# Poemata 300

Michael Psellus, Poemata, 300. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/300
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/300

ὡραϊσμένη τῇ πράξει τῶν ἐντολῶν· περιστερά μου δὲ ὡς πεφωτισμένη τοῖς τοῦ παναγίου Πνεύματος χαρίσμασιν. Ἀνάστα δὲ, φησὶ, καὶ ἐλθέ· ὅτι ἠδοὺ ἄ χειμὼν παρῆλθεν, ἤγουν, διὰ τοῦτό σοι ἐγκελεύομαι ἐγείρεσθαι ἀεὶ ἄπὸ ὑψηλῶν θεωρημάτων εἰς ὑψηλότερα, πρὸς μετουσίαν τοῦ ὑπερκειμένου κάλλους σε ἐφελκόμενος, ὅτι τὰ χειμαζόμενα πάθη τὴν ψυχὴν, καὶ πρὸς τὴν πνευματικὴν πορείαν κωλύοντα, γεγόνασιν ἐκποδών, Ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Δηλονότι ἡ σφοδρὰ καταιγὶς τῶν αἱρέσεων, ὑφ´ ἧς καὶ ἀπησχόλησαι μὴ παρασυρῆναι, ἀπέστη τῇ ὑφ´ ἑαυτῶν διαλλήλῳ φθαρεῖσα φθορᾷ. Τὰ ἄνθη ὡφθη ἐν τῆ γῇ. Αἱ ἁρεταὶ οὕτως αἶ δίνην πολυειδῶν τε καὶ εὐειδῶν ἀνθέων τὴν ψυχὴν ὡραίζουσιν, ἀνέθηλαν ἐν σαρκὶ κατ´ ἐνεργειαν· ταῦτα δὲ γεγόνασιν, ἐπειδήπερ καιρὸς τῆς τομῆς ἔφθακεν, ὅς τῆς τοῦ Χριστοῦ ἐν σαρκὶ ἐπιδημίας ἐστί. Φησὶ γὰρ ἐν Εὐαγγελίοις αὐτός· Θλν ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς. Τέμνονται γὰρ διὰ πίστιν καὶ ἀρετὴν οὗτοι οἱ καινοὶ τῷ καινοποιῷ Ἀiναβματι. ἀπὸ τῶν πεπαλαιωμένων τῆ ἀπιστία καὶ τῇ κακίᾳ. Ὅθεν καὶ τῆς ἑαυτοῦ ἐν σαρκὶ ἐπιδημίας ἐπάγων τὴν μαρτυρίαν, φησί· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Τρυγόνα γὰρ καλεῖ τὸν τῆς ἐαυτοῦ παρουσίας προφήτην καὶ πρόδρομον, ὡς ἐρημικὸν τε καὶ σώφρονα. Οὖ ἡ φωνὴ τὸ τῆς μετανοίας ἐστὶ κήρυγμα, ὅπερ ἔν τισι τῶν σαρκικῶν καὶ φρονούντων τὰ γήινα ἠκούσθη, ὡς πεισθεῖσι τῷ κηρύγματι τούτῳ, καὶ μετανοίας βαπτισθεῖσι βάπτισμα. Διὸ καί φησιν. Ἡ συκῆ ἐξήνθησεν ὀλύνθους αὐτῆς. Συκῆν γὰρ τὴν μετὰ ταῦτα δι´ ἀκαρπίαν καθηραμίνην παρὰ Χριστοῦ συναγωγὴν λέγει τῶν Ἰουδαίων· ἥτις δίκην ὀλύνθων προανισχόντων τοῦ τελείου καρποῦ, καὶ ταχέως πιπτόντων, τοὺς τὸ τοῦ Ἰωάννου ἱάπτισμα βαπτισθέντας ἀνέθηλεν. Οὖτοι μὲν γὰρ τὸν καρπὸν προιδείκνυον, προτυποῦντες διὰ τοῦ ἐν ὕδατι μόνῳ βαπτίσματος τὸ ἐν ἀγίῳ Πνεύματι καὶ πυρὶ βάπτισμα. Αὐτοὶ δὲ εἰς τοῦτο οὐκ ἔφθασαν, ἀλλ´ ὡς τῆ περὶ Χριστοῦ μαρτυρίᾳ τοῦ Ἰωάννου μὴ πιστεύσαντες τῆς εἰς αὐτὸν Χριστὸν ἐέέπεσον πί στεως. Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ὅδωκαν ὀσμήν. Ἀμπέλους καλεῖ τάς ἐν τοῖς ἔθνεσι φυτευθείσας τῷ κηρύγματι τοῦ Χριστοῦ ἐκκλησίας τῶν πιστειυσάντων αὐτῷ· ὧν ἐκκλησιῶν ἄνθη προδεικτικὰ τοῦ κατ´ ἀρετὴν καρπίμου αὐτῶν, οἱ προσενεγνκάντες Χριστῷ δῶρα ἐξ ἀνατολῶν μάγοι, οἱ προσαγαγόντες αὐτῷ ὡς βασιλεῖ καὶ Θεῷ. καὶ δι´ ἡμᾶς νεκρῷ, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, παρέχονσες τοῖς ὑπὸ γοῦ ἀγίου Πνεύματος ἐνεργουμένοις τὸ τῆς γνώσεως χάρισμα, εὐώδη ὁσμὴν τῆς εἰς αὐτὸν Χριστὸν, πίστεως τῶν ἐθνῶν. Διὰ ταῦτα γοῦν φησιν· Ἀνάστα, ἐλρὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Δηλαδὴ ἔγειρε ἀπὸ τοῦ διδάσκειν διὰ τῶν ἕν τε τῇ φύσει καὶ τῷ γράμματι τύπων καὶ

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
