# De operatione daemonum dialogus (Timotheus; now held spurious) 444

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 444. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/444
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/444

ἐν ἀγγέλοις Θεοῦ ἐτέροις ἕτεροι προιστήκασιν, οὔτω καὶ δαίμονες ἐν ἔθνεσιν ἄλλοι ἄλλοις συμπαρεδοεύουσιν, ἕκαστοι τὰς ἑκάστων ἐξαεκοῦσι γλώττας· ἐφ´ ᾧ καὶ τούτοις οἱ μὲν παρ´ Ἔλλησιν ἐχρησμῴδουν ἡρωϊκῶς, οἱ δὲ παρὰ Χαλδαίοις τὰς κλήσεις εἶχον τῇ Χαλδαίων γλώττῃ· ὥσπερ καὶ παρ´ Αἰγυπτίοις τὰς προσεγγίσεις Αἰγυπτίαις ἐποιοῦντο φωναῖς. Καὶ δὴ καὶ τὰ παρ´ Ἀρμενίοις δαιμόνια, κὰν ἀλλαχόσε ἀπιόντα τύχῃ, τῇ τούτων γλώττῃ ὥσπερ ἐθαγενεῖ καὶ αὐτὰ προσχρῶνται. ΤΙΜΟΡΕ. Εἶεν, ὧ Θρᾷς. Ἀλλὰ τὰς ἀπειλὰς καὶ τὸ ξίφος τί παθόντα δέδιε; Τί γὰρ οἰόμενα πείσεσθαι παρ´ αὐτῶν, ὑποστέλλεται καὶ ἀφίσταται; ρΡᾳ. Οὐ σοὶ μόνῳ, ὧ Τιμόθεε, περὶ τούτων νῦν ἀπορεῖν ἐπῆλθεν· ἀλλὰ πρότερον κἀμοὶ πρὸς Μάρκον ἠπόρηται. Καὶ ὅς μοι τὸ ἄπορον ἐξιώμενος, πάντα μὲν ἔφη τὰ δαιμόνια φῦλα θράσους καὶ δειλίας ἔμπλεα εἶναι, πλέον δὲ δὴ τῶν ἄλλων τὰ πρόσολα. Τὰ μὲν γὰρ ἀέρια περίνοιαν κεκτημένα πλεί στην δν ἐπιτιμᾷ τις, τὸν γοῦν ἐπιτιμῶντα διακοίνειν οδε καὶ τῶν ἐνοχλουμένων οὐκ ἀπαλλάττεται ἄλλως, εἶ μὴ οὖτος ὄσιός τε εἴη τὰ πρὸς Θεὸν καὶ ὅνομα τοῦ Θεοῦ Λόγου τὸ φρικτὸν ἐπάγοι σὺν δωνάμει θείᾳ. Ταῦτα δὲ, δηλαδὴ τὰ πρόσυλα, δεδιότα τὴν εἰς τὰς ἀβύσσους καὶ τὴν εἰς τοὺς ὑποχθονίους τόπους ἀποπομπὴν, ἔτι τε τοὺς ἀγγέλους τοὺς εἰς αὐτοὺς ἀποπέμποντας, ὁπότε τις ἀπειλοίη τούτοις τὴν εἰς ἐκείνους τοὺς τόπους ἀπαγωγὴν καὶ τὰς τῶν εἰς τοῦτο τεταγμένων ἀγγέλων ἐπιλέγοι

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
