# Poemata 319

Michael Psellus, Poemata, 319. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/319
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/319

ἐκλεκτοῖς τοῦ θεοῦ, ἀγίοις ἐνδύσασθαι ἐγκιλεύεται, ἡ χρηστότης ἐστὶ καὶ ἡ ταηεινοφροσύνη, ἃ καὶ τῷ πρωτοπλάστῳ ἡ μὲν θεία ἐντολὴ περιεποιεῖτο, ἐργάζεσθαι τὸ ἀγαθὸν, καὶ φυλάσσειν τοῦτο διὰ ταπεινο φροσύνης προτρέπουσα. Ἡ δὲ παράβασις ταύτης ἐξέδυσεν, ἐλπίδι θεότητος δελεάσασα. καὶ καθ´ ἐαο. τῆς τὴν φύσιν ἐκθηριώσασα· ταύτην δὲ πάλιν αὐτὸς ὁ Θεὸς Λόγος ἐνέδυσε τῷ καθ´ ἑαυτὸν ὑποδείγματι Τρόπον γὰρ ταπεινοφροσύνης μὲν ὑπέδειξεν ἡμῖν, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· χρηστότητος δέ, ὅτι ὑπὲρ τῆς σωτηρίας τῶν ὑπευθύνων ἡμῶν, καὶ θανεῖν ἀνευθύνως ἠνέσχετο. Ὅθεν καὶ ἡ ἐν τοῖς κατὰ γνώμην ταῦτα ἐνδυσαμένοις εὐωδία τούτων, ὡς ἐμφαντικῶν τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ τῆς ἀτρεψίας, κἀντεῦθεν εωτικῶν τῶν ἐνδεδυμένων αὐτὰ, ὑπὲρ πάντα ἐστὶ τὰ ἀρώματα. Οὐδὲν γὰρ παρισοῦται τῇ εὐωδίᾳ τῆς θεότητος, ἣν ἡ νυμφευθεῖσα τῷ Θεῷ οὐ φύσει κέκτηται, ἀλλὰ χάριτι περιβάλλεται. Καὶ τοιαύτην μὲν, φησὶ, τὰ ἱμάτιά σου εὐωδίαν ἐκπέμπουσι· τὰ δὲ λοιπά τί; Κηρίον ἀποστάζουσι τὰ χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. Ἠγουν. Λόγον διδασκαλικὸν προφέρουσι τὰ χείλη σου κατεσκευασμένον, ὡσπερ ὑπὸ μελίσσης κηρίον, ἐν τῷ μὴ ἐπιδείκνυσθαι μονοειδῆ τοῖς ἀκούουσι τῆν ὠφέλειαν, ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων ἁρμόττεσθαι δόναμιν, ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιωδεστέροις οἱκείως ἔχειν· τῶν μὲν τὸν νοῦν τελειωτικῶς θειοτέροις ὡς μέλιτι γλυκαίνοντα ῥήμασι, τῶν δὲ τὴν διάνοιαν εἰσαγωγικῶς τοῖς φυσικοῖς ὡς γάλακτι τρέφοντα. Αὗται οὖν αἱ διδασκαλίαι, ἥ τε θειοτέρα καὶ ἡ ἀνθρωπικωτέρα, ὑπὸ τὴν γλῶσσαν σου, ὡς μὴ ἀκαίρως ταύτας προφέρῃς, ἀλλὰ κατὰ καιρὸν τὸν ἁρμόδιον καὶ χρείαν ἑκάστου διδασκομένων. Καὶ ὁσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. Ἠγουν, Ἡ εὐωδία τῶν ἔργων σου, ὥν εἰ καὶ τὰς δυνάμεις φυσικῶς ἐπιφέρῃ· ἀλλὰ τοὺς ἐνεργητικοὺς τρόπους κατὰ γνώμην ὡς ἱμάτια περιβάλλῃ, τῇ εὐωδία τῆς περὶ πάντα τοῦ Θεοῦ προνοίας παοιίκασται· κατὰ μίμησιν Θεοῦ, κηδομένης σου τῆς τῶν πολλῶν σωτηρίας. Ἰδιαζόντως γὰρ κατά τινα λόγον εἶς τὴν τοῦ Θεοῦ τιμὴν ὁ λίβανος ἀποτέτακται. Καὶ καθάπερ οὐτος ἐκ τῆς ἱδίας ὁσμῆς, οὕτω και τὸ Θεῖον ἐκ τῆς περὶ τὰ πάντα προνοίας, καὶ ἡ ἐκάστου διάθεσις ἐκ τῶν ἔργων γνωρίζεται, Μικρὸν δὲ ἄνωθεν εἰρηκώς, ὅτι ἡ ὀσμὴ τῶν ἱματίων τῆς νύμοης ὑπὲρ πάντα ἐστὶ τὰ ἀρώματα, καὶ τὸ πῶς μὴ δηλοῦται, ἐνταῦθα τοῦτο δηλοῖ, τῇ ὀσμῇ τοῦ λιβάνου παρεικάζων αὐτήν, διὰ τὸ τοῦτον εἰς τιμὴν τοῦ Θείου λαιαβάνεσθαι. Καὶ ἐπεὶ τὸ Θεῖον ἀσυγκρίτως ὑπὲρ πάντα ἐστὶ, καὶ τὰ κατὰ μίμησιν τῆς αὐτοῦ ἀγαθότητος ἔριγα.

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
