# Poemata 294

Michael Psellus, Poemata, 294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/294
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/294

Ὥσπερ κάκείνη γίνεται ξύμπαντα πρός ἐκεῖνον, Χύμφη, καὶ θρόνος, καὶ στρωμνῆ, καὶ πάλιν κατοικία. πῖτά φησι πρὸς τοὺς αὐτοὺς ἀγγέλους τὴν αἰτίαν, Τῆς παρακλήσεως αὐτῆς τῆς συνεχοῦς πρὸς τούτους Ὅτι τετρωμδνη ἀγάπης ἐγώ. Ἐγὼ φησὶν ἐκδυσωπῶ τὴν ὑμετέραν χάριν, Τὴν στέγην ὅλην μου καλῶς ἐν μήλοις στιβασθῆναι, Ὅτι τῷ βέλει τέτρωμαι τῷ τῆς ἀγάπης τούτου· Ἀγάπην τοίνυν νόησον τὸν ἄναρχον Πατίρα, Καὶ βέλος ὅντως ἐκλεκτὸν τὸν Λόγον καὶ νυμφίον· Τοῦτον γὰρ πέμπειν εἴωθεν ἐπὶ τοὺς σωζομένους. Τῶν γʹ ἄατέρων Οὕτω μὲν ἡ νύμφη τοῦ νυμφίου τὸ κάλλος, τὴν κὼλωδίαν, τὴν σκέπην, τὴν γλυκύτητα καταμαθοῦσα, ἀνακηρύττει τάδε εἰς διακονίαν ἀποστελλόμενα. Διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, λειτουργικὰ πνεύματα προσκαλουμένη συνεργεῖν πρὸς διηνεκῆ αὐτοῦ ἀπόλαυσιν, φησίν· Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἵνου· ἤγουν, Διδάξατέ με τοὺς θείους περὶ σαρκώσεως λόγους, οἶνον γάρ φησι τὸν εὐφραίνοντα τὰς ψυχὰς τῶν τούτου μεταλαμβανόντων, καὶ πρὸς θέωσιν ἐξιστῶντα Θεὸν Λόγον. Οὖ οἶκος ἡ προσληφθεῖσα παρ´ αὐτοῦ σάοὲ· εἰς ὄν οἶκον εἰσάγεται ἡ Ἐκκλησία μία σὰρξ μετὰ Χριστοῦ ἐσομένη, ὧς φησιν ὁ Ἀπόστολος περὶ τοῦ, σονται οἱ δόο εἰς σάρκα μίαν· ὅτι Ἐγὼ δὲ λέγω εἰς, Χρστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Σαρκὸς γὰρκαὶ αἷματος Χριστοῦ ἡ τῶν πιστῶν Ἐκκλησία μεταλαμβάνουσα, καὶ σύσσωμος αὐτῷ γινομένη, καὶ κατὰ γνῶσιν τοὺς περὶ σαρκώσεως λόγους δι´ ἀγγέλων μανθύνουσα καὶ κατ´ ἀρετὴν τοὺς τούτων τρόπους ἐκφαίνουσα, εἶς οἶκον τοῦ οἶνου εἰσέρχεται, οἰκητήριον Θεοῦ ἀποτελουμένη ἐν ἀγίῳ Πνεύματι. ὕτω δὲ εἰς οἶκον τοῦ οἵνου εἰσαγαγόντες με τάξατε ἐπ´ ἐμὲ ἀγάπην· ἤτοι, Τὴν κατὰ χάριν θείαν κοινωνίαν, ἧς πρῶτοι αὐτοὶ κατὰ τάξιν μεταλαμβάνετε· τάξατε καὶ ἐπ´ ἐμὲ, ἀναλόγως ἕκαστον τῶν πιστῶν μυσταγωγοῦν τες τὰ θεῖα. Στηρίξατέ με ἐν μύροις· δηλαδὴ, Ῥύσατέ με ἐν τοῖς δίκην μύρων εὐωδιάζουσιν τὰς ψυχὰς τῶν πιστῶν τοῦ παναγίου Πνεόματος χαρίσματι, καὶ πρὸς θεοσέβειαν ἐνισχύσατε τὴν διὰ τὴν σωματικὴν ἀσθένειαν ἐκλυομένην. Στιβάσατέ με ἐν μήλοις· ἡγυυν, ληρώσατέ με γνώσεως θείας ἐν τοῖς δίκην μήλων τὸν λάρυγγα γλυκαίνουσι θείοις λογίοις· ταῦτα δὲ αἰτῶ παρ´ ὁμῶν, Ὅτι τετρωμένη ἀγάπης ἐχώ. Ἡτοι, Ἐπειδὴ νυττομένη οὐχ ὑπὸ φόβου. ἀλλʹ ὑπὸ ἀγάπης γὰρ αὐτὴ βάλλει τὸν φόβον) εἰμι ἐγὼ ἡ νυμφευθεῖσα τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ πρότερον αῶτη τῷ φόβῳ μὲν τῶν κολάσεων καθαρθεῖσα, εἴτα δὲ καὶ τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν φωτισθεῖσα, νῶν σπεύδει διὰ τῆς ἀγάπης εἰς τελειότητα ἀναχθῆναι παρὰ τῶν ἀγίων ἀγγέλων. Ὅθεν φησίν· Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἣ δεξιὰ αὐτοῦ περιλήψεταί με. Δηλονότι, Λἰ τῶν κολάσεων, ὡς ὑποδεχομένων τοὺς ἐξ εὐωνύμων, ἀπειλαὶ, ὁπὸ τὸ δίκην κεφαλῆς ἀρχικὸν τῆς ψυχῆς Τνέκνοι Ραινο

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
