

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/437
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/437

τῶν μελλόντων ἔστιν ἔτι προαγορεῦον, πῶς ἂν ταῦτα φῶμεν ὕλης πλημμελεῖς κινήσεις; ΤΙΜΟΘ. Τί οὖν, ὦ Θρῷ; Ταῦτα λέγοντι τῷ Μάρκῳ κῳ κῳ αὐτὸς συνάδεις; ΘΡᾳΧ. Πάνυ μὲν οὖν, Τιμόθεε· πῶς γὰρ οὕ; μεμνημένος ἐκείνων ἃ περὶ δαιμονώντων τὰ θεῖα διέξοισιν Εὐαγγέλια, κῳ ὃ περὶ τὸν Κορίνθιον γέγονεν ἄνδρα, Παύλου κελεύσαντος, ὁπόσα τε τοῖς Πατέρων δέλτοις ἐμφέρεται περὶ αὐτῶν πολλὰ κῳ θαυμάσια, προσέτι δὲ κῳ ὧν αὐτὸς ἐπόπτης τε κῳ ατήκοος ἐν Ἐλασῶνι γέγονα, Κατὰ τοῦτον γὰρ ἀνήρ τις, ἐνεργούμενος δαίμονί τῳ, πολλὰ μὲν κῳ ἄλλα χρησμολογῶν ἀπεφοίβαζεν, οὐκ ὀλίγα δὲ κῳ περὶ ἐμοῦ προηγόρευε. Πλῆθος γάρ ποτε τῶν τελουμένων παρ´ αὐτῷ συστήσας, ἴστε, ὧ παρόντες, ἔφη, ἵστε μέλλειν ἄνδρα καθ´ ἡμῶν ἐκπεμφθήσεσθαι, παρ´ οὖ διωχθήσεται τὰ τῆς ἐμῆς θρησκείας κῳ τὰ τῆς λατρείας ἐκπομπευθήσεται. Τούτῳ δὲ μετὰ πολλῶν κῳ αὐτὸς ἁλώσιμος ἔσομαι. Πλῆν βουλομένῳ με δεσμώτην μετὰ πειρᾶν πολλῆν εἰς τὸ Βυζάντιον ἀγαγεῖν οὐκ ἐξέσται οἷ, κἂν πολλάκις κάμη. Ταῦτα προύλεγε, μηδέπω μου μηδὲ τὰς παρὰ τὸ Βυζάντιον παρελθόντος κώμας. Τπέγραφε δέ μου κῳ τὸ σχῆμα κῳ τὴν ἀναβολὴν κῳ αὐτό μου τὸ ἐπιτήδευμα. Καὶ πολλοὶ φοιτῶντες ἐκεῖθεν ταῦτα ἀπήγγελλον. Ὁψὲ δ´ αὐτὸν ἐγὼ κατασνών, ἠρόμην ὁπόθεν τὸ προλέγειν αὐτῷ περιγέγονεν. Μὴ θέλων δʹ ἐξενεγκεῖν τὸ ἀπόῤῥητον, ὅμως, τὴν Λακωνικὴν πεπονθὼς ἀνάγκην, τἀληθὲς ἐξεῖπεν. Τελεσθῆναι μὲν γὰρ τὰ δαιμόνια ἔργα παρά τινος ἀλήτου Λίβυος ἔφη· Ὅς με νύκτωρ εἰς ὅρος ἀπαγαγὼν,

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
