# Peri Rhetorikes 690.1-691.11

Michael Psellus, Peri Rhetorikes, 690.1 to 691.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/peri-rhetorikes/690.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/peri-rhetorikes/690.1

κεφαλὴ τὰ προοίμια, ἐπίλογος οἱ πόδες. καὶ πλεῖστοι μὲν τυγχάνουσι τόποι τῶν προοιμίων. ὁ δ' Ἑρμογένης νίσαρας τεχνογραφεῖ καὶ μόνας· δεῖ γὰρ πρὸς τὴν ὑπόληψιν τῶν ἀπηριθμημένων 5 συντάττειν τὰ προοίμια καὶ χαίρειν ἢ λυπεῖσθαι. τῶν ἐκ τῆς διαιρέσεως τόπος ἐστὶ τοιοῦτος ὅταν πραχθέντων, δέσποτα, δύο ἀδικημάτων, ᾧν ἕκαστον καὶ χρίνεται, πρὸς δὲ καὶ τιμωρεῖται, μερίζοντες ποιήσωμεν προοίμιον τοιοῦτον. 10 εἰ καὶ δι' ἓν ἀδίκημα οὕτως τιμωρητέος· πόσῳ γε δι' ἀμφότερα τυγχάνει κολαστέος. τοιοῦτον καὶ τὸ δεύτερον, τοιοῦτον καὶ τὸ τρίτον εἶδος τυγχάνει, δέσποτα, τοῦδε τοῦ προοιμίου. τὸ μὴ ἐξ ὑπολήψεων· τὸ δεύτερον ἐκ χρόνου. 15 καὶ τρίτον πάλιν τίθησι τῶν προοιμίων τόπον. ὃν οὕτως κατωνόμασεν ὡς ἐκ περιουσίας. ὡς ἰδυνάμην γράφεσθαι καὶ ἱεροσυλίας. μεῖζονος ἀδικήματος καὶ χειρόνου τοῦ πρώτου. ἐκ τοῦ καιροῦ δ' ὁ τέταρτος τόπος τῶν προοιμίων, 20 ὅταν ἀξιώσιν ποιῶν γράφεις ὡς πεπραγμένην. ἐστὶ δὲ πᾶν προοίμιον δή τούτων τῶν τεσσάρων· προτάσεως, κατασκευῆς, ἀξιώσεως τρίτης, καὶ τοῦ τετάρτου βάσεως, ὁ τέλος προοιμίου. αὐτάρκης δὲ περιβολὴ τυγχάνει προοιμίων, 25 διπλασιάσαι ὄνομα, διπλασιάσαι κῶλον. ὡς δ' ἐπὶ παραδείγματος τὰ τέσσαρα δεῖχθῆν· μαρτύρων μνήμης τίς ἂν ἢ φιλομάρτυρι χόρος; τοῦτο τοῦ λόγου πρότασις, εἶτα καὶ τἆλλα σκόπει· ἢ γὰρ τοῦ μάρτυρος τιμὴ εὐνοία πρὸς δεσπότην. 30 κατασκευὴ προτάσεως τοῦτο σαφὴς τυγχάνει. τῷ λόγῳ τοίνυν τίμησον τὸν μεμαρτυρηκότα· τοῦτο σαφὴς ἀξίωσις, εἶτα τὴν βάσιν βλέπε, ὅπως ἂν μάρτυς γένοιτο καὶ σὺ τῇ προαιρέσει. ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ βᾶσις γὰρ ἐπωνόμασται καὶ ἔσχατόν τι μέρος. ἐν ᾧ καὶ βραῖνευ ἔοικε τὸ προοίμιον ὅλον. ἐπὶ τῆς ἀξιώσεως κατασκευὴ καὶ τοῦτο. ὁ δοθὲν ἐπιφώνημα τολμᾶν εἰς βεβη — περὶ οὗ σε διδάξομεν τοῦ λόγου προιόντος. καὶ τέχνη μὲν σοι σύντομος αὕτη τῶν προοιμίων. μέλλων δ᾽ εἰς τὴν ἐξήγησιν τὸν λόγον παρεισάγειν ζήτει τὴν προκατάστασιν, ὁπόταν ταύτην λάβῃς. ἐστὶ δὲ τὸ προοίμιον διηγήσεως μέρος οἷον τις προδιήγησις τῶν ἀπ᾽ ἀρχῆς εἰς τέλος. ἄτεχνον γὰρ ὡς ἀληθῶς εἰ μὴ προκαταστάσεις αὐτῆς τῆς διηγήσεως ἄρξαιο παραυτίκα·

---

Michael Psellus, Peri Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003869.
