# Poemata 320

Michael Psellus, Poemata, 320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/320
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/320

Κῆκος κακλεισμένος, ἄδελφή μου νύμφη· κὴ κος γάρ πέφυκας, φησὶν, ὥ νύμφη, κεκλεισμένος. σελλοῦ. Ἔχουσα πάντων τῶν καλῶν ἐν σεαυτῇ τὴν ὥραν ἐλαίαν τὴν κατάκαρπον, συκῆν τε τὴν γλυκεῖαν. Πηγὴ δὲ πάλιν πέφυκας, φησὶν, ἐσφραγισμένη, Καθ´ ὅσον μάτην οὐδαμῶς τὸ νᾶμά σου προχέεις, Ἀλλὰ ποτίζεις τοὺς πιστοὺς διψῶντας σωτηρίαν. Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων. Ἐν τούτοις ὑπαινίττεται ξύμπαντα ὁ νυμφίος, Τοῦ δόγματος τῆς πίστεως ἡμῶν τῆς ἀμωμήτου Τὸ φοβερὸν καὶ κάλλιστον εὐῶδς τε καὶ θεῖον, ὅσπερ πρεσβεύει πάντοτε στόμα τῆς Ἐκκλησίας Ἀποστολαί σου γὰρ, φησὶν ἤγουν, αἰ διδαχαί σου, Παράδεισος πεφύκασι ῥοῶν ἡγιασμένων, Καὶ πάσης χάριτος μεσταὶ τυγχάνουσιν, ὦ νύμφη. Πηγὴ κήπων Οὐ γὰρ εἰς μέτην σου, φησὶν, τὰ νάματα περιχέεις, Ἀλλὰ ποτίζεις τοὺς πιστοὺς, ἤγουν, φυτὰ τά θεῖα. φριαρ ὕδατος ζῶντος τοῦ ῥοιζοῦντος ἀπὸ βάνου. Τοσοῦτον γὰρ, φησὶ, καλῶς πρὸς ἀρετὰς ὑψώθης, Ὡς καὶ τῆς κλήσεως αὐτῆς ἔμοιγε συμμετένειν Ἐγὼ γὰρ ζῶντος ὕδατος ὅντως τυγχάνω φρέαρ, Ὁ κατελθὼν ἐξ οὐρανοῦ ὡς ὑετὸς εἰς πόκον, Ὥσπερ ἐξ ὅρους ὑψηλοῦ τοῦ θαυμαστοῦ Λιβάνου. Ἐῶν γʹ´ Πατέρων. Καὶ τοιαῶτα μέν σου τὰ μέλη καὶ τὰ ἱμάτια. Σὺ δ´ ἐντεῦρεν ὁποία; Κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆς πος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, Ἠγουν, Οἷα μὲν διττὸς κῆπος κατά τε ψυχὴν τοῖς τῶν ἀρετῶν λόγοις, καὶ κατὰ σάρκα τοῖς τούτων τρόποις ὑπάρχεις κατάφυτος, καὶ ὡς φραγμῷ τινι ταῖς ἐντολαῖς μου κατησφαλισμένος· οἷα δὲ πηγὴ κατὰ νοῦν βρύεις τὰ περὶ ἐμὲ εὐσεβῆ καὶ θεῖα νοήματα, καὶ τῷ ἐμῷ χαρακτῆρι, ὡς εἰκών μου, ἐσφράγισαι, ἵνα μὴ ὁ ἐρχόμενος οὐ μόνον κλέψαι, ἀλλὸ καὶ θύσαι καὶ ἀπολέσαι ἐχθρὸς, λαθραίως εἰσελθών τόν τε κατ´ ἀρετήν σου συλήσῃ καρπὸν, καὶ τὸ κατὰ γνῶσιν τῆς ἀληθείας δωρ σου ψευδέσιν ἐννοίαις καταμολύνῃ. Οὐ μόνον δ´ αὐτὴ τοιοῦτος κῆπος ὑπάρχεις, ἀλλὰ καὶ, Ἀποστολαί σου παράδεισος ῥοῦν μετὰ καρποῦ ἀκροδρύων· πάντως οἱ ἐκπεμπόμενοι διδασκαλικοὶ λόγοι σου πρὸς τὰς μαθητευομένας σοι ψυχὰς, διὰ τὸ ἐν ταύταις κατὰ πίστιν φυτευθῆναι, οἷά πέρ τις παράδεισος συνηρεφής δένδροις δοῶν ἐπὶ ῥιζῶν ἐγκεκεντρισμένοις δρυῶν, κἀντεῦθεν τὸν ἴΧιον καρπὸν, ὡς ἀκροδρύων καρπὸν ἐπιφερομέννις. ον ῥοῶν αἱ μὲν ῥίζαι δυσαπόσπαστοι, τὸ δὲ προκάλυμμα τοῦ καρποῦ αὐστηρὸν, καὶ τοῦ ἐντὸς ψυλακτικόν. Αὐτὸς δὲ ὁ καρπὸς μετὰ τὸ πεπανθῆναι, περιρραγέντος τοῦ προκαλύμματος, διαφαίνεται τὴν μὲν γεῦσιν γλυκὺς, τὴν δὲ ὄψιν εὐειδὴς. Καὶ γὰρ καὶ αὐτοὶ οἱ τῆς νύμφης διδασκαλικοὶ λόγοι, τῇ μὲν πίστει ἡδραίωνται, καὶ δυσαποσπάστως ἔχουσι τῶν πιστευσασῶν τούτοις ψυχῶν, οἷα ῥίζαι δρυός·

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
