# De operatione daemonum dialogus (Timotheus; now held spurious) 446

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious), 446. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/446
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-operatione-daemonum-dialogus-timotheus-now-held-spurious/446

χρηστὸν, ὅτι καὶ τὰ τούτων περιαυτολογία καὶ τύφος, ἀπάτη τε καὶ φαντασία διάκενος. Ἀφικνοῦνται μὲν γὰρ ἀπ´ αὐτῶν ἐπὶ τοὺς θρησκεύοντας αὐγαὶ πυρώδεις, οἶαι δή τινες αἱ τῶν διαττόντων ὑποδρομαὶ, ἂς θεοπτίας οἱ μεμηνότες ἀξιοῦσι καλεῖν, οὐδὲν ἐχούσας ἀληθὲς, οὐδ´ ἑστηκὸς οὐδὲ βέβαιον· τί γὰρ ἐν δαίμοσιν ἐξοφωμένοις οὖσι ωτοει δές;] ἀλλὰ παίγνια τούτων οὕσας, οἷα τὰ ἐν ταῖς τῶν ὀμμάτων παραγωγαῖς, ἢ τὰ περὶ τῶν καλουμένων θαυματοποιῶν ἐπ´ ἐξαπάτῃ τῶν ὁρώντων γινόμενα. Καὶ ταῦθ᾽ ὁ δείλαιος ἐγὼ πρὸ πολλοῦ φωράσας, καὶ τούτου μελετῶν ἀποστήσεσθαι τοῦ θρησκεύματος, ὅμως ἕως τοῦδε κατειχόμην γοητευθεὶς, καί μοι σῶος ὄλεθρος ἦν ἂν, εἰ μὴ σύ μοι τῆς ἀληθοῦς ἐξηγήσω τρίβου, καθάπερ πυρσὸς ἐπὶ θαλαττίας σκοτομήνης ἀναφανείς. Ταῦτ´ εἶπὼν, ὁ Δάρκος δάκρυσι τὰς παρειὰς κατῃόνιζεν. Ἐγὼ δὲ αὐτὸν ἀνακτώμενος, Ιενθεῖν μὲν ἐξέσται σοι καὶ μετέπειτα, ἔφην· νῦν δὲ ὥρα πανηγυρίζειν σοι τὰ σωτήρια, καὶ Θεῷ χάριν εἰδέναι παρ´ οὖ καὶ ψυχὴ καὶ νοῦς ὀλεθρίων ἀπαλλάττεται. ΤΙΗΟΘ. Τοῦτο δέ μοι μαθεῖν βουλομένῳ φράσον εἰ τὰ δαιμόνια σώματα οἷά τέ ἐστι πλάττεσθαι ΘΡΑΞ. Πλήττεται, ὁ Μάρκος εἶπεν, ὡς καὶ ὀδυνᾶσθαι στερεᾶς ἐπενειχθείσης ἐν χρῷ. Ἀλλὰ πῶς, ἔφην, πνεύματα ὅντα, καὶ μηδὲ στερεὰ μηδὲ σύν θετα; καί τοι τῶν συνθέτων ἡ αἴσθησις. Καὶ δὲ, Θαυμάζω, εἶπεν, ὅτι σοι τοῦτο ἠγνόηται, τὸ μηδ´ ἐπὶ τινοσοῦν μῦν ἢ νεῦρον εἶναι τὸ αἰσθανόμενον, ἀλλὰ τὸ ἐν τούτοις ἐνυπάρχον πνεῦμα. Διὸ κἂν θλίβηται τὸ νεῦρον, κἂν ψύχηται, κἂν ἄλλο ὁποῖον δή τι πάθῃ, τοῦ πνεύματος εἰς τὸ πνεῦμα πεμπομένου τὴν ὀδύνην εἶναι· καθ´ ἑαυτὸ γὰρ οὐκ ἂν ὀδυνῷτο τὸ σύνθετον ἀλλὰ τὸ μετέχον τοῦ πνεύματος· ἐπεὶ παραλελυμένον ἢ νεκρωθὲν ἀνεπαίσθητόν ἐστι, τοῦ πνεύματος γυμνωθέν. Καὶ τὸ δαιμόνιον ἄρα, πνεῦμα δι´ ὅλου ὅν κατὰ φύσιν αἱσθητικὸν, κατὰ πᾶν ἑαυτοῦ μέρος ἀμέσως ὁρᾷ τε καὶ ἀκούει καὶ τὰ τῆς ἁφῆς ὑπομένει

---

Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003728.
