# Peri Rhetorikes 694.8-695.16

Michael Psellus, Peri Rhetorikes, 694.8 to 695.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/peri-rhetorikes/694.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/peri-rhetorikes/694.8

ἀντίστασιν εἰσήνεγκε τὴν πρᾶξιν ἀναιροῦσαν. εἰ δ’ εἴποι τις, ἄν ἔδει σε, ἀλλ’ οὐ τοιούτον τρόπον, 10 εἶπεν ἀντιπαραστάσιν λύσιν ὁμαλωτέραν. ποῖον δ’ εἰσάγειν πρότερον τοῖς ζητήμασι δέον οὐκ ἔστιν ἀποσῆνασθαι σταθμῷ δὲ σύν τῷ λόγῳ. πλὴν ἡ ἀντιπαραστάσις ὡς περ ὁδὸς τις λεία. τὰ δ’ ἀπ’ ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους 15 ἔστι συνεχτικώτερα κεφάλαια τῶν ἄλλων. ὅπερ κατασκευάζεται ἰδιάζουσι τρόποις. οὐ γὰρ ταῖς περιστάσεσιν, ἀλλὰ τομαῖς ποικίλαις, ἀποταθείσι πνεύμασι, σφιγχθείσαις περιόδοις. ἑκάστη δ’ ὑποδιαίρεσις ὁρᾷ προσωποποιῶν. 20 ἐπὶ τῷ τέλει καὶ πλαστῷ χρήσῃ τεχνικωτάτως, ἐπὶ δὲ τοῖς πραγματικοῖς δυσχερῆ λύσιν ἔχει. τὰ ἀπ’ ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους. Χρῶ δὲ τοῖς μεταληπτικοῖς μᾶλλον τῶν ἄλλων πλέον, ἡ δὲ γε τάξις, δέσποτα, τῶν ἐπιχειρημάτων 25 διπλῆ τις ἀποδεικτική, πανηγυρικωτέρα, ἡ μὲν ἐστι δικανικῇ φράσεως δεομένη, ἐναγωνίου μάλιστα τῆς πολιτικωτέρας. ἡ δὲ φαιδρὰ καὶ πάγκαλος χροννύουσα τὸν λόγον. εἰ τοίνυν λόγος πέφυκεν ἐκ δυοῖν τεθειμένος, 30 φυλάξεις τὰ φαιδρότερα τῷ τελευταίῳ μέρει. ὅρος δὲ σύν ἀνθορισμῷ, συλλογισμὸς καὶ λύσις, ὀνόματα μὲν τέσσαρα, τῇ δὲ δυνάμει δύο. τοῖς γὰρ αὐτοῖς κρατεῦντα συλλογισμῷ καὶ ὅρος. ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ὡσπερ πάλιν ἀνθορισμὸς συλλογισμῷ τε λύσις. ἐν μέσῳ δὲ τοῦ πράγματος τῷ λόγῳ προκεμένου ὁ μὲν συλλογισμὸς αὐτός, ἡ τε δὴ τούτου λύσις ἐπόμενα τῷ πράγματι καὶ δεύτερα τυγχάνει. ὅρος δὲ σὺν ἀνθορισμῷ πρότερα προσήκοντως. πρὸς τούτοις τὴν διασκευὴν τοῦ προβλήματος μάθε. λεπτὴ γὰρ διατύπωσις τοῦ πράγματος τυγχάνει. ὡς προλαβόντες εἴπομεν ἐν γε τῇ διηγήσει. ἐν ταύτῃ δεῖ τὸν ῥήτορα τολμᾶν τι τῶν εἰκότων. χἂν μὲν ἐμπίπτειν πέφυκε δις αὕτη καὶ πολλάκις, μὴ χρήσῃ ταύτῃ πανταχοῦ, ἀλλ’ οἰκονομητέον. ἵνα μὴ δόξῃς φορτικὸς τοῖς αὐτοῖς κεχρημένος. εἰ δ’ ἐπεισάγειν βούλοιο τῷ λόγῳ τι χωρίον, ἀφ’ ἑνὸς πού ὀνόματος πρόσφασιν ἔξεις λέγειν. οἷον γὰρ εἴποις ἀριθμὸν, σύλλεγέ μοι τοσοῦτον ἐξ ἱστορίας, δέσποτα, τῷ λόγῳ προσήκουντος. λόγου δὲ σχῆμα πέφυκεν ἀντίθετον τὸ πρῶτον.

---

Michael Psellus, Peri Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003869.
