# De operatione daemonum dialogus (Timotheus; now held spurious) 440

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 440. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/440
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/440

κόμας, ἐπιὼν ἱδεῖν ἐπ´´ ἐμὲ· δείσασα δὲ, κρηνῆς ἐμπεσεῖν τῃ κλίνῃ· τὸ δ´ ἐντεῦθεν τῶν γινομένων γινώσκειν οὐδὲν οὐδ´ ἐπαισθάνεσθαι. Ἐ μὲν οὖν οὕτως εἴπε, καὶ ἀπηλλάττετο· ἱμὲ δὲ τὸ ἀπὸ τοῦδε δεσμός τις ἀπορίας ἔχει διαπορούμενον πῶς τὸ τῇ γυναικὶ παρενοχλῆσαν δαιμόνιον ἑωρᾶτο θῆλυ. Καὶ γὰρ ἐπιεικῶς ἐστιν ἄπορον, εἰ δαιμόνων τὰ μέν ἐστιν ἄῤῥενα, τὰ δὲ θήλεα, καθάπερ τὰ γογενῆ καὶ θνητὰ τῶν ζώων· δεύτερον δὲ πῶς τῇ τῶν Ἡρμενίων ἐχρῆτο γλώττῃ. Πολὺ γὰρ κἀν τούτῳ τὸ πρόσαντες, εἶ δαιμόνων οἱ μὲν Ἑλληνίσιν, οἱ δὲ Χαλδαϊκαῖς, ἄλλοι δὲ Περσῶν τε καὶ Σύρων ἀπο χρῶνται ταῖς γλώτταις· ἔτι δὲ πῶς πρὸς τὰς ἀπειλλς τοῦ γόητος ἀπεστέλλετο καὶ τὸ ξίφος δεδίει ἀνατεινόμενον. Τί χὰρ Δν καὶ πάθοι διὰ ἔίφους δαίμων, ἄτεκτός τε καὶ ἄοθαρτος ὥν· Ταῦτά μα πάνυ διαταράττει καὶ θορυβεῖ, καί μοι δεῖ τινος ἐπὶ τούτοις παοαμυθίας, ἧν ἡγοῦμαί σε μᾶλλον ἱκανὸν παρίέειν, ἄτε καὶ τὰς τῶν παλαιῶν ξυνῃρηκότα δόξας, καὶ πολλὴν ἱστορίαν συνειληφότα.

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
